§2.35.1πλησίον δὲ αὐτοῦ Διονύσου ναὸς Μελαναίγιδος·
その近くには、黒い山羊皮をまとったディオニュソスの神殿がある。
τούτῳ μουσικῆς ἀγῶνα κατὰ ἔτος ἕκαστον ἄγουσι, καὶ ἁμίλλης κολύμβου καὶ πλοίων τιθέασιν ἆθλα·
この神のために彼らは毎年音楽の競技会を催し、また潜水と船の競漕の賞を設けている。
καὶ Ἀρτέμιδος ἐπίκλησιν Ἰφιγενείας ἐστὶν ἱερὸν καὶ Ποσειδῶν χαλκοῦς τὸν ἕτερον πόδα ἔχων ἐπὶ δελφῖνος.
そして、イフィゲネイアという異名を持つアルテミスの聖域があり、さらに、片方の足をイルカの上に乗せている青銅製のポセイドン像がある。
παρελθοῦσι δὲ ἐς τὸ τῆς Ἑστίας, ἄγαλμα μέν ἐστιν οὐδέν, βωμὸς δέ·
ヘスティアの聖域へと進み入る者にとっては、像は全くないが、祭壇がある。
§2.35.2καὶ ἐπʼ αὐτοῦ θύουσιν Ἑστίᾳ.
そしてその祭壇の上でヘスティアに犠牲を捧げる。
Ἀπόλλωνος δέ εἰσι ναοὶ τρεῖς καὶ ἀγάλματα τρία·
アポロンの神殿が3つ、像が3つある。
καὶ τῷ μὲν οὐκ ἔστιν ἐπίκλησις, τὸν δὲ Πυθαέα ὀνομάζουσι, καὶ Ὅριον τὸν τρίτον.
その一つには異名がなく、もう一つを彼らはピュタエウスと呼び、三番目をホリオスと呼ぶ。
τὸ μὲν δὴ τοῦ Πυθαέως ὄνομα μεμαθήκασι παρὰ Ἀργείων·
ピュタエウスという名前については、彼らはアルゴス人から学んだのである。
τούτοις γὰρ Ἑλλήνων πρώτοις ἀφικέσθαι Τελέσιλλά φησι τὸν Πυθαέα ἐς τὴν χώραν Ἀπόλλωνος παῖδα ὄντα·
というのも、テレシラが言うには、ギリシア人の中でアルゴス人たちの国へ、アポロンの子であるピュタエウスが最初にやって来たからである。
τὸν δὲ Ὅριον ἐφʼ ὅτῳ καλοῦσιν, σαφῶς μὲν οὐκ ἂν ἔχοιμι εἰπεῖν, τεκμαίρομαι δὲ περὶ γῆς ὅρων πολέμῳ σφᾶς ἢ δίκῃ νικήσαντας ἐπὶ τῷδε τιμὰς Ἀπόλλωνι Ὁρίῳ νεῖμαι.
しかし、なぜ彼らがアポロンをホリオスと呼ぶのかについては、私ははっきりとは言えないが、土地の境界をめぐって、彼らが戦争または裁判によって勝利を収めたので、そのためにホリオス・アポロンに栄誉を分け与えたのだと推測する。
§2.35.3τὸ δὲ ἱερὸν τῆς Τύχης νεώτατον μὲν λέγουσιν Ἑρμιονεῖς τῶν παρά σφισιν εἶναι, λίθου δὲ Παρίου κολοσσὸς ἕστηκεν.
テュケの聖域について、ヘルミオネ人たちは彼らのところにあるものの中で最も新しいものであると言っており、パロス島産の大理石でできた巨像が立っている。
κρήνας δὲ τὴν μὲν σφόδρα ἔχουσιν ἀρχαίαν, ἐς δὲ αὐτὴν οὐ φανερῶς τὸ ὕδωρ κάτεισιν, ἐπιλείποι δὲ οὐκ ἄν ποτε, οὐδʼ εἰ πάντες καταβάντες ὑδρεύοιντο ἐξ αὐτῆς·
また泉については、一方を彼らは非常に古いものとして持っており、そこへは水が目に見えない形で流れ下っているが、たとえ全員が下っていってそこから水を汲んだとしても、水が枯れることは決してないだろう。
τὴν δὲ ἐφʼ ἡμῶν πεποιήκασιν, ὄνομα δέ ἐστιν τῷ χωρίῳ Λειμών, ὅθεν ῥεῖ τὸ ὕδωρ ἐς αὐτήν.
