§2.37.1ἀπὸ δὴ τοῦ ὄρους τούτου τὸ ἄλσος ἀρχόμενον πλατάνων τὸ πολὺ ἐπὶ τὴν θάλασσαν καθήκει.
実にこの山から始まるその森は、大部分がプラタナスの木からなっており、海へと下っている。
ὅροι δὲ αὐτοῦ τῇ μὲν ποταμὸς ὁ Ποντῖνος, τῇ δὲ ἕτερος ποταμός·
そして、その境界は、一方はポンティノス川であり、他方は別の川である。
Ἀμυμώνη δὲ ἀπὸ τῆς Δαναοῦ θυγατρὸς ὄνομα τῷ ποταμῷ.
その川の名は、ダナオスの娘にちなんでアミュモネという。
ἐντὸς δὲ τοῦ ἄλσους ἀγάλματα ἔστι μὲν Δήμητρος Προσύμνης, ἔστι δὲ Διονύσου, καὶ Δήμητρος καθήμενον ἄγαλμα οὐ μέγα·
森の内部には、プロシュムネのデメテルの像があり、ディオニュソスの像もあり、またデメテルの大きくない座像もある。
§2.37.2ταῦτα μὲν λίθου πεποιημένα, ἑτέρωθι δʼ ἐν ναῷ Διόνυσος Σαώτης καθήμενον ξόανον καὶ Ἀφροδίτης ἄγαλμα ἐπὶ θαλάσσῃ λίθου·
これらは石で作られており、別の場所には、神殿の中に「救済者」たるディオニュソスの木像の座像があり、また海辺には、石でできたアプロディテの像がある。
ἀναθεῖναι δὲ αὐτὸ τὰς θυγατέρας λέγουσι τὰς Δαναοῦ, Δαναὸν δὲ αὐτὸν τὸ ἱερὸν ἐπὶ Ποντίνῳ ποιῆσαι τῆς Ἀθηνᾶς.
彼らが言うには、これを奉納したのはダナオスの娘たちであり、ダナオス自身は、ポンティノス山の上にアテナの聖域を建てたという。
καταστήσασθαι δὲ τῶν Λερναίων τὴν τελετὴν Φιλάμμωνά φασι.
また彼らは、レルナの秘儀を創始したのはフィラモンであると言っている。
τὰ μὲν οὖν λεγόμενα ἐπὶ τοῖς δρωμένοις δῆλά ἐστιν οὐκ ὄντα ἀρχαῖα·
さて、儀式に関して語られている事柄は、古代のものではないことが明らかである。
§2.37.3ἃ δὲ ἤκουσα ἐπὶ τῇ καρδίᾳ γεγράφθαι τῇ πεποιημένῃ τοῦ ὀρειχάλκου, οὐδὲ ταῦτα ὄντα Φιλάμμωνος Ἀρριφῶν εὗρε, τὸ μὲν ἀνέκαθεν Τρικωνιεὺς τῶν ἐν Αἰτωλίᾳ, τὰ δὲ ἐφʼ ἡμῶν Λυκίων τοῖς μάλιστα ὁμοίως δόκιμος, δεινὸς δὲ ἐξευρεῖν ἃ μή τις πρότερον εἶδε, καὶ δὴ καὶ ταῦτα φωράσας ἐπὶ τῷδε.
また、真鍮で作られた心臓の形をしたものに刻まれていると私が聞いた事柄については、これらもまたフィラモンのものではないことを、アリポンが発見した。 彼は、家系としてはアイトリアのトリコニオンの出身であるが、私たちの時代にはリキアの人々の中で最も高く評価されている者の一人であり、他人がそれまで気づかなかったことを見つけ出すのに長けており、実際、次の根拠に基づいてこれらのことを暴き出した。
τὰ ἔπη, καὶ ὅσα οὐ μετὰ μέτρου μεμιγμένα ἦν τοῖς ἔπεσι, τὰ πάντα Δωριστὶ ἐπεποίητο·
詩句、およびそれらの詩句に交じっていた韻律のない記述はすべて、ドリス方言で書かれていた。
πρὶν δὲ Ἡρακλείδας κατελθεῖν ἐς Πελοπόννησον, τὴν αὐτὴν ἠφίεσαν Ἀθηναίοις οἱ Ἀργεῖοι φωνήν·
しかし、ヘラクレイダイがペロポネソスへと帰還する以前には、アルゴス人たちはアテナイ人たちと同じ言語を話していた。
ἐπὶ δὲ Φιλάμμωνος οὐδὲ τὸ ὄνομα τῶν Δωριέων ἐμοὶ δοκεῖν ἐς ἅπαντας ἠκούετο Ἕλληνας.
そしてフィラモンの時代には、私の思うに、ドリス人という名前さえ、すべてのギリシア人の間で聞かれてはいなかった。
§2.37.4ταῦτα μὲν δὴ ἀπέφαινεν οὕτως ἔχοντα, τῆς δὲ Ἀμυμώνης πέφυκεν ἐπὶ τῇ πηγῇ πλάτανος·
彼はこれらの事柄がこのようであることを明らかにした。 ところで、アミュモネ川の源泉のそばには一本のプラタナスが生えている。
ὑπὸ ταύτῃ τὴν ὕδραν τραφῆναι τῇ πλατάνῳ φασίν.
