§2.36.1κατὰ δὲ τὴν ἐπὶ Μάσητα εὐθεῖαν προελθοῦσιν ἑπτά που σταδίους καὶ ἐς ἀριστερὰν ἐκτραπεῖσιν, ἐς Ἁλίκην ἐστὶν ὁδός.
マセスへと通じる真っ直ぐな道を、およそ七スタディオンほど進んで左に折れる者たちにとっては、ハリケへの道がある。
ἡ δὲ Ἁλίκη τὰ μὲν ἐφʼ ἡμῶν ἐστιν ἔρημος, ᾠκεῖτο δὲ καὶ αὕτη ποτέ, καὶ Ἁλικῶν λόγος ἐν στήλαις ἐστὶ ταῖς Ἐπιδαυρίων αἳ τοῦ Ἀσκληπιοῦ τὰ ἰάματα ἐγγεγραμμένα ἔχουσιν·
このハリケは、私たちの時代には廃墟となっているが、かつてはここにも人が住んでおり、アスクレピオスの治癒実績が刻まれたエピダウロス人たちの碑文の中にも、ハリケの人々についての言及がある。
ἄλλο δὲ σύγγραμμα οὐδὲν οἶδα ἀξιόχρεων, ἔνθα ἢ πόλεως Ἁλίκης ἢ ἀνδρῶν ἐστιν Ἁλικῶν μνήμη.
しかし、ハリケの市やハリケの人々について言及している信頼に値する他の書物を、私はほかに何も知らない。
ἔστι δʼ οὖν ὁδὸς καὶ ἐς ταύτην, τοῦ τε Πρωνὸς μέση καὶ ὄρους ἑτέρου Θόρνακος καλουμένου τὸ ἀρχαῖον·
とにかく、この市へも道が通じており、それはプロン山と、古代にはトルナクスと呼ばれていた別の山との中間を走っている。
ἀπὸ δὲ τῆς Διὸς ἐς κόκκυγα τὸν ὄρνιθα ἀλλαγῆς λεγομένης ἐνταῦθα γενέσθαι μετονομασθῆναι τὸ ὄρος φασίν.
彼らが言うには、ゼウスがカッコウという鳥に姿を変えたことがこの地で起こったと伝えられていることから、この山は名前が改められたのだという。
§2.36.2ἱερὰ δὲ καὶ ἐς τόδε ἐπὶ ἄκρων τῶν ὀρῶν, ἐπὶ μὲν τῷ Κοκκυγίῳ Διός, ἐν δὲ τῷ Πρωνί ἐστιν Ἥρας·
今日でもなお、これらの山の頂には聖域があり、コッキュギオン山の上にはゼウスの、プロン山の上にはヘラの聖域がある。
καὶ τοῦ γε Κοκκυγίου πρὸς τοῖς πέρασι ναός ἐστι, θύραι δὲ οὐκ ἐφεστήκασιν οὐδὲ ὄροφον εἶχεν οὐδέ οἵ τι ἐνῆν ἄγαλμα·
コッキュギオン山の山頂の近くには神殿があるが、扉は取り付けられておらず、屋根もなく、内部にはいかなる神像もなかった。
εἶναι δὲ ἐλέγετο ὁ ναὸς Ἀπόλλωνος.
この神殿はアポロンのものであると言われていた。
παρὰ δὲ αὐτὸν ὁδός ἐστιν ἐπὶ Μάσητα τοῖς ἐκτραπεῖσιν ἐκ τῆς εὐθείας.
その傍らには、真っ直ぐな道から折れた人々にとってのマセスへの道がある。
Μάσητι δὲ οὔσῃ πόλει τὸ ἀρχαῖον, καθὰ καὶ Ὅμηρος ἐν Ἀργείων καταλόγῳ πεποίηκεν, ἐπινείῳ καθʼ ἡμᾶς ἐχρῶντο Ἑρμιονεῖς.
古代には市であったマセスは、ホメロスも『船の手引(カタログ)』のアルゴス人のくだりで詠んでいる通りであるが、私たちの時代にはヘルミオネ人たちが港として用いていた。
§2.36.3ἀπὸ Μάσητος δὲ ὁδὸς ἐν δεξιᾷ ἐστιν ἐπὶ ἄκραν καλουμένην Στρουθοῦντα.
