§2.28.1δράκοντες δὲ—οἱ λοιποὶ καὶ ἕτερον γένος—ἐς τὸ ξανθότερον ῥέποντες χρόας ἱεροὶ μὲν τοῦ Ἀσκληπιοῦ νομίζονται καὶ εἰσὶν ἀνθρώποις ἥμεροι, τρέφει δὲ μόνη σφᾶς ἡ τῶν Ἐπιδαυρίων γῆ.
一方、ヘビ(ドラコンテス)――残りのものであり別の種類に属し、体色が黄色みを帯びているもの――は、アスクレピオスの神聖な獣と見なされ、人間に対して従順であり、エピダウロスの地だけがこれらを育んでいる。
τὸ δὲ αὐτὸ εὑρίσκω καὶ ἄλλαις χώραις συμβεβηκός·
これと同じことが、他の国々にも起きているのを私は見出している。
Λιβύη μέν γε μόνη κροκοδείλους τρέφει χερσαίους διπήχεων οὐκ ἐλάσσονας, παρὰ δὲ Ἰνδῶν μόνων ἄλλα τε κομίζεται καὶ ὄρνιθες οἱ ψιττακοί.
例えば、リビアだけが2ペキスを下回らない大きさの陸生ワニを育んでおり、またインド人のところからだけ、他の様々なものとともに、オウムという鳥がもたらされる。
τοὺς δὲ ὄφεις οἱ Ἐπιδαύριοι τοὺς μεγάλους ἐς πλέον πηχῶν καὶ τριάκοντα προήκοντας, οἷοι παρά τε Ἰνδοῖς τρέφονται καὶ ἐν Λιβύῃ, ἄλλο δή τι γένος φασὶν εἶναι καὶ οὐ δράκοντας.
また、エピダウロス人は、インドやリビアで育っているような、30ペキス以上に達する巨大な蛇について、それはまったく別の種類であり、ヘビ(ドラコン)ではないと言っている。
§2.28.2ἐς δὲ τὸ ὄρος ἀνιοῦσι τὸ Κόρυφον, ἔστι καθʼ ὁδὸν Στρεπτῆς καλουμένης ἐλαίας φυτόν, αἰτίου τοῦ περιαγαγόντος τῇ χειρὶ Ἡρακλέους ἐς τοῦτο τὸ σχῆμα.
コリュポン山へと登って行く者たちにとって、その道の途中には『ねじれたオリーブ』と呼ばれるオリーブの木があるが、それはヘラクレスが自らの手でそれをこの形にねじ曲げたことに原因がある。
εἰ δὲ καὶ Ἀσιναίοις τοῖς ἐν τῇ Ἀργολίδι ἔθηκεν ὅρον τοῦτον, οὐκ ἂν ἔγωγε εἰδείην, ἐπεὶ μηδὲ ἑτέρωθι ἀναστάτου γενομένης χώρας τὸ σαφὲς ἔτι οἷόν τε τῶν ὅρων ἐξευρεῖν.
しかし、ヘラクレスがアルゴリスのアシネの人々にとってもこれを境界として定めたのかどうかについては、私にはわからない。 というのも、他の場所でも、土地が荒廃してしまった後には、もはや境界を明確に突き止めることは不可能だからである。
ἐπὶ δὲ τῇ ἄκρᾳ τοῦ ὄρους Κορυφαίας ἐστὶν ἱερὸν Ἀρτέμιδος, οὗ καὶ Τελέσιλλα ἐποιήσατο ἐν ᾄσματι μνήμην.
山の頂上にはコリュパイア(山の頂の)アルテミスの聖域があり、テレシラもその歌の中でこれに言及している。
§2.28.3κατιοῦσι δὲ ἐς τῶν Ἐπιδαυρίων τὴν πόλιν χωρίον ἐστὶ πεφυκυίας ἀγριελαίους ἔχον· Ὑρνήθιον δὲ καλοῦσι τὸ χωρίον.
エピダウロス人の市街へと下って行くと、野生のオリーブが自生している場所があり、人々はその場所をヒュルネティオンと呼んでいる。
τὰ δὲ ἐς αὐτό, ὡς Ἐπιδαύριοί τε λέγουσι καὶ εἰκὸς ἔχει, γράψω.
