§2.9.1Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου παραλαβὼν τὴν βασιλείαν ἐν Σπάρτῃ Παυσανίαν ἐμιμεῖτο τυραννίδος τε ἐπιθυμῶν καὶ νόμοις τοῖς καθεστηκόσιν οὐκ ἀρεσκόμενος.
Cleomenes, the son of Leonidas, the son of Cleonymus, having succeeded to the kingship in Sparta, imitated Pausanias, both desiring a tyranny and being displeased with the established laws.
ἅτε δὲ ὄντι αὐτῷ Παυσανίου θερμοτέρῳ καὶ οὐ φιλοψύχῳ ταχὺ τὰ πάντα ὑπὸ φρονήματος καὶ τόλμης κατείργαστο, καὶ βασιλέα τε οἰκίας τῆς ἑτέρας Εὐρυδαμίδαν παῖδα ἔτι ἀνελὼν φαρμάκῳ διὰ τῶν ἐφορευόντων ἐς Ἐπικλείδαν τὸν ἀδελφὸν μετέστησε τὴν ἀρχὴν καὶ τὸ κράτος τῆς γερουσίας καταλύσας πατρονόμους τῷ λόγῳ κατέστησεν ἀντʼ αὐτῶν.
Since he was more hot-headed than Pausanias and not cautious of his life, everything was quickly accomplished by his pride and daring; having slain by poison, through the agency of the ephors, Eurydamidas, the king of the other house, who was still a child, he transferred the authority to Epicleidas his brother, and having dissolved the power of the gerousia, he established in their stead nominal patronomoi.
ἐπιθυμῶν δὲ πραγμάτων μειζόνων καὶ ἀρχῆς τῶν Ἑλλήνων, ἐπέθετο Ἀχαιοῖς πρώτοις, συμμάχους ἐλπίζων ἕξειν ἢν κρατήσῃ καὶ μάλιστα ἐμποδὼν οὐκ ἐθέλων εἶναί οἱ τοῖς δρωμένοις.
Desiring greater things and the rule over the Greeks, he attacked the Achaeans first, hoping to have them as allies if he conquered, and above all not wishing them to be an obstacle to his deeds.
§2.9.2συμβαλὼν δὲ περὶ Δύμην τὴν ὑπὲρ Πατρῶν, Ἀράτου καὶ τότε ἡγουμένου τῶν Ἀχαιῶν, νικᾷ τῇ μάχῃ.
Having joined battle near Dyme, which is above Patrae, when Aratus was also then leading the Achaeans, he was victorious in the battle.
τοῦτο Ἄρατον ἠνάγκασεν ὑπέρ τε Ἀχαιῶν καὶ αὐτῆς Σικυῶνος δείσαντα Ἀντίγονον ἐπάγεσθαι.
This forced Aratus, fearing for the Achaeans and for Sicyon itself, to call in Antigonus.
Κλεομένους δὲ παραβάντος ἣν πρὸς Ἀντίγονον συνέθετο εἰρήνην καὶ παράσπονδα ἐκ τοῦ φανεροῦ καὶ ἄλλα δράσαντος καὶ Μεγαλοπολίτας ποιήσαντος ἀναστάτους, οὕτω διαβάντος ἐς Πελοπόννησον Ἀντιγόνου συμβάλλουσιν Ἀχαιοὶ Κλεομένει περὶ Σελλασίαν.
When Cleomenes violated the peace which he had concluded with Antigonus and openly committed other treaty-breaking deeds, and made the Megalopolitans refugees, Antigonus having thus crossed into the Peloponnese, the Achaeans engaged Cleomenes near Sellasia.
νικησάντων δὲ τῶν Ἀχαιῶν Σελλασία τε ἠνδραποδίσθη καὶ αὐτὴ Λακεδαίμων ἑάλω.
When the Achaeans conquered, Sellasia was enslaved and Lacedaemon itself was captured.
Λακεδαιμονίοις μὲν οὖν ἀπέδωκεν Ἀντίγονος καὶ Ἀχαιοὶ πολιτείαν τὴν πάτριον· §2.9.3τῶν δὲ Λεωνίδου παίδων Ἐπικλείδας μὲν ἀπέθανεν ἐν τῇ μάχῃ, Κλεομένην δὲ φεύγοντα ἐς Αἴγυπτον καὶ τιμῆς παρὰ Πτολεμαίῳ πρῶτα ἔχοντα συνέβη δεθῆναι, καταγνωσθέντα Αἰγυπτίων ἄνδρας ἐπὶ τὸν βασιλέα συνιστάναι.
