§2.35.6τοῖς δὲ τὴν πομπὴν πέμπουσιν ἕπονται τελείαν ἐξ ἀγέλης βοῦν ἄγοντες διειλημμένην δεσμοῖς τε καὶ ὑβρίζουσαν ἔτι ὑπὸ ἀγριότητος.
この行列を進める人々に続いて、群れから連れてこられた、縄で縛られ野生さから未だ暴れまわっている、十分に育った雌牛を引いて来る者たちがいる。
ἐλάσαντες δὲ πρὸς τὸν ναὸν οἱ μὲν ἔσω φέρεσθαι τὴν βοῦν ἐς τὸ ἱερὸν ἀνῆκαν ἐκ τῶν δεσμῶν, ἕτεροι δὲ ἀναπεπταμένας ἔχοντες τέως τὰς θύρας, ἐπειδὰν τὴν βοῦν ἴδωσιν ἐντὸς τοῦ ναοῦ, προσέθεσαν τὰς θύρας.
神殿の近くまで追い立ててくると、一方の人々は雌牛を神殿の中へと駆け込ませるために縄から放ち、他方の人々はそれまで扉を広く開けておき、雌牛が神殿の内部に入ったのを見るやいなや、扉を閉めるのである。
§2.35.7τέσσαρες δὲ ἔνδον ὑπολειπόμεναι γρᾶες, αὗται τὴν βοῦν εἰσιν αἱ κατεργαζόμεναι·
内部に残されている四人の老婆が、この雌牛を屠る者たちである。
δρεπάνῳ γὰρ ἥτις ἂν τύχῃ τὴν φάρυγγα ὑπέτεμε τῆς βοός.
というのも、彼女たちのうちの誰であれ、最初に行き当たった者が大鎌で雌牛の喉を切り裂くからである。
μετὰ δὲ αἱ θύραι τε ἠνοίχθησαν καὶ προσελαύνουσιν οἷς ἐπιτέτακται βοῦν δευτέραν καὶ τρίτην ἐπὶ ταύτῃ καὶ ἄλλην τετάρτην.
その後、扉が開かれ、任務を課せられた者たちが、この牛に続いて第二、第三、そしてもう一頭、第四の雌牛を追い立ててくる。
κατεργάζονταί τε δὴ πάσας κατὰ ταὐτὰ αἱ γρᾶες καὶ τόδε ἄλλο πρόσκειται τῇ θυσίᾳ θαῦμα·
老婆たちは確かにすべての牛を同じ方法で屠るが、この犠牲式にはもう一つの不思議なことが伴っている。
ἐφʼ ἥντινα γὰρ ἂν πέσῃ τῶν πλευρῶν ἡ πρώτη βοῦς, ἀνάγκη πεσεῖν καὶ πάσας.
すなわち、最初の雌牛が左右どちらの脇腹を下にして倒れるにせよ、残りのすべての牛も必ずそちらを下にして倒れなければならないのである。
§2.35.8θυσία μὲν δρᾶται τοῖς Ἑρμιονεῦσι τὸν εἰρημένον τρόπον·
ヘルミオネ人たちにとって、犠牲式は述べられた方法で執り行われる。
πρὸ δὲ τοῦ ναοῦ γυναικῶν ἱερασαμένων τῇ Δήμητρι εἰκόνες ἑστήκασιν οὐ πολλαί, καὶ παρελθόντι ἔσω θρόνοι τέ εἰσιν, ἐφʼ ὧν αἱ γρᾶες ἀναμένουσιν ἐσελαθῆναι καθʼ ἑκάστην τῶν βοῶν, καὶ ἀγάλματα οὐκ ἄγαν ἀρχαῖα Ἀθηνᾶ καὶ Δημήτηρ.
神殿の前には、デメテルの女祭司を務めた女性たちの像が少しばかり立っており、内部に入った者にとっては、老婆たちが個々の雌牛が追い入れられるのを待つための座席があり、また、それほど古くはないアテナとデメテルの像がある。
αὐτὸ δὲ ὃ σέβουσιν ἐπὶ πλέον ἢ τἄλλα, ἐγὼ μὲν οὐκ εἶδον, οὐ μὴν οὐδὲ ἀνὴρ ἄλλος οὔτε ξένος οὔτε Ἑρμιονέων αὐτῶν·
しかし、彼らが他の何よりも崇敬している本尊そのものを、私は見たことがないし、異邦人であれヘルミオネ人自身であれ、他のいかなる男も見たことがない。
μόναι δὲ ὁποῖόν τί ἐστιν αἱ γρᾶες ἴστωσαν.