このプラタナスの木の下で、ヒュドラが育てられたと人々は言っている。
ἐγὼ δὲ τὸ θηρίον πείθομαι τοῦτο καὶ μεγέθει διενεγκεῖν ὑδρῶν ἄλλων καὶ τὸν ἰὸν οὕτω δή τι ἔχειν ἀνίατον ὡς τὸν Ἡρακλέα ἀπὸ τῆς χολῆς αὐτοῦ τὰς ἀκίδας φαρμακεῦσαι τῶν ὀιστῶν·
しかし、私はこの怪獣が大きさにおいても他の水蛇たちに勝っていたこと、そしてその毒が、ヘラクレスがその胆汁を用いて矢の鏃に毒を塗ったほどに、きわめて治癒不能なものであったと信じる。
κεφαλὴν δὲ εἶχεν ἐμοὶ δοκεῖν μίαν καὶ οὐ πλείονας, Πείσανδρος δὲ ὁ Καμιρεύς, ἵνα τὸ θηρίον τε δοκοίη φοβερώτερον καὶ αὐτῷ γίνηται ἡ ποίησις ἀξιόχρεως μᾶλλον, ἀντὶ τούτων τὰς κεφαλὰς ἐποίησε τῇ ὕδρᾳ τὰς πολλάς.
しかし、私の思うに、それは一つの頭を持っていただけで、それ以上ではなかった。 だが、カミロスのペイサンドロスは、その怪獣がより恐ろしく見え、自身の詩がより説得力を持つようにするために、これの代わりに、ヒュドラに多くの頭を持たせた。
§2.37.5εἶδον δὲ καὶ πηγὴν Ἀμφιαράου καλουμένην καὶ τὴν Ἀλκυονίαν λίμνην, διʼ ἧς φασιν Ἀργεῖοι Διόνυσον ἐς τὸν Ἅιδην ἐλθεῖν Σεμέλην ἀνάξοντα, τὴν δὲ ταύτῃ κάθοδον δεῖξαί οἱ Πόλυμνον.
私はまた、アンピアラオスの泉と呼ばれるものと、アルキュオニア湖をも見た。 アルゴス人たちが言うには、ディオニュソスはセメレを連れ戻すために、この湖を通って冥界へと赴き、この場所を通る下り道をポリュムノスが彼に教えたのだという。
τῇ δὲ Ἀλκυονίᾳ πέρας τοῦ βάθους οὐκ ἔστιν οὐδέ τινα οἶδα ἄνθρωπον ἐς τὸ τέρμα αὐτῆς οὐδεμιᾷ μηχανῇ καθικέσθαι δυνηθέντα, ὅπου καὶ Νέρων σταδίων πολλῶν κάλους ποιησάμενος καὶ συνάψας ἀλλήλοις, ἀπαρτήσας δὲ καὶ μόλυβδον ἀπʼ αὐτῶν καὶ εἰ δή τι χρήσιμον ἄλλο ἐς τὴν πεῖραν, οὐδὲ οὗτος οὐδένα ἐξευρεῖν ἐδυνήθη ὅρον τοῦ βάθους.
しかし、アルキュオニア湖には深さの限界がなく、いかなる手段を用いてもその底に到達し得た人間を、私は一人も知らない。 そこでは、ネロでさえも何スタディオンもの長さのロープを作ってそれらをつなぎ合わせ、その先に鉛や、その他この試みに役立つと思われる別のものを吊り下げたにもかかわらず、彼でさえ深さの限界を何一つ見出すことができなかったほどである。
§2.37.6καὶ τόδε ἤκουσα ἄλλο·
私はまた、次のような別のことも聞いた。
τὸ ὕδωρ τῆς λίμνης ὡς ἰδόντα εἰκάσαι γαληνόν ἐστι καὶ ἠρεμαῖον, παρεχόμενον δὲ ὄψιν τοιαύτην διανήχεσθαι τολμήσαντα πάντα τινὰ καθέλκειν πέφυκε καὶ ἐς βυθὸν ὑπολαβὸν ἀπήνεγκε.
この湖の水は、見たところでは、穏やかで静かであるように思われるが、そのような外見を呈していながら、あえて泳ごうとする者をだれでも引きずり込み、底へと巻き込んで連れ去ってしまう性質を持っている。
περίοδος δὲ τῆς λίμνης ἐστὶν οὐ πολλή, ἀλλὰ ὅσον τε σταδίου τρίτον·
湖の周囲は大きくはなく、一スタディオンの三分の一ほどにすぎない。
ἐπὶ δὲ τοῖς χείλεσιν αὐτῆς πόα καὶ σχοῖνοι πεφύκασι.
その岸辺には草やイグサが生い茂っている。
τὰ δὲ ἐς αὐτὴν Διονύσῳ δρώμενα ἐν νυκτὶ κατὰ ἔτος ἕκαστον οὐχ ὅσιον ἐς ἅπαντας ἦν μοι γράψαι.
この湖で毎年夜間にディオニュソスのために執り行われる儀式については、すべての人に対して書き記すことは、私にとって神聖を汚すことである。