この場所に関する出来事を、エピダウロス人たちが語り、また信じるに足ると思われる通りに、私は記そう。
Κεῖσος καὶ οἱ λοιποὶ Τημένου παῖδες μάλιστα ᾔδεσαν Δηιφόντην λυπήσοντες, εἰ διαλῦσαί πως ἀπʼ αὐτοῦ τὴν Ὑρνηθὼ δυνηθεῖεν.
ケイソスとテメノスの他の子らは、もし何とかしてヒュルネトをデイポンテスから引き離すことができるなら、それによってデイポンテスを最も深く傷つけることができるということを、よく分かっていた。
ἀφίκοντο οὖν ἐς Ἐπίδαυρον Κερύνης καὶ Φάλκης·
そこでケリュネスとパルケスがエピダウロスへとやって来た。
Ἀγραίῳ γὰρ τῷ νεωτάτῳ τὰ ποιούμενα οὐκ ἤρεσκεν.
というのも、末っ子のアグライオスには、彼らの企てが気に入らなかったからである。
οὗτοι δὲ στήσαντες τὸ ἅρμα ὑπὸ τὸ τεῖχος κήρυκα ἀποστέλλουσι παρὰ τὴν ἀδελφήν, ἐλθεῖν δῆθεν ἐς λόγους αὐτῇ βουλόμενοι.
彼らは城壁の下に戦車を止めると、姉妹のもとへ伝令を派遣し、表向きは彼女と話し合いをしたいのだと伝えた。
§2.28.4ὡς δὲ ὑπήκουσε καλοῦσιν, ἐνταῦθα οἱ νεανίσκοι πολλὰ μὲν Δηιφόντου κατηγόρουν, πολλὰ δὲ αὐτὴν ἱκέτευον ἐκείνην ἐπανήκειν ἐς Ἄργος, ἄλλα τε ἐπαγγελλόμενοι καὶ ἀνδρὶ δώσειν αὐτὴν Δηιφόντου τὰ πάντα ἀμείνονι καὶ ἀνθρώπων πλειόνων καὶ γῆς ἄρχοντι εὐδαιμονεστέρας.
彼女が呼びかけに応じると、若者たちはデイポンテスを激しく非難し、彼女自身に対してはアルゴスに帰るようしきりに懇願した。 そして、あらゆる点でデイポンテスよりも優れ、より多くの人々、より豊かな土地を支配する夫に彼女を娶らせるなどと約束した。
Ὑρνηθὼ δὲ τοῖς λεχθεῖσιν ἀλγήσασα ἀπεδίδου σφίσι τὴν ἴσην, Δηιφόντην μὲν αὑτῇ τε ἄνδρα ἀρεστὸν εἶναι φήσασα καὶ Τημένῳ γενέσθαι γαμβρὸν οὐ μεμπτόν, ἐκείνοις δὲ Τημένου προσήκειν σφαγεῦσιν ὀνομάζεσθαι μᾶλλον ἢ παισίν.
しかしヒュルネトは、彼らの言葉に憤慨し、彼らに対して同等の反論を返した。 デイポンテスは自分にとって望ましい夫であり、テメノスにとっても非難の余地のない婿であったと述べ、彼らこそはテメノスの子と呼ばれるよりも、その殺害者と呼ばれる方がふさわしいと名指したのである。
§2.28.5καὶ τὴν μὲν οὐδὲν ἔτι ἀποκρινάμενοι συλλαμβάνουσιν, ἀναθέντες δὲ ἐς τὸ ἅρμα ἀπήλαυνον·
そして彼らは、彼女にもはや何も答えることなく彼女を捕らえ、戦車に乗せると急いで立ち去った。
Δηιφόντῃ δὲ ἀγγέλλει τις τῶν Ἐπιδαυρίων ὡς Κερύνης καὶ Φάλκης ἄγοντες οἴχοιντο ἄκουσαν Ὑρνηθώ.
エピダウロス人の一人がデイポンテスに、ケリュネスとパルケスがヒュルネトをその意に反して連れ去ったと知らせた。
ὁ δὲ αὐτός τε ὡς τάχους εἶχεν ἤμυνε καὶ οἱ Ἐπιδαύριοι πυνθανόμενοι προσεβοήθουν.
彼は自ら全速力で追いかけ、エピダウロス人たちもこの事を知って助けに馳せ参じた。
Δηιφόντης δὲ Κερύνην μὲν ὡς κατελάμβανεν ἀναιρεῖ βαλών, Φάλκην δὲ ἐχόμενον Ὑρνηθοῦς βαλεῖν μὲν ἔδεισε, μὴ ἁμαρτὼν γένοιτο αὐτῆς ἐκείνης φονεύς, συμπλακεὶς δὲ ἐπειρᾶτο ἀφαιρεῖσθαι.
