Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.28.1-2.28.8

阿斯克勒庇俄斯的圣蛇与许尔涅托的悲剧

第 86 段,共 465 段 · 希腊语

内容简介

记述了阿斯克勒庇俄斯的圣蛇与赫拉克勒斯折弯的“扭曲橄榄树”,并讲述了德伊丰特斯与妻子许尔涅托的悲剧故事以及围绕其圣域的当地法律。

§2.28.1δράκοντες δὲ—οἱ λοιποὶ καὶ ἕτερον γένος—ἐς τὸ ξανθότερον ῥέποντες χρόας ἱεροὶ μὲν τοῦ Ἀσκληπιοῦ νομίζονται καὶ εἰσὶν ἀνθρώποις ἥμεροι, τρέφει δὲ μόνη σφᾶς ἡ τῶν Ἐπιδαυρίων γῆ.
至于蛇——即属于另一种类的其余蛇类,其肤色偏向微黄——它们被认为是阿斯克勒庇俄斯的圣物,且对人温顺,唯有埃皮达夫里亚人的土地繁育它们。
τὸ δὲ αὐτὸ εὑρίσκω καὶ ἄλλαις χώραις συμβεβηκός· Λιβύη μέν γε μόνη κροκοδείλους τρέφει χερσαίους διπήχεων οὐκ ἐλάσσονας, παρὰ δὲ Ἰνδῶν μόνων ἄλλα τε κομίζεται καὶ ὄρνιθες οἱ ψιττακοί.
我发现同样的事情也发生在其他地方;例如,唯独利比亚繁育体长不小于两肘的陆生鳄鱼,也唯独从印度人那里,除了其他东西之外,还运来被称为鹦鹉的鸟类。
τοὺς δὲ ὄφεις οἱ Ἐπιδαύριοι τοὺς μεγάλους ἐς πλέον πηχῶν καὶ τριάκοντα προήκοντας, οἷοι παρά τε Ἰνδοῖς τρέφονται καὶ ἐν Λιβύῃ, ἄλλο δή τι γένος φασὶν εἶναι καὶ οὐ δράκοντας.
至于那些长达三十多肘的巨蛇,就像在印度和利比亚繁育的那样,埃皮达夫里亚人说它们是另一种完全不同的动物,而不是通常的蛇(ドラコン)。
§2.28.2ἐς δὲ τὸ ὄρος ἀνιοῦσι τὸ Κόρυφον, ἔστι καθʼ ὁδὸν Στρεπτῆς καλουμένης ἐλαίας φυτόν, αἰτίου τοῦ περιαγαγόντος τῇ χειρὶ Ἡρακλέους ἐς τοῦτο τὸ σχῆμα.
对于向着科吕蓬山攀登的人来说,路旁有一棵被称为“扭曲者”的橄榄树,其成因是赫拉克勒斯亲手将其折弯成这个形状。
εἰ δὲ καὶ Ἀσιναίοις τοῖς ἐν τῇ Ἀργολίδι ἔθηκεν ὅρον τοῦτον, οὐκ ἂν ἔγωγε εἰδείην, ἐπεὶ μηδὲ ἑτέρωθι ἀναστάτου γενομένης χώρας τὸ σαφὲς ἔτι οἷόν τε τῶν ὅρων ἐξευρεῖν.
至于赫拉克勒斯是否也为阿耳戈利斯的阿西奈人将此设立为边界,我却无从知晓,因为在其他地方,一旦土地遭到荒废,便再也无法明确探寻出其边界了。
ἐπὶ δὲ τῇ ἄκρᾳ τοῦ ὄρους Κορυφαίας ἐστὶν ἱερὸν Ἀρτέμιδος, οὗ καὶ Τελέσιλλα ἐποιήσατο ἐν ᾄσματι μνήμην.
在山顶上有一处“山顶”阿耳忒弥斯的神庙,忒勒西拉也在一首诗歌中提及了它。
§2.28.3κατιοῦσι δὲ ἐς τῶν Ἐπιδαυρίων τὴν πόλιν χωρίον ἐστὶ πεφυκυίας ἀγριελαίους ἔχον· Ὑρνήθιον δὲ καλοῦσι τὸ χωρίον.
往埃皮达夫里亚人的城邦下行,有一处长着野橄榄树的地方;他们称这个地方为许尔涅提翁。
τὰ δὲ ἐς αὐτό, ὡς Ἐπιδαύριοί τε λέγουσι καὶ εἰκὸς ἔχει, γράψω.
关于这个地方的事迹,我将按照埃皮达夫里亚人的说法以及合乎情理的推测来记述。
Κεῖσος καὶ οἱ λοιποὶ Τημένου παῖδες μάλιστα ᾔδεσαν Δηιφόντην λυπήσοντες, εἰ διαλῦσαί πως ἀπʼ αὐτοῦ τὴν Ὑρνηθὼ δυνηθεῖεν.
凯索斯以及忒墨诺斯的其他儿子们深知,如果他们能设法让许尔涅托与德伊폰테斯分离,那将是对德伊폰테斯最沉重的打击。
ἀφίκοντο οὖν ἐς Ἐπίδαυρον Κερύνης καὶ Φάλκης· Ἀγραίῳ γὰρ τῷ νεωτάτῳ τὰ ποιούμενα οὐκ ἤρεσκεν.
于是克吕涅斯和法尔克斯来到了埃皮达夫鲁斯;因为最小的阿格赖奥斯并不赞同他们的所作所为。
οὗτοι δὲ στήσαντες τὸ ἅρμα ὑπὸ τὸ τεῖχος κήρυκα ἀποστέλλουσι παρὰ τὴν ἀδελφήν, ἐλθεῖν δῆθεν ἐς λόγους αὐτῇ βουλόμενοι.
他们把战车停在城墙下,向他们的妹妹派去一名使者,声称想与她进行谈话。
§2.28.4ὡς δὲ ὑπήκουσε καλοῦσιν, ἐνταῦθα οἱ νεανίσκοι πολλὰ μὲν Δηιφόντου κατηγόρουν, πολλὰ δὲ αὐτὴν ἱκέτευον ἐκείνην ἐπανήκειν ἐς Ἄργος, ἄλλα τε ἐπαγγελλόμενοι καὶ ἀνδρὶ δώσειν αὐτὴν Δηιφόντου τὰ πάντα ἀμείνονι καὶ ἀνθρώπων πλειόνων καὶ γῆς ἄρχοντι εὐδαιμονεστέρας.
