§2.8.1τῷ δὲ τῆς Πειθοῦς ἱερῷ τὸ ἐγγὺς τέμενος ἀνειμένον βασιλεῦσι Ῥωμαίων οἰκία ποτὲ ἦν Κλέωνος τυράννου·
ペイトーの神殿に近い、ローマ皇帝たちに捧げられた隣の聖域は、かつて僭主クレオンの家であった。
Κλεισθένης μὲν γὰρ ὁ Ἀριστωνύμου τοῦ Μύρωνος ἐχόντων ἔτι τὴν κάτω πόλιν Σικυωνίων ἐτυράννησε, Κλέων δὲ ἐν τῇ νῦν πόλει.
というのも、ミュロンの息子アリストニュモスの息子であるクレイステネスは、シキョン人がまだ下の市を占拠していた頃に僭主となったが、クレオンは現在の市において僭主となったからである。
πρὸ ταύτης τῆς οἰκίας ἡρῷόν ἐστιν Ἀράτου μέγιστα Ἑλλήνων ἐργασαμένου τῶν ἐφʼ αὑτοῦ·
この家の前には、同時代の人々のうちでギリシア人で最も偉大な業績を成し遂げたアラトスの英雄廟がある。
ἔχει δὲ ὧδε τὰ ἐς αὐτόν.
彼に関する事柄は以下のとおりである。
§2.8.2μετὰ Κλέωνα μοναρχήσαντα ἐνέπεσε τῶν ἐν τέλει πολλοῖς ἐπιθυμία τυραννίδος οὕτω δή τι ἀκάθεκτος ὡς καὶ ἄνδρας δύο Εὐθύδημον καὶ Τιμοκλείδαν ὁμοῦ τυραννῆσαι.
クレオンが独裁を行った後、政権を握る多くの人々に、僭主となることへの抑えがたい欲望が沸き起こり、ついにはエウテュデモスとティモクレイダスという二人の男が共同で僭主となるまでに至った。
τούτους μὲν οὖν ἐξέβαλεν ὁ δῆμος, Κλεινίαν τὸν πατέρα Ἀράτου προστησάμενος·
民衆は、アラトスの父クレイニアスを指導者に擁立して彼らを追放した。
ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἐτυράννησεν Ἀβαντίδας.
しかし、その数年後にアバンティダスが僭主となった。
Κλεινίᾳ μὲν οὖν συνεβεβήκει πρότερον ἔτι ἡ τελευτή·
クレイニアスにはそれよりさらに前に死が訪れていた。
Ἄρατον δὲ Ἀβαντίδας φυγάδα ἐποίησεν, ἢ καὶ αὐτὸς ἀπεχώρησεν Ἄρατος ἐθελοντής.
アバンティダスはアラトスを亡命者にさせた(追放した)か、あるいはアラトス自身が自発的に立ち去った。
Ἀβαντίδαν μὲν οὖν κτείνουσιν ἄνδρες τῶν ἐπιχωρίων, τύραννος δὲ αὐτίκα ἐγεγόνει ὁ Ἀβαντίδου πατὴρ Πασέας·
その後、地元の人々がアバンティダスを殺害したが、すぐにアバンティダスの父パセアスが僭主となった。
§2.8.3Νικοκλῆς δὲ ἐκεῖνον ἀνελὼν ἐτυράννησεν αὐτός.
そしてニコクレスが彼を殺害して、自ら僭主となった。
ἐπὶ τοῦτον τὸν Νικοκλέα Ἄρατος ἀφικόμενος Σικυωνίων φυγάσι καὶ Ἀργείοις μισθωτοῖς τοὺς μὲν ἔλαθεν ἅτε ἐν σκότῳ—νύκτωρ γὰρ δὴ τὴν ἐπιχείρησιν ἐποιεῖτο—, τοὺς δὲ καὶ βιασάμενος τῶν φυλασσόντων ἐγένετο ἐντὸς τείχους·
このニコクレスに対してアラトスは、シキョンの亡命者たちとアルゴスの雇い兵たちを伴って赴き、暗闇に乗じて――というのも彼は夜間に襲撃を行ったからである――、番兵のうちのある者たちには気づかれず、またある者たちには力づくで突破して、城壁の内側に入り込んだ。
καὶ —ὑπέφαινε γὰρ ἕως ἤδη—προσλαβὼν τὸν δῆμον ἐπὶ τὴν οἰκίαν σπουδῇ τὴν τυραννικὴν τρέπεται.
そして――すでに夜が明け始めていたので――民衆を味方につけて、急いで僭主の館へと向かった。
καὶ ταύτην μὲν εἷλεν οὐ χαλεπῶς, ὁ δὲ Νικοκλῆς αὐτὸς ἔλαθεν ἀποδράς.
そしてこの館を容易に占拠したが、ニコクレス自身は逃亡して姿をくらました。
Σικυωνίοις δὲ ἀπέδωκεν Ἄρατος ἐξ ἴσου πολιτεύεσθαι διαλλάξας τοῖς φεύγουσιν, οἰκίας μὲν φυγάσι καὶ ὅσα τῶν κτημάτων ἄλλα ἐπέπρατο ἀποδούς, τιμὴν δὲ τοῖς πριαμένοις διέλυσεν αὐτός.