デイポンテスは、ケリュネスに追いつくと、彼を射て殺した。 しかし、ヒュルネトの身体を掴んでいるパルケスに対しては、狙いを誤って彼女自身を殺してしまうことを恐れて射るのを躊躇し、組み伏せて奪い返そうとした。
Φάλκης δὲ ἀντεχόμενος καὶ ἕλκων βιαιότερον ἀπέκτεινεν ἔχουσαν ἐν γαστρί.
しかし、パルケスは頑なに掴んで激しく引っ張ったため、身重であった彼女を死に至らしめた。
§2.28.6καὶ ὁ μὲν συνείς, οἷα ἐς τὴν ἀδελφὴν ἐξειργασμένος ἔργα ἦν, ἤλαυνε τὸ ἅρμα ἀφειδέστερον, προλαβεῖν τῆς ὁδοῦ σπεύδων πρὶν ἢ πάντας ἐπʼ αὐτὸν συλλεχθῆναι τοὺς Ἐπιδαυρίους·
彼は自分が姉妹に対して仕出かした業の凄惨さを悟ると、すべてのエピダウロス人が彼を取り囲む前に道を先に入り込もうと焦り、戦車を容赦なく急がせた。
Δηιφόντης δὲ σὺν τοῖς παισίν—ἐγεγόνεσαν γὰρ καὶ παῖδες αὐτῷ πρότερον ἔτι υἱοὶ μὲν Ἀντιμένης καὶ Ξάνθιππός τε καὶ Ἀργεῖος, θυγάτηρ δὲ Ὀρσοβία· ταύτην Πάμφυλον τὸν Αἰγιμίου λέγουσιν ὕστερον γῆμαι· —τότε δὲ ἀναλαβόντες τὸν νεκρὸν τῆς Ὑρνηθοῦς κομίζουσιν ἐς τοῦτο τὸ χωρίον τὸ ἀνὰ χρόνον Ὑρνήθιον κληθέν.
一方、デイポンテスは子供たち――彼にはすでにそれ以前に子供たちが生まれており、息子のアンティメネス、クサンティッポス、アルゲイオス、そして娘のオルソビアがいたが、この娘は後にアイギミオスの子パンピュロスが娶ったと言われている――とともに、その時ヒュルネトの遺体を引き取って、後にヒュルネティオンと呼ばれることになったこの場所へと運んだ。
§2.28.7καί οἱ ποιήσαντες ἡρῷον τιμὰς καὶ ἄλλας δεδώκασι καὶ ἐπὶ τοῖς πεφυκόσιν ἐλαίοις, καὶ εἰ δή τι ἄλλο δένδρον ἔσω, καθέστηκε νόμος τὰ θραυόμενα μηδένα ἐς οἶκον φέρεσθαι μηδὲ χρᾶσθαί σφισιν ἐς μηδέν, κατὰ χώραν δʼ αὐτοῦ λείπουσιν ἱερὰ εἶναι τῆς Ὑρνηθοῦς.
そして彼女のためにヘーローオン(英雄堂)を建てて、他の様々な栄誉を授けた。 また、そこに自生しているオリーブや、もしその中に他の樹木があるならそれらについても、折れたり落ちたりした枝を誰も家に持ち帰ってはならず、いかなる用途にもそれらを用いてはならないという掟が確立されており、それらはヒュルネトの神聖なものとして、その場所にそのまま残されるのである。
§2.28.8οὐ πόρρω δὲ τῆς πόλεως Μελίσσης μνῆμά ἐστιν, ἣ Περιάνδρῳ συνῴκησε τῷ Κυψέλου, καὶ ἕτερον Προκλέους πατρὸς τῆς Μελίσσης.
市街からそう遠くないところに、キュプセロスの子ペリアンドロスの妻であったメリッサの墓があり、またメリッサの父プロクレスの墓も別にある。
ἐτυράννει δὲ καὶ οὗτος Ἐπιδαυρίων, καθὰ δὴ καὶ ὁ γαμβρός οἱ Περίανδρος Κορίνθου.
プロクレスもまた、彼の婿であるペリアンドロスがコリントスを支配したのとまったく同様に、エピダウロス人を支配していた(僭主であった)。