Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.35.6-2.35.11

德墨忒尔祭牛仪式与周边圣所

第 98 段,共 465 段 · 希腊语

内容简介

文中详细描述了在德墨忒尔·克托尼亚神殿中,由四位老妇人依次宰杀四头母牛的独特祭祀仪式,并介绍了该神殿周边关于克吕墨诺斯、阿瑞斯及艾勒提亚圣所的地理分布与地方传说。

§2.35.6τοῖς δὲ τὴν πομπὴν πέμπουσιν ἕπονται τελείαν ἐξ ἀγέλης βοῦν ἄγοντες διειλημμένην δεσμοῖς τε καὶ ὑβρίζουσαν ἔτι ὑπὸ ἀγριότητος.
跟随游行队伍的是一些人,他们从牛群中牵来一头成年母牛,母牛被绳索束缚着,因野性未驯仍在挣扎。
ἐλάσαντες δὲ πρὸς τὸν ναὸν οἱ μὲν ἔσω φέρεσθαι τὴν βοῦν ἐς τὸ ἱερὸν ἀνῆκαν ἐκ τῶν δεσμῶν, ἕτεροι δὲ ἀναπεπταμένας ἔχοντες τέως τὰς θύρας, ἐπειδὰν τὴν βοῦν ἴδωσιν ἐντὸς τοῦ ναοῦ, προσέθεσαν τὰς θύρας.
当他们把母牛赶到神殿前时,一些人将母牛从绳索中释放出来,任其冲进圣所内部;而另一些人则一直敞开着大门,一旦看到母牛进入神殿内,便立刻关上大门。
§2.35.7τέσσαρες δὲ ἔνδον ὑπολειπόμεναι γρᾶες, αὗται τὴν βοῦν εἰσιν αἱ κατεργαζόμεναι· δρεπάνῳ γὰρ ἥτις ἂν τύχῃ τὴν φάρυγγα ὑπέτεμε τῆς βοός.
留在内部的四位老妇人,就是屠宰母牛的人;因为她们中无论谁碰巧上前,都会用大镰刀割断母牛的喉咙。
μετὰ δὲ αἱ θύραι τε ἠνοίχθησαν καὶ προσελαύνουσιν οἷς ἐπιτέτακται βοῦν δευτέραν καὶ τρίτην ἐπὶ ταύτῃ καὶ ἄλλην τετάρτην.
随后,大门被打开,奉命行事的人们便在这头牛之后赶进第二头和第三头,以及另一头第四头母牛。
κατεργάζονταί τε δὴ πάσας κατὰ ταὐτὰ αἱ γρᾶες καὶ τόδε ἄλλο πρόσκειται τῇ θυσίᾳ θαῦμα· ἐφʼ ἥντινα γὰρ ἂν πέσῃ τῶν πλευρῶν ἡ πρώτη βοῦς, ἀνάγκη πεσεῖν καὶ πάσας.
老妇人们确实以同样的方法屠宰所有的牛,而这次献祭还伴随着另一个奇迹:因为无论第一头母牛向哪一侧肋腹倒下,所有的母牛也必定都朝那一侧倒下。
§2.35.8θυσία μὲν δρᾶται τοῖς Ἑρμιονεῦσι τὸν εἰρημένον τρόπον·
对于赫米奥内人来说,献祭是按照所述的方式进行的。
πρὸ δὲ τοῦ ναοῦ γυναικῶν ἱερασαμένων τῇ Δήμητρι εἰκόνες ἑστήκασιν οὐ πολλαί, καὶ παρελθόντι ἔσω θρόνοι τέ εἰσιν, ἐφʼ ὧν αἱ γρᾶες ἀναμένουσιν ἐσελαθῆναι καθʼ ἑκάστην τῶν βοῶν, καὶ ἀγάλματα οὐκ ἄγαν ἀρχαῖα Ἀθηνᾶ καὶ Δημήτηρ.
神殿前立着几尊曾任德墨忒尔女祭司的妇女的雕像;对于走入内部的人来说,里面有几张座位,供老妇人们等待每一头母牛被赶入,还有并不算太古老的雅典娜和德墨忒尔的雕像。
αὐτὸ δὲ ὃ σέβουσιν ἐπὶ πλέον ἢ τἄλλα, ἐγὼ μὲν οὐκ εἶδον, οὐ μὴν οὐδὲ ἀνὴρ ἄλλος οὔτε ξένος οὔτε Ἑρμιονέων αὐτῶν· μόναι δὲ ὁποῖόν τί ἐστιν αἱ γρᾶες ἴστωσαν.
然而,至于他们比其他东西更为崇敬的神物本身,我未曾见过,也绝没有其他任何男人见过,无论是外邦人还是赫米奥内人自己;唯有老妇人们自己知道那究竟是什么样的事物。
§2.35.9ἔστι δὲ καὶ ἄλλος ναός· εἰκόνες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν.
还有另一座神殿,其周围都立着雕像。
οὗτος ὁ ναός ἐστιν ἀπαντικρὺ τοῦ τῆς Χθονίας, καλεῖται δὲ Κλυμένου, καὶ τῷ Κλυμένῳ θύουσιν ἐνταῦθα.
这座神殿正对着克托尼亚的神殿,被称为克吕墨诺斯神殿,他们在此向克吕墨诺斯献祭。
Κλύμενον δὲ οὐκ ἄνδρα Ἀργεῖον ἐλθεῖν ἔγωγε ἐς Ἑρμιόνα ἡγοῦμαι, τοῦ θεοῦ δέ ἐστιν ἐπίκλησις, ὅντινα ἔχει λόγος βασιλέα ὑπὸ γῆν εἶναι.
我个人并不认为克吕墨诺斯是一个来到赫米奥内的阿耳戈斯男子,而是那位传说中统治地下的神明的异名。
§2.35.10παρὰ μὲν δὴ τοῦτόν ἐστιν ἄλλος ναὸς καὶ ἄγαλμα Ἄρεως, τοῦ δὲ τῆς Χθονίας ἐστὶν ἱεροῦ στοὰ κατὰ τὴν δεξιάν, Ἠχοῦς ὑπὸ τῶν ἐπιχωρίων καλουμένη·
在这座神殿旁,确实还有另一座战神阿瑞斯的神殿和雕像。
φθεγξαμένῳ δὲ ἀνδρὶ τὰ ὀλίγιστα ἐς τρὶς ἀντιβοῆσαι πέφυκεν.
而在克托尼亚圣所的右侧有一座柱廊,被当地人称为“回音”;当有人发出声音时,它生来就会回响至少三次。
ὄπισθεν δὲ τοῦ ναοῦ τῆς Χθονίας χωρία ἐστὶν ἃ καλοῦσιν Ἑρμιονεῖς τὸ μὲν Κλυμένου, τὸ δὲ Πλούτωνος, τὸ τρίτον δὲ αὐτῶν λίμνην Ἀχερουσίαν.
在克托尼亚神殿的后方,有一些被赫米奥内人称为克吕墨诺斯之地、普路托之地,以及其中第三个被称为阿刻戎湖的地方。
περιείργεται μὲν δὴ πάντα θριγκοῖς λίθων, ἐν δὲ τῷ τοῦ Κλυμένου καὶ γῆς χάσμα· διὰ τούτου δὲ Ἡρακλῆς ἀνῆγε τοῦ Ἅιδου τὸν κύνα κατὰ τὰ λεγόμενα ὑπὸ Ἑρμιονέων.
所有这些地方确实都被石墙围住,而在克吕墨诺斯之地里还有一处地裂;根据赫米奥内人的传说,赫拉克勒斯就是通过这里将哈得斯的恶犬带上来的。
§2.35.11πρὸς δὲ τῇ πύλῃ, καθʼ ἣν ὁδὸς εὐθεῖά ἐστιν ἄγουσα ἐπὶ Μάσητα, Εἰλειθυίας ἐστὶν ἐντὸς τοῦ τείχους ἱερόν.
在通往马塞斯的直路所在的城门旁,城墙内有一座艾勒提亚的圣所。
ἄλλως μὲν δὴ κατὰ ἡμέραν ἑκάστην καὶ θυσίαις καὶ θυμιάμασι μεγάλως τὴν θεὸν ἱλάσκονται καὶ ἀναθήματα δίδοται πλεῖστα τῇ Εἰλειθυίᾳ· τὸ δὲ ἄγαλμα οὐδενὶ πλὴν εἰ μὴ ἄρα ταῖς ἱερείαις ἔστιν ἰδεῖν.
平时,他们每天都用献祭和香火极力安抚这位女神,并向艾勒提亚奉献极多的许愿物;然而,除了女祭司们之外,任何人都不得看见这尊神像。

