Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.27.1-2.27.7

エピダウロスのアスクレピオス聖域の諸施設

85 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、エピダウロスのアスクレピオス聖域に属する様々な施設、すなわち黄金象牙像、絵画で飾られた円堂(トロス)、治癒の碑文、ポリュクレイトス設計の劇場などを詳細に叙述し、さらにローマ議員アントニノスによる大規模な再建・建設活動についても報告している。

§2.27.1τὸ δὲ ἱερὸν ἄλσος τοῦ Ἀσκληπιοῦ περιέχουσιν ὅροι πανταχόθεν·
アスクレピオスの神聖な森は、四方を境界によって囲まれている。
οὐδὲ ἀποθνήσκουσιν ἄνθρωποι οὐδὲ τίκτουσιν αἱ γυναῖκές σφισιν ἐντὸς τοῦ περιβόλου, καθὰ καὶ ἐπὶ Δήλῳ τῇ νήσῳ τὸν αὐτὸν νόμον.
その囲いの内側では、人が死ぬことも、女が出産することも許されない。 それはデロス島において同じ法があるのと同様である。
τὰ δὲ θυόμενα, ἤν τέ τις Ἐπιδαυρίων αὐτῶν ἤν τε ξένος ὁ θύων ᾖ, καταναλίσκουσιν ἐντὸς τῶν ὅρων·
捧げられた犠牲は、エピダウロス人自身が捧げるにせよ、異邦人が捧げるにせよ、境界の内側で消費される。
τὸ δὲ αὐτὸ γινόμενον οἶδα καὶ ἐν Τιτάνῃ.
これと同じことがティタネでも行われているのを私は知っている。
§2.27.2τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα μεγέθει μὲν τοῦ Ἀθήνῃσιν Ὀλυμπίου Διὸς ἥμισυ ἀποδεῖ, πεποίηται δὲ ἐλέφαντος καὶ χρυσοῦ·
アスクレピオスの像は、大きさにおいてはアテナイのオリンピアのゼウス像の半分に満たないが、象牙と金で作られている。
μηνύει δὲ ἐπίγραμμα τὸν εἰργασμένον εἶναι Θρασυμήδην Ἀριγνώτου Πάριον.
銘文は、それを製作したのがアリグノトスの子でパロス出身のトラスメデスであることを示している。
κάθηται δὲ ἐπὶ θρόνου βακτηρίαν κρατῶν, τὴν δὲ ἑτέραν τῶν χειρῶν ὑπὲρ κεφαλῆς ἔχει τοῦ δράκοντος, καί οἱ καὶ κύων παρακατακείμενος πεποίηται.
彼は玉座に座り、杖を握り、もう一方の手を蛇の頭の上にかざしている。 また、彼のそばに横たわる犬も作られている。
τῷ θρόνῳ δὲ ἡρώων ἐπειργασμένα Ἀργείων ἐστὶν ἔργα, Βελλεροφόντου τὸ ἐς τὴν Χίμαιραν καὶ Περσεὺς ἀφελὼν τὴν Μεδούσης κεφαλήν.
玉座にはアルゴスの英雄たちの業績が浮き彫りにされており、キマイラに対するベレロポンテスの戦いと、メドゥサの首を切り落としたペルセウスが表されている。
τοῦ ναοῦ δέ ἐστι πέραν ἔνθα οἱ ἱκέται τοῦ θεοῦ καθεύδουσιν.
神殿の向かいには、神の嘆願者たちが眠る場所がある。
§2.27.3οἴκημα δὲ περιφερὲς λίθου λευκοῦ καλούμενον Θόλος ᾠκοδόμηται πλησίον, θέας ἄξιον·
近くには、白い石で作られた「トロス(円堂)」と呼ばれる円形の建物が建てられており、一見の価値がある。
ἐν δὲ αὐτῷ Παυσίου γράψαντος βέλη μὲν καὶ τόξον ἐστὶν ἀφεικὼς Ἔρως, λύραν δὲ ἀντʼ αὐτῶν ἀράμενος φέρει.
その内部には、パウシアスが描いた絵があり、エロスが弓と矢を放り出し、代わりに竪琴を手にして運んでいる。
γέγραπται δὲ ἐνταῦθα καὶ Μέθη, Παυσίου καὶ τοῦτο ἔργον, ἐξ ὑαλίνης φιάλης πίνουσα·
ここにはまた、同じくパウシアスの作品である、ガラスの杯から酒を飲む「メテ(酩酊)」も描かれている。
ἴδοις δὲ κἂν ἐν τῇ γραφῇ φιάλην τε ὑάλου καὶ διʼ αὐτῆς γυναικὸς πρόσωπον.
その絵の中には、ガラスの杯と、それを透かして見える女性の顔を見ることができるだろう。