当她响应召唤前来时,这几个青年便在那里对德伊폰테斯进行了种种指责,并极力恳求她回到阿耳戈斯,此外还承诺,要把她嫁给一个在各方面都比德伊폰테斯更好、统治着更多人民和更富庶土地的丈夫。
Ὑρνηθὼ δὲ τοῖς λεχθεῖσιν ἀλγήσασα ἀπεδίδου σφίσι τὴν ἴσην, Δηιφόντην μὲν αὑτῇ τε ἄνδρα ἀρεστὸν εἶναι φήσασα καὶ Τημένῳ γενέσθαι γαμβρὸν οὐ μεμπτόν, ἐκείνοις δὲ Τημένου προσήκειν σφαγεῦσιν ὀνομάζεσθαι μᾶλλον ἢ παισίν.
但许尔涅托对这些话感到极其愤怒,回敬了他们同样的话,声明德伊폰테斯是令她满意的丈夫,也是忒墨诺斯无可挑剔的女婿,而他们,与其被称为忒墨诺斯的儿子,不如被称为他的弑杀者更为合适。
§2.28.5καὶ τὴν μὲν οὐδὲν ἔτι ἀποκρινάμενοι συλλαμβάνουσιν, ἀναθέντες δὲ ἐς τὸ ἅρμα ἀπήλαυνον· Δηιφόντῃ δὲ ἀγγέλλει τις τῶν Ἐπιδαυρίων ὡς Κερύνης καὶ Φάλκης ἄγοντες οἴχοιντο ἄκουσαν Ὑρνηθώ.
他们不再对她作任何回答,便将她抓住,放上战车驱车离去;但有一位埃皮达夫里亚人向德伊폰테斯报信,说克吕涅斯和法尔克斯违背许尔涅托的意愿将她强行带走了。
ὁ δὲ αὐτός τε ὡς τάχους εἶχεν ἤμυνε καὶ οἱ Ἐπιδαύριοι πυνθανόμενοι προσεβοήθουν.
他自己以最快的速度前去救援,埃皮达夫里亚人得知后也纷纷赶来协助。
Δηιφόντης δὲ Κερύνην μὲν ὡς κατελάμβανεν ἀναιρεῖ βαλών, Φάλκην δὲ ἐχόμενον Ὑρνηθοῦς βαλεῖν μὲν ἔδεισε, μὴ ἁμαρτὼν γένοιτο αὐτῆς ἐκείνης φονεύς, συμπλακεὶς δὲ ἐπειρᾶτο ἀφαιρεῖσθαι.
德伊폰테斯在追上他们时,投掷武器杀死了克吕涅斯;但他害怕向紧搂着许尔涅托的法尔克斯投射,唯恐失手而成为杀死许尔涅托本人的凶手,于是便贴身与之搏斗,企图将她抢夺回来。
Φάλκης δὲ ἀντεχόμενος καὶ ἕλκων βιαιότερον ἀπέκτεινεν ἔχουσαν ἐν γαστρί.
然而法尔克斯紧抓不放,更加猛烈地拉扯,致使怀有身孕的她死去了。
§2.28.6καὶ ὁ μὲν συνείς, οἷα ἐς τὴν ἀδελφὴν ἐξειργασμένος ἔργα ἦν, ἤλαυνε τὸ ἅρμα ἀφειδέστερον, προλαβεῖν τῆς ὁδοῦ σπεύδων πρὶν ἢ πάντας ἐπʼ αὐτὸν συλλεχθῆναι τοὺς Ἐπιδαυρίους·
法尔克斯意识到自己对妹妹做下了怎样的恶事,便更加不顾一切地驱赶战车,急于在所有的埃皮达夫里亚人聚集起来围攻他之前在路上占得先机。
Δηιφόντης δὲ σὺν τοῖς παισίν—ἐγεγόνεσαν γὰρ καὶ παῖδες αὐτῷ πρότερον ἔτι υἱοὶ μὲν Ἀντιμένης καὶ Ξάνθιππός τε καὶ Ἀργεῖος, θυγάτηρ δὲ Ὀρσοβία· ταύτην Πάμφυλον τὸν Αἰγιμίου λέγουσιν ὕστερον γῆμαι· —τότε δὲ ἀναλαβόντες τὸν νεκρὸν τῆς Ὑρνηθοῦς κομίζουσιν ἐς τοῦτο τὸ χωρίον τὸ ἀνὰ χρόνον Ὑρνήθιον κληθέν.
德伊폰테斯与他的孩子们——因为在这之前他已经有了孩子:儿子安提墨涅斯、克桑提波斯和阿耳戈斯,以及女儿奥尔索比亚,据说后来埃癸米奥斯之子潘菲洛斯娶了她——当时收敛了许尔涅托的遗体,将其运到了这个随着时间推移被称为许尔涅提翁的地方。
§2.28.7καί οἱ ποιήσαντες ἡρῷον τιμὰς καὶ ἄλλας δεδώκασι καὶ ἐπὶ τοῖς πεφυκόσιν ἐλαίοις, καὶ εἰ δή τι ἄλλο δένδρον ἔσω, καθέστηκε νόμος τὰ θραυόμενα μηδένα ἐς οἶκον φέρεσθαι μηδὲ χρᾶσθαί σφισιν ἐς μηδέν, κατὰ χώραν δʼ αὐτοῦ λείπουσιν ἱερὰ εἶναι τῆς Ὑρνηθοῦς.
他们为她建造了一座英雄冢,并赋予了她其他荣耀。 对于那里生长着的橄榄树,以及其中若有其他树木,都立有一条法律:任何人不得将折断的枝木带回家中,亦不得将其用于任何用途,而是将它们留在原处,作为属于许尔涅托的圣物。
§2.28.8οὐ πόρρω δὲ τῆς πόλεως Μελίσσης μνῆμά ἐστιν, ἣ Περιάνδρῳ συνῴκησε τῷ Κυψέλου, καὶ ἕτερον Προκλέους πατρὸς τῆς Μελίσσης.
离城不远的地方有梅丽莎的陵墓,她曾嫁给克普塞洛斯之子培里安德,还有另一座梅丽莎的父亲普罗克勒斯的陵墓。
ἐτυράννει δὲ καὶ οὗτος Ἐπιδαυρίων, καθὰ δὴ καὶ ὁ γαμβρός οἱ Περίανδρος Κορίνθου.
普罗克勒斯也曾统治埃皮达夫里亚人(作为僭主),正如同他的女婿培里安德统治科林斯一样。