词汇与语法注释

  1. 2.35.6ἔσω φέρεσθαι τὴν βοῦν ἐς τὸ ἱερὸν ἀνῆκαν — 不定式 φέρεσθαι 为中动语态,意为“让自己冲入”或“奔跑”。它作为主句动词 ἀνῆκαν(ἀνίημι 的不定过去时)的目的或结果不定式,意为“他们释放了母牛以使其冲入圣所内部”。
  2. 2.35.7ἥτις ἂν τύχῃ — 这是一个条件关系从句,关系代词 ἥτις 后接 ἄν + 虚拟式 τύχῃ。此处省略了 τυγχάνω 的补充分词(如表示“在近处”的 ἐγγὺς οὖσα 或表示“宰杀”的 τέμνουσα),用来表示普遍的惯常行为:“她们中无论谁碰巧上前(或着手)”。
  3. 2.35.8παρελθόντι — 这是 παρέρχομαι 的不定过去时主动分词阳性单数与格。此处的与格为“关系与格(dative of reference/relation)”,相当于一个条件从句(“若有人走入内部,对他而言就有……”),这是在旅行志等地理描写中经常作为条件表达使用的惯用法。
  4. 2.35.10τὰ ὀλίγιστα — 这是最高级形容词 ὀλίγιστος 的中性复数宾格,作副词性用法。起限定作用,意为“至少”(直译为“作为最少的数量”)。
  5. 2.35.11οὐδενὶ πλὴν εἰ μὴ ἄρα ταῖς ἱερείαις ἔστιν ἰδεῖν — 此句中,表示可能或非人称的动词 ἔστιν 与不定式 ἰδεῖν 以及与格主语 οὐδενὶ 结合,意为“对任何人而言都是不可见的(不被允许看见的)”。排除性表达 πλὴν εἰ μή(“除非”、“除……之外”)与语气词 ἄρα(“或许”、“大概”)连用,强调了除女祭司外任何人均无权观看该神像。

引用这一段

保萨尼亚斯, 希腊志 §2.35.6-2.35.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.35.6-2.35.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。