§2.36.1κατὰ δὲ τὴν ἐπὶ Μάσητα εὐθεῖαν προελθοῦσιν ἑπτά που σταδίους καὶ ἐς ἀριστερὰν ἐκτραπεῖσιν, ἐς Ἁλίκην ἐστὶν ὁδός.
For those who advance about seven stades along the straight road to Mases and turn to the left, there is a road to Halice.
ἡ δὲ Ἁλίκη τὰ μὲν ἐφʼ ἡμῶν ἐστιν ἔρημος, ᾠκεῖτο δὲ καὶ αὕτη ποτέ, καὶ Ἁλικῶν λόγος ἐν στήλαις ἐστὶ ταῖς Ἐπιδαυρίων αἳ τοῦ Ἀσκληπιοῦ τὰ ἰάματα ἐγγεγραμμένα ἔχουσιν· ἄλλο δὲ σύγγραμμα οὐδὲν οἶδα ἀξιόχρεων, ἔνθα ἢ πόλεως Ἁλίκης ἢ ἀνδρῶν ἐστιν Ἁλικῶν μνήμη.
Halice is deserted in our time, but it too was once inhabited, and there is mention of the Halicians on the tablets of the Epidaurians which have the cures of Asclepius inscribed on them; but I know of no other trustworthy writing where there is mention either of the city of Halice or of the Halician men.
ἔστι δʼ οὖν ὁδὸς καὶ ἐς ταύτην, τοῦ τε Πρωνὸς μέση καὶ ὄρους ἑτέρου Θόρνακος καλουμένου τὸ ἀρχαῖον· ἀπὸ δὲ τῆς Διὸς ἐς κόκκυγα τὸν ὄρνιθα ἀλλαγῆς λεγομένης ἐνταῦθα γενέσθαι μετονομασθῆναι τὸ ὄρος φασίν.
At any rate, there is a road also to this city, running between Pron and another mountain called Thornax of old; they say that the mountain was renamed because of the transformation of Zeus into the cuckoo bird, which is said to have occurred here.
§2.36.2ἱερὰ δὲ καὶ ἐς τόδε ἐπὶ ἄκρων τῶν ὀρῶν, ἐπὶ μὲν τῷ Κοκκυγίῳ Διός, ἐν δὲ τῷ Πρωνί ἐστιν Ἥρας·
Even to this day there are sanctuaries on the summits of the mountains, of Zeus on Coccygium, and of Hera on Pron.
καὶ τοῦ γε Κοκκυγίου πρὸς τοῖς πέρασι ναός ἐστι, θύραι δὲ οὐκ ἐφεστήκασιν οὐδὲ ὄροφον εἶχεν οὐδέ οἵ τι ἐνῆν ἄγαλμα· εἶναι δὲ ἐλέγετο ὁ ναὸς Ἀπόλλωνος.
And near the peak of Coccygium there is a temple, but no doors were set on it, nor did it have a roof, nor was there any image in it; and the temple was said to be of Apollo.
παρὰ δὲ αὐτὸν ὁδός ἐστιν ἐπὶ Μάσητα τοῖς ἐκτραπεῖσιν ἐκ τῆς εὐθείας.
Beside it is a road to Mases for those who have turned aside from the straight road.
Μάσητι δὲ οὔσῃ πόλει τὸ ἀρχαῖον, καθὰ καὶ Ὅμηρος ἐν Ἀργείων καταλόγῳ πεποίηκεν, ἐπινείῳ καθʼ ἡμᾶς ἐχρῶντο Ἑρμιονεῖς.
As for Mases, which was a city of old, just as Homer also has represented in the Catalogue of the Argives, the Hermionians in our time used it as a seaport.
§2.36.3ἀπὸ Μάσητος δὲ ὁδὸς ἐν δεξιᾷ ἐστιν ἐπὶ ἄκραν καλουμένην Στρουθοῦντα.
From Mases there is a road on the right to a cape called Struthus.