词汇与语法注释

  1. §2.28.1δράκοντες δὲ—οἱ λοιποὶ καὶ ἕτερον γένος — 插入句“属于另一种类的其余蛇类”将阿斯克勒庇俄斯专属的圣蛇(δράκοντες)与下文提到的体长达三十多肘的巨蛇(ὄφεις)区分开来。只有前者对人类而言是温顺的(ἥμεροι)。
  2. §2.28.2αἰτίου τοῦ περιαγαγόντος τῇ χειρὶ Ἡρακλέους — 属格词 αἰτίου 是形容词 αἴτιος(起因的、有责任的)的阳性单数属格形式,与后文的 Ἡρακλέους(赫拉克勒斯的)作同格修饰,意为“由于亲手将树折弯成这个形状的赫拉克勒斯这一起因”。
  3. §2.28.3ᾔδεσαν Δηιφόντην λυπήσοντες — 动词 ᾔδεσαν(οἶδα的过去完成时,意为“他们知道”)带有名词性未来分词 λυπήσοντες 作为补足语,表示未来将要发生的动作或结果,意为“他们深知自己将会给德伊폰테斯带来痛苦”。
  4. §2.28.5ἐχόμενον Ὑρνηθοῦς — 中动语态分词 ἐχόμενον 支配属格 Ὑρνηθοῦς,表示“紧紧抓住许尔涅托”或“依附于许尔涅托”(ἔχομαι 接属格的惯用法)。

引用这一段

保萨尼亚斯, 希腊志 §2.28.1-2.28.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.28.1-2.28.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。