アラトスはシキョン人に平等な国制を回復し、亡命者たちと和解させ、亡命者たちにその家や売却されていた他のすべての財産を返還する一方で、それらを購入した人々に対しては自身で補償金を支払った。
§2.8.4καὶ—ἦν γὰρ δέος τοῖς πᾶσιν Ἕλλησι Μακεδόνων καὶ Ἀντιγόνου Φίλιππον ἐπιτροπεύοντος τὸν Δημητρίου—, τοῦδε ἕνεκα τοὺς Σικυωνίους ἐς τὸ Ἀχαιῶν συνέδριον ἐσήγαγε Δωριεῖς ὄντας.
そして――すべてのギリシア人にとって、マケドニア人と、デメトリオスの息子フィリッポスの後見人を務めていたアンティゴノスに対する恐れがあったため――、このために、彼はシキョン人をドリス人であったにもかかわらずアカイア同盟の評議会に加入させた。
αὐτίκα δὲ στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο, καὶ σφᾶς ἐπὶ Λοκροὺς τοὺς Ἀμφισσέας ἀγαγὼν καὶ ἐς τὴν Αἰτωλῶν πολεμίων ὄντων τὴν γῆν ἐπόρθησε·
彼はすぐにアカイア同盟の将軍に選ばれ、彼らを率いてアンフィサのロクリス人たちに対して、また敵対していたアイトリア人の土地に攻め入り、これを略奪した。
Κόρινθον δὲ ἔχοντος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν.
さらに、アンティゴノスがコリントスを領有し、マケドニアの守備隊が駐屯していた際、不意の襲撃によってマケドニア人たちを震え上がらせ、戦いで勝利して他の者たちとともに、守備隊長に任じられていたペルサイオス(彼は知恵の修得のためにムナセアスの息子ゼノンのもとに通っていた人物である)を討ち取った。
§2.8.5ἐλευθερώσαντος δὲ Ἀράτου Κόρινθον προσεχώρησαν μὲν ἐς τὸ συνέδριον Ἐπιδαύριοι καὶ Τροιζήνιοι οἱ τὴν Ἀργολίδα Ἀκτὴν οἰκοῦντες καὶ τῶν ἐκτὸς ἰσθμοῦ Μεγαρεῖς, συμμαχίαν δὲ πρὸς Ἀχαιοὺς Πτολεμαῖος ἐποιήσατο.
アラトスがコリントスを解放すると、アルゴリス半島の沿岸部に住むエピダウロス人とトロイゼン人、そして地峡の外側のメガラ人が評議会に加入し、プトレマイオスはアカイア人と同盟を結んだ。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ὁ Εὐδαμίδου βασιλεὺς ἔφθησαν μὲν Πελλήνην ἑλόντες ἐξ ἐπιδρομῆς, ἥκοντι δὲ Ἀράτῳ καὶ τῇ στρατιᾷ συμβαλόντες ἐκρατήθησαν καὶ τὴν Πελλήνην ἐκλιπόντες ἀναχωροῦσιν οἴκαδε ὑπόσπονδοι.
ラケダイモン人とエウダミダスの子である王アギスは、奇襲によってペレネを先手を打って占領したものの、アラトスとその軍勢が到着して交戦すると敗北し、ペレネを去って、休戦条約のもとで帰国した。
§2.8.6Ἄρατος δέ, ὥς οἱ τὰ ἐν Πελοποννήσῳ προεκεχωρήκει, δεινὸν ἡγεῖτο Πειραιᾶ καὶ Μουνυχίαν, ἔτι δὲ Σαλαμῖνα καὶ Σούνιον ἐχόμενα ὑπὸ Μακεδόνων περιοφθῆναι, καὶ—οὐ γὰρ ἤλπιζε δύνασθαι πρὸς βίαν αὐτὰ ἐξελεῖν—Διογένην πείθει τὸν ἐν τοῖς φρουροῖς ἄρχοντα ἀφεῖναι τὰ χωρία ἐπὶ ταλάντοις πεντήκοντα καὶ ἑκατόν, καὶ τῶν χρημάτων συνετέλεσεν αὐτὸς Ἀθηναίοις ἕκτον μέρος.
アラトスは、ペロポネソスでの彼の事態が順調に進むと、ピレウスとムニキア、さらにはサラミスとスニオンがマケドニア人に占領されたまま放置されるのを耐えがたいことと考え、――武力によってこれらを奪取できるとは期待していなかったため――、守備隊の指揮官ディオゲネスを説得して、150タラントンの引き換えにこれらの地を放棄させ、その資金の6分の1を彼自身がアテナイ人のために拠出した。
ἔπεισε δὲ καὶ Ἀριστόμαχον τυραννοῦντα ἐν Ἄργει δημοκρατίαν ἀποδόντα Ἀργείοις ἐς τὸ Ἀχαϊκὸν συντελεῖν, Μαντίνειάν τε Λακεδαιμονίων ἐχόντων εἷλεν.
彼はまた、アルゴスで僭主として支配していたアリストマコスをも説得して、アルゴス人に民主制を返還させ、アカイア同盟に加入させた。 また、ラケダイモン人が占拠していたマンティネイアを攻略した。
ἀλλὰ γὰρ οὐ πάντα ἀνθρώπῳ τελεῖται κατὰ γνώμην, εἰ δὴ καὶ Ἄρατον κατέλαβεν ἀνάγκη γενέσθαι Μακεδόνων καὶ Ἀντιγόνου σύμμαχον·
しかし、人間の望み通りにすべてが成就するわけではない。 現に、アラトスにもマケドニア人とアンティゴノスの同盟者とならざるを得ない運命が降りかかったのである。
ἐγένετο δὲ οὕτως.
そしてそれは次のようにして起こった。