στάδιοι δὲ ἀπὸ τῆς ἄκρας ταύτης κατὰ τῶν ὀρῶν τὰς κορυφὰς πεντήκοντά εἰσι καὶ διακόσιοι ἐς Φιλανόριόν τε καλούμενον καὶ ἐπὶ Βολεούς· οἱ δὲ Βολεοὶ οὗτοι λίθων εἰσὶ σωροὶ λογάδων.
The distance from this cape along the ridges of the mountains is two hundred and fifty stades to a place called Philanorium and to Bolei; these Bolei are heaps of picked stones.
χωρίον δὲ ἕτερον, ὃ Διδύμους ὀνομάζουσι, στάδια εἴκοσιν αὐτόθεν ἀφέστηκεν· ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀπόλλωνος, ἔστι δὲ Ποσειδῶνος, ἐπὶ δὲ αὐτοῖς Δήμητρος, ἀγάλματα δὲ ὀρθὰ λίθου λευκοῦ.
Another place, which they name Didymi, is twenty stades distant from there; there is a temple of Apollo, and one of Poseidon, and besides these, one of Demeter, with standing statues of white stone.
§2.36.4τὸ δὲ ἐντεῦθέν ἐστιν Ἀργείων ἥ ποτε Ἀσιναία καλουμένη, καὶ Ἀσίνης ἐστὶν ἐρείπια ἐπὶ θαλάσσῃ.
From here on is the land of the Argives which was once called Asinaia, and there are ruins of Asine on the sea.
Λακεδαιμονίων δὲ καὶ τοῦ βασιλέως Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος ἐς τὴν Ἀργολίδα ἐσβαλόντων στρατιᾷ συνεσέβαλόν σφισιν οἱ Ἀσιναῖοι, καὶ ἐδῄωσαν σὺν ἐκείνοις τῶν Ἀργείων τὴν γῆν.
When the Lacedaemonians and their king Nicander, son of Charillus, son of Polydektes, son of Eunomus, son of Prytanis, son of Eurypontos, invaded Argolis with an army, the Asinaeans joined them in the invasion, and with them ravaged the land of the Argives.
ὡς δὲ ὁ στόλος τῶν Λακεδαιμονίων ἀπῆλθεν οἴκαδε, στρατεύουσιν ἐπὶ τὴν Ἀσίνην οἱ Ἀργεῖοι καὶ ὁ βασιλεὺς αὐτῶν Ἔρατος.
When the Lacedaemonian expedition returned home, the Argives and their king Eratus campaigned against Asine.
§2.36.5καὶ χρόνον μέν τινα ἀπὸ τοῦ τείχους ἠμύναντο οἱ Ἀσιναῖοι καὶ ἀποκτείνουσιν ἄλλους τε καὶ Λυσίστρατον ἐν τοῖς δοκιμωτάτοις ὄντα Ἀργείων· ἁλισκομένου δὲ τοῦ τείχους οὗτοι μὲν γυναῖκας ἐς τὰ πλοῖα ἐνθέμενοι καὶ παῖδας ἐκλείπουσι τὴν αὑτῶν, Ἀργεῖοι δὲ ἐς ἔδαφος καταβαλόντες τὴν Ἀσίνην καὶ τὴν γῆν προσορισάμενοι τῇ σφετέρᾳ Πυθαέως τε Ἀπόλλωνος ὑπελίποντο τὸ ἱερὸν—καὶ νῦν ἔτι δῆλόν ἐστι—καὶ τὸν Λυσίστρατον πρὸς αὐτῷ θάπτουσιν.
And for a certain time the Asinaeans defended themselves from the wall and killed, among others, Lysistratus, who was among the most prominent of the Argives; but when the wall was being taken, they put their women and children into boats and abandoned their own country, while the Argives razed Asine to the ground, added the land to their own, and left only the temple of Pythaeus Apollo—which is still visible even now—and they buried Lysistratus near it.