στῆλαι δὲ εἱστήκεσαν ἐντὸς τοῦ περιβόλου τὸ μὲν ἀρχαῖον καὶ πλέονες, ἐπʼ ἐμοῦ δὲ ἓξ λοιπαί·
囲いの内側には、かつてはもっと多くの石碑が立っていたが、私の時代には6基が残るのみである。
ταύταις ἐγγεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν ἐστιν ὀνόματα ἀκεσθέντων ὑπὸ τοῦ Ἀσκληπιοῦ, προσέτι δὲ καὶ νόσημα ὅ τι ἕκαστος ἐνόσησε καὶ ὅπως ἰάθη·
これらには、アスクレピオスによって癒やされた男女の名前、さらにはそれぞれが患った病名と、どのようにして治療されたかが刻まれている。
§2.27.4γέγραπται δὲ φωνῇ τῇ Δωρίδι.
碑文はドリス方言で書かれている。
χωρὶς δὲ ἀπὸ τῶν ἄλλων ἐστὶν ἀρχαία στήλη· ἵππους δὲ Ἱππόλυτον ἀναθεῖναι τῷ θεῷ φησιν εἴκοσι.
他のものとは離れて、一本の古い石碑があり、それはヒッポリュトスが20頭の馬を神に奉納したと記している。
ταύτης τῆς στήλης τῷ ἐπιγράμματι ὁμολογοῦντα λέγουσιν Ἀρικιεῖς, ὡς τεθνεῶτα Ἱππόλυτον ἐκ τῶν Θησέως ἀρῶν ἀνέστησεν Ἀσκληπιός·
アリキアの人々は、この石碑の銘文と一致する話を語っている。 すなわち、テセウスの呪いによって死んだヒッポリュトスをアスクレピオスが蘇らせたということである。
ὁ δὲ ὡς αὖθις ἐβίω, οὐκ ἠξίου νέμειν τῷ πατρὶ συγγνώμην, ἀλλὰ ὑπεριδὼν τὰς δεήσεις ἐς Ἰταλίαν ἔρχεται παρὰ τοὺς Ἀρικιεῖς, καὶ ἐβασίλευσέ τε αὐτόθι καὶ ἀνῆκε τῇ Ἀρτέμιδι τέμενος, ἔνθα ἄχρι ἐμοῦ μονομαχίας ἆθλα ἦν καὶ ἱερᾶσθαι τῇ θεῷ τὸν νικῶντα·
再び生き返った彼は、父を許そうとはせず、その嘆願を無視してイタリアのアリキアの人々のもとへ赴き、そこで王となってアルテミスに聖域を捧げた。 そこでは、私の時代まで決闘による競い合いがあり、勝者が女神の神官となることになっていた。
ὁ δὲ ἀγὼν ἐλευθέρων μὲν προέκειτο οὐδενί, οἰκέταις δὲ ἀποδρᾶσι τοὺς δεσπότας.
その戦いは自由市民の誰にも開かれておらず、主人から逃亡した奴隷たちのためのものであった。
§2.27.5Ἐπιδαυρίοις δέ ἐστι θέατρον ἐν τῷ ἱερῷ μάλιστα ἐμοὶ δοκεῖν θέας ἄξιον·
エピダウロス人には聖域の中に劇場があり、これは私の考えでは最も見応えがあるものである。
τὰ μὲν γὰρ Ῥωμαίων πολὺ δή τι ὑπερῆρκε τῶν πανταχοῦ τῷ κόσμῳ, μεγέθει δὲ Ἀρκάδων τὸ ἐν Μεγάλῃ πόλει· ἁρμονίας δὲ ἢ κάλλους ἕνεκα ἀρχιτέκτων ποῖος ἐς ἅμιλλαν Πολυκλείτῳ γένοιτʼ ἂν ἀξιόχρεως;
なぜなら、ローマ人の劇場は装飾において世界中の他の場所のものをはるかに領駕しており、大きさにおいてはメガロポリスにあるアルカディア人の劇場が勝っているが、調和や美しさの点では、一体どこの建築家がポリュクレイトスと競い合うに足るだろうか。
Πολύκλειτος γὰρ καὶ θέατρον τοῦτο καὶ οἴκημα τὸ περιφερὲς ὁ ποιήσας ἦν.
ポリュクレイトスこそが、この劇場と例の円形の建物の両方を造った人物なのである。
ἐντὸς δὲ τοῦ ἄλσους ναός τέ ἐστιν Ἀρτέμιδος καὶ ἄγαλμα Ἠπιόνης καὶ Ἀφροδίτης ἱερὸν καὶ Θέμιδος καὶ στάδιον, οἷα Ἕλλησι τὰ πολλὰ γῆς χῶμα, καὶ κρήνη τῷ τε ὀρόφῳ καὶ κόσμῳ τῷ λοιπῷ θέας ἀξία.
聖林の内側には、アルテミスの神殿、エピオネの像、アプロディテの神殿、テミスの神殿があり、ギリシア人の多くがそうであるように土を盛り上げたスタディオン(競技場)や、屋根とその他の装飾において見応えのある泉がある。