Now Antigonus and the Achaeans restored to the Lacedaemonians their ancestral constitution; and of the children of Leonidas, Epicleidas died in the battle, while Cleomenes, fleeing to Egypt and at first holding high honor with Ptolemy, happened to be imprisoned, having been convicted of rallying Egyptian men against the king.
καὶ ἀπέδρα μὲν ἐκ τοῦ δεσμωτηρίου καὶ τοῖς Ἀλεξανδρεῦσιν ἀρχὴν θορύβου παρέσχε· τέλος δέ, ὡς ἡλίσκετο, ἀπέσφαξεν αὑτόν.
And he escaped from the prison and gave the Alexandrians a start of a riot; but in the end, as he was about to be captured, he slew himself.
Λακεδαιμόνιοι δὲ ἄσμενοι Κλεομένους ἀπαλλαγέντες βασιλεύεσθαι μὲν οὐκέτι ἠξίωσαν, τὰ δὲ λοιπὰ καὶ ἐς τόδε διαμένει σφίσιν ἐκείνης τῆς πολιτείας.
The Lacedaemonians, gladly rid of Cleomenes, no longer thought fit to be ruled by kings, but the other parts of that constitution remain for them even to this day.
Ἀράτῳ δὲ Ἀντίγονος ἅτε ἀνδρὶ εὐεργέτῃ καὶ συγκατειργασμένῳ λαμπρὰ οὕτω διέμεινεν εὔνους.
To Aratus, Antigonus remained well-disposed as to a benefactor and a companion in such brilliant achievements.
§2.9.4Φίλιππος δὲ ὡς παρέλαβε τὴν ἀρχήν —οὐ γὰρ αὐτὸν Ἄρατος θυμῷ πολλὰ ἐς τοὺς ἀρχομένους χρώμενον ἐπῄνει, τὰ δὲ καὶ ὡρμημένον ἐπεῖχε μὴ ποιεῖν—, τούτων ἕνεκεν ἀπέκτεινεν Ἄρατον, οὐδὲν προϊδομένῳ δούς οἱ φάρμακον.
But Philip, when he succeeded to the government—for Aratus did not praise him when he frequently used anger toward his subjects, and sometimes even checked him when he was eager to act—for these reasons killed Aratus, giving him a poison when he suspected nothing.
καὶ τὸν μὲν ἐξ Αἰγίου —ταύτῃ γὰρ τὸ χρεὼν ἐπέλαβεν αὐτὸν—ἐς Σικυῶνα κομίσαντες θάπτουσι, καὶ τὸ ἡρῷον Ἀράτειον ἔτι ὀνομάζεται·
And having carried him from Aegium—for there his fate overtook him—to Sicyon, they buried him, and the hero-shrine is still called the Arateum.
Φιλίππῳ δὲ καὶ ἐς Εὐρυκλείδην καὶ Μίκωνα Ἀθηναίους ὅμοια εἰργάσθη· καὶ γὰρ τούσδε ὄντας ῥήτορας καὶ οὐκ ἀπιθάνους τῷ δήμῳ φαρμάκοις ἔκτεινεν.
Similar things were done by Philip also to Eurycleides and Micon, the Athenians; for indeed these, being orators and not unpersuasive to the people, he killed by poisons.
§2.9.5ἔμελλε δὲ ἄρα καὶ αὐτῷ Φιλίππῳ τὸ ἀνδροφόνον φάρμακον ἔσεσθαι συμφορά· τὸν γάρ οἱ παῖδα Δημήτριον ὁ νεώτερος τῶν Φιλίππου παίδων Περσεὺς φαρμάκῳ διέφθειρε καὶ διʼ αὐτὸ καὶ τῷ πατρὶ ἀθυμήσαντι παρέσχεν αἰτίαν ἀποθανεῖν.
But indeed, the murderous poison was destined to be a calamity to Philip himself also; for Perseus, the younger of the children of Philip, destroyed his brother Demetrius with poison, and by this very deed also provided their father, who was disheartened, with a cause to die.