マセスからは、右手にストルツスと呼ばれる岬へと至る道がある。
στάδιοι δὲ ἀπὸ τῆς ἄκρας ταύτης κατὰ τῶν ὀρῶν τὰς κορυφὰς πεντήκοντά εἰσι καὶ διακόσιοι ἐς Φιλανόριόν τε καλούμενον καὶ ἐπὶ Βολεούς·
この岬から山の尾根に沿って、フィラノリオンと呼ばれる場所、およびボレイへと至る距離は二百五十スタディオンである。
οἱ δὲ Βολεοὶ οὗτοι λίθων εἰσὶ σωροὶ λογάδων.
このボレイというのは、拾い集められた石の山である。
χωρίον δὲ ἕτερον, ὃ Διδύμους ὀνομάζουσι, στάδια εἴκοσιν αὐτόθεν ἀφέστηκεν·
そこから二十スタディオン離れたところに、ディデュモイと彼らが呼ぶ別の場所がある。
ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀπόλλωνος, ἔστι δὲ Ποσειδῶνος, ἐπὶ δὲ αὐτοῖς Δήμητρος, ἀγάλματα δὲ ὀρθὰ λίθου λευκοῦ.
そこにはアポロンの聖域があり、ポセイドンの聖域もあり、それらに隣接してデメテルの聖域があって、白い石でできた直立した像がある。
§2.36.4τὸ δὲ ἐντεῦθέν ἐστιν Ἀργείων ἥ ποτε Ἀσιναία καλουμένη, καὶ Ἀσίνης ἐστὶν ἐρείπια ἐπὶ θαλάσσῃ.
そこから先は、かつてアシナイアと呼ばれたアルゴス人の土地であり、海沿いにはアシネの遺跡がある。
Λακεδαιμονίων δὲ καὶ τοῦ βασιλέως Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος ἐς τὴν Ἀργολίδα ἐσβαλόντων στρατιᾷ συνεσέβαλόν σφισιν οἱ Ἀσιναῖοι, καὶ ἐδῄωσαν σὺν ἐκείνοις τῶν Ἀργείων τὴν γῆν.
ラケダイモン人たちと、彼らの王であるエウリュポン、プリュタニス、エウノモス、ポリュデクテス、チャリロスの子ニカンドルが軍勢を率いてアルゴリス地方に侵入したとき、アシネの人々は彼らとともに侵入し、彼らとともにアルゴス人の土地を荒廃させた。
ὡς δὲ ὁ στόλος τῶν Λακεδαιμονίων ἀπῆλθεν οἴκαδε, στρατεύουσιν ἐπὶ τὴν Ἀσίνην οἱ Ἀργεῖοι καὶ ὁ βασιλεὺς αὐτῶν Ἔρατος.
ラケダイモン人の遠征軍が本国へ撤退すると、アルゴス人と彼らの王エラトスはアシネに対して軍事行動を起こした。
§2.36.5καὶ χρόνον μέν τινα ἀπὸ τοῦ τείχους ἠμύναντο οἱ Ἀσιναῖοι καὶ ἀποκτείνουσιν ἄλλους τε καὶ Λυσίστρατον ἐν τοῖς δοκιμωτάτοις ὄντα Ἀργείων·
しばらくの間、アシネの人々は城壁から防戦し、アルゴス人の中で最も高名な者の一人であったリュシストラトスをはじめとする人々を殺害した。
ἁλισκομένου δὲ τοῦ τείχους οὗτοι μὲν γυναῖκας ἐς τὰ πλοῖα ἐνθέμενοι καὶ παῖδας ἐκλείπουσι τὴν αὑτῶν, Ἀργεῖοι δὲ ἐς ἔδαφος καταβαλόντες τὴν Ἀσίνην καὶ τὴν γῆν προσορισάμενοι τῇ σφετέρᾳ Πυθαέως τε Ἀπόλλωνος ὑπελίποντο τὸ ἱερὸν—καὶ νῦν ἔτι δῆλόν ἐστι—καὶ τὸν Λυσίστρατον πρὸς αὐτῷ θάπτουσιν.