§2.27.6ὁπόσα δὲ Ἀντωνῖνος ἀνὴρ τῆς συγκλήτου βουλῆς ἐφʼ ἡμῶν ἐποίησεν, ἔστι μὲν Ἀσκληπιοῦ λουτρόν, ἔστι δὲ ἱερὸν θεῶν οὓς Ἐπιδώτας ὀνομάζουσιν·
元老院議員であるアントニノスが私たちの時代に造ったすべてのものとしては、アスクレピオスの浴場があり、またエピドタイ(「恵みを与える神々」)と呼ばれる神々の神殿がある。
ἐποίησε δὲ καὶ Ὑγείᾳ ναὸν καὶ Ἀσκληπιῷ καὶ Ἀπόλλωνι ἐπίκλησιν Αἰγυπτίοις.
さらに彼は、ヒュギエイアの神殿と、エジプトの(という呼び名を持つ)アスクレピオスとアポロンの神殿も建てた。
καὶ ἦν γὰρ στοὰ καλουμένη Κότυος, καταρρυέντος δέ οἱ τοῦ ὀρόφου διέφθαρτο ἤδη πᾶσα ἅτε ὠμῆς τῆς πλίνθου ποιηθεῖσα·
また、コテュスと呼ばれる柱廊があったが、屋根が崩れ落ちて以来、日干し煉瓦で作られていたためにすでにすっかり朽ち果てていた。
ἀνῳκοδόμησε καὶ ταύτην.
彼はこれも再建した。
Ἐπιδαυρίων δὲ οἱ περὶ τὸ ἱερὸν μάλιστα ἐταλαιπώρουν, ὅτι μήτε αἱ γυναῖκες ἐν σκέπῃ σφίσιν ἔτικτον καὶ ἡ τελευτὴ τοῖς κάμνουσιν ὑπαίθριος ἐγίνετο·
エピダウロス人のうち聖域の周辺にいる人々はとりわけ苦しんでいた。 なぜなら、女性たちが屋根の下で出産することもできず、病人の最期が野天で行われていたからである。
ὁ δὲ καὶ ταῦτα ἐπανορθούμενος κατεσκευάσατο οἴκησιν·
彼はこの状況をも是正して建物を建設した。
ἐνταῦθα ἤδη καὶ ἀποθανεῖν ἀνθρώπῳ καὶ τεκεῖν γυναικὶ ὅσιον.
そこにおいては、今や人が死ぬことも女性が出産することも法に適ったこととなっている。
§2.27.7ὄρη δέ ἐστιν ὑπὲρ τὸ ἄλσος τό τε Τίτθιον καὶ ἕτερον ὀνομαζόμενον Κυνόρτιον, Μαλεάτου δὲ Ἀπόλλωνος ἱερὸν ἐν αὐτῷ.
聖林の上方には、ティッティオン山と、キュノルティオンと呼ばれるもう一つの山があり、その山にはマレアタス・アポロンの聖域がある。
τοῦτο μὲν δὴ τῶν ἀρχαίων· τὰ δὲ ἄλλα ὅσα περὶ τὸ ἱερὸν τοῦ Μαλεάτου καὶ ἔλυτρον κρήνης, ἐς ὃ τὸ ὕδωρ συλλέγεταί σφισι τὸ ἐκ τοῦ θεοῦ, Ἀντωνῖνος καὶ ταῦτα Ἐπιδαυρίοις ἐποίησεν.
これは古くからあるものであるが、マレアタスの聖域の周囲にある他のすべての施設や、神から彼らのために水が集まる泉の貯水槽も、アントニノスがエピダウロス人のために造ったのである。

語釈・文法注

  1. 2.27.1καθὰ καὶ ἐπὶ Δήλῳ τῇ νήσῳ τὸν αὐτὸν νόμον — 接続詞 `καθά`(〜と同様に)が導く節において動詞が省略され、対格の目的語 `τὸν αὐτὸν νόμον`(同じ法)のみが残されている。ここでは「〜という法を守っている、実施している」に相当する動詞(例えば `νομίζουσιν` や `κρατεῖν` のような表現)が文脈上省略されている。
  2. 2.27.3ἴδοις δὲ κἂν — `κἂν` は `καὶ ἄν` の縮約(crasis)である。不変化小辞 `ἄν` は2人称単数希求法 `ἴδοις` と結合して潜在的希求法(potential optative)「見ることができるだろう」を構成しており、`καί` は「実際に、〜でさえ」という強調の副詞的機能を持つ。
  3. 2.27.5μάλιστα ἐμοὶ δοκεῖν — 不定詞 `δοκεῖν` は、叙述を「私に思われる限りでは、私の考えでは」と限定する副詞的な役割を果たす絶対不定詞(infinitive absolute)である。与格の `ἐμοί` は、判断の主体を示すために添えられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.27.1-2.27.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.27.1-2.27.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。