παρεδήλωσα δὲ τάδε ἀπιδὼν ἐς τὸ Ἡσιόδου σὺν θεῷ πεποιημένον, τὸν ἐπʼ ἄλλῳ βουλεύοντα ἄδικα ἐς αὑτὸν πρῶτον τρέπειν.
I have indicated these things looking to the verse of Hesiod made with the help of a god, that he who devises evil for another turns it first against himself.
§2.9.6μετὰ δὲ τὸ Ἀράτου ἡρῷον ἔστι μὲν Ποσειδῶνι Ἰσθμίῳ βωμός, ἔστι δὲ Ζεὺς Μειλίχιος καὶ Ἄρτεμις ὀνομαζομένη Πατρῴα, σὺν τέχνῃ πεποιημένα οὐδεμιᾷ· πυραμίδι δὲ ὁ Μειλίχιος, ἡ δὲ κίονί ἐστιν εἰκασμένη.
After the hero-shrine of Aratus, there is an altar to Isthmian Poseidon, and there is Zeus Meilichius and Artemis called Patroa, made with no art; Meilichius is fashioned like a pyramid, and she like a column.
ἐνταῦθα καὶ βουλευτήριόν σφισι πεποίηται καὶ στοὰ καλουμένη Κλεισθένειος ἀπὸ τοῦ οἰκοδομήσαντος· ᾠκοδόμησε δὲ ἀπὸ λαφύρων ὁ Κλεισθένης αὐτὴν τὸν πρὸς Κίρρᾳ πόλεμον συμπολεμήσας Ἀμφικτύοσι.
Here also their council-house is built, and a portico called Cleisthenean after the builder; and Cleisthenes built it from spoils, having fought together with the Amphictyons in the war against Cirrha.
τῆς δὲ ἀγορᾶς ἐστιν ἐν τῷ ὑπαίθρῳ Ζεὺς χαλκοῦς, τέχνη Λυσίππου, παρὰ δὲ αὐτὸν Ἄρτεμις ἐπίχρυσος.
In the open air of the market-place is a bronze Zeus, the work of Lysippus, and near him a gilded Artemis.
§2.9.7πλησίον δὲ Ἀπόλλωνός ἐστιν ἱερὸν Λυκίου, κατερρυηκός τε ἤδη καὶ ἥκιστα θέας ἄξιον.
Nearby is a temple of Apollo Lycius, already fallen into decay and least of all worth seeing.
φοιτώντων γὰρ λύκων σφίσιν ἐπὶ τὰς ποίμνας ὡς μηδένα εἶναι καρπὸν ἔτι ἀπʼ αὐτῶν, ὁ θεὸς τόπον τινὰ εἰπὼν ἔνθα ἔκειτο αὖον ξύλον, τούτου φλοιὸν ἔχρησε τοῦ ξύλου καὶ κρέας ὁμοῦ προθεῖναι τοῖς θηρίοις· καὶ τοὺς μὲν αὐτίκα ὡς ἐγεύσαντο διέφθειρεν ὁ φλοιός, τὸ ξύλον δὲ ἐκεῖνο ἔκειτο μὲν ἐν τῷ ἱερῷ τοῦ Λυκίου, ὅ τι δὲ ἦν δένδρον οὐδὲ οἱ τῶν Σικυωνίων ἐξηγηταὶ συνίεσαν.
For when wolves came upon their flocks so that there was no longer any profit from them, the god, having named a certain place where a dry log lay, gave an oracle to set the bark of this log and meat together before the beasts; and the bark destroyed them immediately when they tasted it, but that log lay in the temple of Apollo Lycius, and what kind of tree it was not even the Sicyonian guides understood.
§2.9.8τούτου δέ εἰσιν εἰκόνες ἐφεξῆς χαλκαῖ· τὰς Προίτου θυγατέρας λέγουσιν εἶναι σφᾶς, τὸ δὲ ἐπίγραμμα ἐς γυναῖκας ἄλλας εἶχεν.
Next to this are bronze statues in a row; they say that they are the daughters of Proetus, but the inscription referred to other women.
ἐνταῦθα Ἡρακλῆς χαλκοῦς ἐστι· Λύσιππος ἐποίησεν αὐτὸν Σικυώνιος, καὶ πλησίον Ἑρμῆς ἕστηκεν Ἀγοραῖος.
Here is a bronze Heracles; Lysippus the Sicyonian made it, and nearby stands Hermes Agoraeus.