もう一方の泉は我々の時代に彼らが作ったもので、その水が流れ込んでいる場所の名前はレイモンであり、そこから水がその泉へと流れている。
§2.35.4τὸ δὲ λόγου μάλιστα ἄξιον ἱερὸν Δήμητρός ἐστιν ἐπὶ τοῦ Πρωνός.
最も言及に値する聖域は、プロンの上にあるデメテルの聖域である。
τοῦτο τὸ ἱερὸν Ἑρμιονεῖς μὲν Κλύμενον Φορωνέως παῖδα καὶ ἀδελφὴν Κλυμένου Χθονίαν τοὺς ἱδρυσαμένους φασὶν εἶναι.
この聖域について、ヘルミオネ人たちは、フォロネウスの子クリュメノスと、クリュメノスの姉妹であるクトニアがそれを創建したのだと言っている。
Ἀργεῖοι δέ, ὅτε ἐς τὴν Ἀργολίδα ἦλθε Δημήτηρ, τότε Ἀθέραν μὲν λέγουσι καὶ Μύσιον ὡς ξενίαν παράσχοιεν τῇ θεῷ, Κολόνταν δὲ οὔτε οἴκῳ δέξασθαι τὴν θεὸν οὔτε ἀπονεῖμαί τι ἄλλο ἐς τιμήν·
しかしアルゴス人たちは、デメテルがアルゴリス地方に来たとき、アテラスとミュシオスはその女神にもてなしを提供したが、コロンタスは女神を家に迎え入れることもせず、敬意を表すための他のいかなるものも与えなかったと言う。
ταῦτα δὲ οὐ κατὰ γνώμην Χθονίᾳ τῇ θυγατρὶ ποιεῖν αὐτόν.
そして、彼がこれらのことをしたのは、娘のクトニアの意に反してであったと言う。
Κολόνταν μὲν οὖν φασιν ἀντὶ τούτων συγκαταπρησθῆναι τῇ οἰκίᾳ, Χθονίαν δὲ κομισθεῖσαν ἐς Ἑρμιόνα ὑπὸ Δήμητρος Ἑρμιονεῦσι ποιῆσαι τὸ ἱερόν.
そこで彼らは、コロンタスはこれらの行いの報いとして家とともに焼き尽くされたが、クトニアはデメテルによってヘルミオネへと連れて行かれ、ヘルミオネ人たちのためにこの聖域を築いたのだと言っている。
§2.35.5Χθονία δʼ οὖν ἡ θεός τε αὐτὴ καλεῖται καὶ Χθόνια ἑορτὴν κατὰ ἔτος ἄγουσιν ὥρᾳ θέρους, ἄγουσι δὲ οὕτως.
いずれにせよ、女神自身もクトニアと呼ばれており、彼らは毎年夏の季節にクトニアという祭りを執り行っており、次のように行う。
ἡγοῦνται μὲν αὐτοῖς τῆς πομπῆς οἵ τε ἱερεῖς τῶν θεῶν καὶ ὅσοι τὰς ἐπετείους ἀρχὰς ἔχουσιν, ἕπονται δὲ καὶ γυναῖκες καὶ ἄνδρες.
彼らのために行列を先導するのは、神々の神官たちと、年次の官職に就いている者たちであり、女性たちも男性たちもこれに続く。
τοῖς δὲ καὶ παισὶν ἔτι οὖσι καθέστηκεν ἤδη τὴν θεὸν τιμᾶν τῇ πομπῇ·
また、まだ子供である者たちにとっても、すでに行列によって女神を敬うことが定められている。
οὗτοι λευκὴν ἐσθῆτα καὶ ἐπὶ ταῖς κεφαλαῖς ἔχουσι στεφάνους.
彼らは白い衣を身にまとい、頭には花冠を載せている。
πλέκονται δὲ οἱ στέφανοί σφισιν ἐκ τοῦ ἄνθους ὃ καλοῦσιν οἱ ταύτῃ κοσμοσάνδαλον, ὑάκινθον ἐμοὶ δοκεῖν ὄντα καὶ μεγέθει καὶ χρόᾳ· ἔπεστι δέ οἱ καὶ τὰ ἐπὶ τῷ θρήνῳ γράμματα.
彼らの花冠は、その地の人々がコスモサンダロンと呼ぶ花で編まれており、それは私の見るところ、大きさといい色といいヒュアキントスであり、それには哀悼のための文字も刻まれている。