§2.36.6ἀπέχει δὲ Ἀργείων τῆς πόλεως τεσσαράκοντα καὶ οὐ πλείω στάδια ἡ κατὰ Λέρναν θάλασσα.
The sea at Lerna is forty stades, and no more, distant from the city of the Argives.
κατιόντων δὲ ἐς Λέρναν πρῶτον μὲν καθʼ ὁδόν ἐστιν ὁ Ἐρασῖνος, ἐκδίδωσι δὲ ἐς τὸν Φρίξον, ὁ Φρίξος δὲ ἐς τὴν θάλασσαν τὴν μεταξὺ Τημενίου καὶ Λέρνης.
As one goes down to Lerna, first on the road is the Erasinus, which empties into the Phrixus, and the Phrixus empties into the sea between Temenium and Lerna.
ἀπὸ δὲ Ἐρασίνου τραπεῖσιν ἐς ἀριστερὰ σταδίους ὅσον ὀκτώ, Διοσκούρων ἱερόν ἐστιν Ἀνάκτων· πεποίηται δέ σφισι κατὰ ταὐτὰ καὶ ἐν τῇ πόλει τὰ ξόανα.
Turning to the left from the Erasinus for about eight stades, there is a sanctuary of the Dioscuri Kings; their wooden images are made in the same manner as those in the city.
§2.36.7ἀναστρέψας δὲ ἐς τὴν εὐθεῖαν τόν τε Ἐρασῖνον διαβήσῃ καὶ ἐπὶ τὸν Χείμαρρον ποταμὸν ἀφίξῃ.
Having returned to the straight road, you will cross the Erasinus and arrive at the river Chimarrus.
πλησίον δὲ αὐτοῦ περίβολός ἐστι λίθων, καὶ τὸν Πλούτωνα ἁρπάσαντα ὡς λέγεται Κόρην τὴν Δήμητρος καταβῆναι ταύτῃ φασὶν ἐς τὴν ὑπόγεων νομιζομένην ἀρχήν.
Near it is an enclosure of stones, and they say that Pluto, having snatched Kore, the daughter of Demeter, descended here into his reputed subterranean kingdom.
ἡ δὲ Λέρνα ἐστίν, ὡς καὶ τὰ πρότερα ἔχει μοι τοῦ λόγου, πρὸς θαλάσσῃ, καὶ τελετὴν Λερναίᾳ ἄγουσιν ἐνταῦθα Δήμητρι.
Lerna is, as my account has already said before, by the sea, and they perform the Lernaean mystery-rite to Demeter there.
§2.36.8ἔστι δὲ ἄλσος ἱερὸν ἀρχόμενον μὲν ἀπὸ ὄρους ὃ καλοῦσι Ποντῖνον, τὸ δὲ ὄρος ὁ Ποντῖνος οὐκ ἐᾷ τὸ ὕδωρ ἀπορρεῖν τὸ ἐκ τοῦ θεοῦ, ἀλλὰ ἐς αὑτὸ καταδέχεται· ῥεῖ δὲ καὶ ποταμὸς ἀπʼ αὐτοῦ Ποντῖνος.
And there is a sacred grove beginning from a mountain which they call Pontinus; this mountain, Pontinus, does not allow the rain from heaven to flow away, but receives it into itself; and a river, Pontinus, also flows from it.
καὶ ἐπὶ κορυφῇ τοῦ ὄρους ἱερόν τε Ἀθηνᾶς Σαΐτιδος, ἐρείπια ἔτι μόνα, καὶ θεμέλια οἰκίας ἐστὶν Ἱππομέδοντος, ὃς Πολυνείκει τῷ Οἰδίποδος τιμωρήσων ἦλθεν ἐς Θήβας.
And on the summit of the mountain there is a sanctuary of Athena Saitis, now only in ruins, and the foundations of the house of Hippomedon, who went to Thebes to avenge Polyneices, the son of Oedipus.