しかし、城壁が陥落しかけたとき、彼らは妻や子供たちを船に乗せて自国を脱出した。 一方、アルゴス人たちはアシネを基礎に至るまで破壊し、その土地を自国の領土に併合したが、ピュタエウス・アポロンの聖域だけは残し(これは今でもはっきりと目に見える)、その傍らにリュシストラトスを埋葬した。
§2.36.6ἀπέχει δὲ Ἀργείων τῆς πόλεως τεσσαράκοντα καὶ οὐ πλείω στάδια ἡ κατὰ Λέρναν θάλασσα.
レルナの辺りの海は、アルゴス人の市から四十スタディオン、あるいはそれ以下しか離れていない。
κατιόντων δὲ ἐς Λέρναν πρῶτον μὲν καθʼ ὁδόν ἐστιν ὁ Ἐρασῖνος, ἐκδίδωσι δὲ ἐς τὸν Φρίξον, ὁ Φρίξος δὲ ἐς τὴν θάλασσαν τὴν μεταξὺ Τημενίου καὶ Λέρνης.
レルナへと下っていくと、まず道沿いにエラシノス川があり、これはプリクソス川に注ぎ、プリクソス川はテメニオンとレルナの間で海に注いでいる。
ἀπὸ δὲ Ἐρασίνου τραπεῖσιν ἐς ἀριστερὰ σταδίους ὅσον ὀκτώ, Διοσκούρων ἱερόν ἐστιν Ἀνάκτων·
エラシノス川から、およそ八スタディオンほど左に折れると、アナクテスたるディオスクロイの聖域がある。
πεποίηται δέ σφισι κατὰ ταὐτὰ καὶ ἐν τῇ πόλει τὰ ξόανα.
彼らのための木像は、市の中にあるものと同じ方法で作られている。
§2.36.7ἀναστρέψας δὲ ἐς τὴν εὐθεῖαν τόν τε Ἐρασῖνον διαβήσῃ καὶ ἐπὶ τὸν Χείμαρρον ποταμὸν ἀφίξῃ.
真っ直ぐな道へと戻り、エラシノス川を渡ると、ケイマロス川に到着する。
πλησίον δὲ αὐτοῦ περίβολός ἐστι λίθων, καὶ τὸν Πλούτωνα ἁρπάσαντα ὡς λέγεται Κόρην τὴν Δήμητρος καταβῆναι ταύτῃ φασὶν ἐς τὴν ὑπόγεων νομιζομένην ἀρχήν.
その近くには石の囲いがあり、プルートンがデメテルの娘コレーを誘拐した際、彼らが地下にあると信じている冥界へと、ここを通って下りて行ったと言い伝えられている。
ἡ δὲ Λέρνα ἐστίν, ὡς καὶ τὰ πρότερα ἔχει μοι τοῦ λόγου, πρὸς θαλάσσῃ, καὶ τελετὴν Λερναίᾳ ἄγουσιν ἐνταῦθα Δήμητρι.
レルナは、私の説明の中で以前にも述べたように、海の近くに位置しており、そこではレルナのデメテルに対する秘儀が執り行われている。
§2.36.8ἔστι δὲ ἄλσος ἱερὸν ἀρχόμενον μὲν ἀπὸ ὄρους ὃ καλοῦσι Ποντῖνον, τὸ δὲ ὄρος ὁ Ποντῖνος οὐκ ἐᾷ τὸ ὕδωρ ἀπορρεῖν τὸ ἐκ τοῦ θεοῦ, ἀλλὰ ἐς αὑτὸ καταδέχεται·
そこには、ポンティノスと呼ばれる山から始まる聖なる森がある。 このポンティノス山は、天から降る雨水を流れ去らせず、自身の中に受け入れる。
ῥεῖ δὲ καὶ ποταμὸς ἀπʼ αὐτοῦ Ποντῖνος.
また、この山からはポンティノス川も流れている。
καὶ ἐπὶ κορυφῇ τοῦ ὄρους ἱερόν τε Ἀθηνᾶς Σαΐτιδος, ἐρείπια ἔτι μόνα, καὶ θεμέλια οἰκίας ἐστὶν Ἱππομέδοντος, ὃς Πολυνείκει τῷ Οἰδίποδος τιμωρήσων ἦλθεν ἐς Θήβας.
山の頂にはサイスの女神アテナの聖域があり、今は遺跡だけが残っている。 また、オイディポスの子ポリュネイケスを援助するためにテーバイへと赴いたヒッポメドンの家の土台もある。