それがどのようなものであるかは、老婆たちだけが知っているがよい。
§2.35.9ἔστι δὲ καὶ ἄλλος ναός· εἰκόνες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν.
また別の神殿もあり、その周囲全体に像が立っている。
οὗτος ὁ ναός ἐστιν ἀπαντικρὺ τοῦ τῆς Χθονίας, καλεῖται δὲ Κλυμένου, καὶ τῷ Κλυμένῳ θύουσιν ἐνταῦθα.
この神殿はクトニアの神殿の真向かいにあり、クリュメノスの神殿と呼ばれ、彼らはここでクリュメノスに犠牲を捧げる。
Κλύμενον δὲ οὐκ ἄνδρα Ἀργεῖον ἐλθεῖν ἔγωγε ἐς Ἑρμιόνα ἡγοῦμαι, τοῦ θεοῦ δέ ἐστιν ἐπίκλησις, ὅντινα ἔχει λόγος βασιλέα ὑπὸ γῆν εἶναι.
私は、クリュメノスをヘルミオネへとやって来たアルゴス人の男だとは考えておらず、それは、地下の王であると伝承が伝える神の異名であると考えている。
§2.35.10παρὰ μὲν δὴ τοῦτόν ἐστιν ἄλλος ναὸς καὶ ἄγαλμα Ἄρεως, τοῦ δὲ τῆς Χθονίας ἐστὶν ἱεροῦ στοὰ κατὰ τὴν δεξιάν, Ἠχοῦς ὑπὸ τῶν ἐπιχωρίων καλουμένη·
この神殿の傍らには、確かにアレスの別の神殿と像がある。
φθεγξαμένῳ δὲ ἀνδρὶ τὰ ὀλίγιστα ἐς τρὶς ἀντιβοῆσαι πέφυκεν.
また、クトニアの聖域の右手には、地元の人々に「エコー」と呼ばれている柱廊があり、男が声を上げると、少なくとも三回は響き返す性質を持っている。
ὄπισθεν δὲ τοῦ ναοῦ τῆς Χθονίας χωρία ἐστὶν ἃ καλοῦσιν Ἑρμιονεῖς τὸ μὲν Κλυμένου, τὸ δὲ Πλούτωνος, τὸ τρίτον δὲ αὐτῶν λίμνην Ἀχερουσίαν.
クトニアの神殿の背後には、ヘルミオネ人たちが、一つはクリュメノスの場所、もう一つはプルトンの場所、そしてそれらの三番目をアケロンの湖と呼ぶ場所がある。
περιείργεται μὲν δὴ πάντα θριγκοῖς λίθων, ἐν δὲ τῷ τοῦ Κλυμένου καὶ γῆς χάσμα·
これらはすべて、石の胸壁で囲まれており、クリュメノスの場所には地割れもある。
διὰ τούτου δὲ Ἡρακλῆς ἀνῆγε τοῦ Ἅιδου τὸν κύνα κατὰ τὰ λεγόμενα ὑπὸ Ἑρμιονέων.
ヘルミオネ人たちに語られていることによれば、ヘラクレスはこの地割れを通ってハデスの犬を連れ上ったのである。
§2.35.11πρὸς δὲ τῇ πύλῃ, καθʼ ἣν ὁδὸς εὐθεῖά ἐστιν ἄγουσα ἐπὶ Μάσητα, Εἰλειθυίας ἐστὶν ἐντὸς τοῦ τείχους ἱερόν.
マセスへと通じる真っ直ぐな道がある門の近く、城壁の内側にエイレイテュイアの聖域がある。
ἄλλως μὲν δὴ κατὰ ἡμέραν ἑκάστην καὶ θυσίαις καὶ θυμιάμασι μεγάλως τὴν θεὸν ἱλάσκονται καὶ ἀναθήματα δίδοται πλεῖστα τῇ Εἰλειθυίᾳ·
普段は、毎日、犠牲と香によって大きく女神を宥め、非常に多くの捧げ物がエイレイテュイアに与えられている。
τὸ δὲ ἄγαλμα οὐδενὶ πλὴν εἰ μὴ ἄρα ταῖς ἱερείαις ἔστιν ἰδεῖν.
しかしその像は、もしかしたら女祭司たちを除けば、誰にも見ることは許されていない。