§2.23.1ἐντεῦθεν ἐρχομένοις ὁδὸν καλουμένην Κοίλην ναός ἐστιν ἐν δεξιᾷ Διονύσου·
ここから「コイレ」と呼ばれる道を行く者たちにとって、右側にディオニュソスの神殿がある。
τὸ δὲ ἄγαλμα εἶναι λέγουσιν ἐξ Εὐβοίας.
神像はエウボイアから来たと人々は言っている。
συμβάσης γὰρ τοῖς Ἕλλησιν, ὡς ἐκομίζοντο ἐξ Ἰλίου, τῆς πρὸς τῷ Καφηρεῖ ναυαγίας, τοὺς δυνηθέντας ἐς τὴν γῆν διαφυγεῖν τῶν Ἀργείων ῥῖγός τε πιέζει καὶ λιμός.
というのも、ギリシア人たちがイリオンから帰還する際、カペレウス岬の近くで難破が起きた時、アルゴス人のうち陸地へ逃れることができた者たちを、寒さと飢えが襲ったからである。
εὐξαμένοις δὲ θεῶν τινα ἐν τοῖς παροῦσιν ἀπόροις γενέσθαι σωτῆρα, αὐτίκα ὡς προῄεσαν ἐφάνη σφίσι Διονύσου σπήλαιον, καὶ ἄγαλμα ἦν ἐν τῷ σπηλαίῳ τοῦ θεοῦ·
そして彼らが、現在の困難において神々のうちの誰かが救い主となってくれるよう祈ったところ、彼らが進むとすぐに、彼らの前にディオニュソスの洞窟が現れ、その洞窟の中には神の像があった。
τότε δὲ αἶγες ἄγριαι φεύγουσαι τὸν χειμῶνα ἐς αὐτὸ ἦσαν ἠθροισμέναι.
その時、嵐を避けて野生の山羊たちがその中に集まっていた。
ταύτας οἱ Ἀργεῖοι σφάξαντες τά τε κρέα ἐδείπνησαν καὶ δέρμασιν ἐχρήσαντο ἀντὶ ἐσθῆτος.
アルゴス人たちはこれらを屠り、その肉を食事とし、皮を衣服の代わりに用いた。
ἐπεὶ δὲ ὁ χειμὼν ἐπαύσατο καὶ ἐπισκευάσαντες τὰς ναῦς οἴκαδε ἐκομίζοντο, ἐπάγονται τὸ ἐκ τοῦ σπηλαίου ξόανον·
嵐がやみ、船を修理して故郷へと帰る際、彼らは洞窟から木像を持ち帰った。
§2.23.2καὶ διατελοῦσιν ἐς τόδε τιμῶντες ἔτι.
そして今に至るまで彼らはそれを崇拝し続けている。
τοῦ Διονύσου δὲ ἐγγυτάτω οἰκίαν ὄψει τὴν Ἀδράστου καὶ ἀπωτέρω ταύτης ἱερὸν Ἀμφιαράου καὶ τοῦ ἱεροῦ πέραν Ἐριφύλης μνῆμα.
ディオニュソスの神殿のすぐ近くに、アドラストスの家が見えるだろう。 それから少し離れたところにアンピアラオスの神殿があり、その神殿の向こうにはエリピュレの墓がある。
ἑξῆς δὲ τούτων ἐστὶν Ἀσκληπιοῦ τέμενος καὶ μετὰ ταῦτα ἱερὸν Βάτωνος.
これらに続いてアスクレピオスの聖域があり、その後にはバトンの神殿がある。
ἦν δὲ ὁ Βάτων γένους Ἀμφιαράῳ τοῦ αὐτοῦ τῶν Μελαμποδιδῶν καὶ ἐς μάχην ἐξιόντι ἡνιόχει τοὺς ἵππους·
バトンはアンピアラオスと同じメランプス一族の血筋であり、彼が戦いに出る時には馬車を駆った。
γενομένης δὲ τῆς τροπῆς ἀπὸ τοῦ Θηβαίων τείχους χάσμα γῆς Ἀμφιάραον καὶ τὸ ἅρμα ὑποδεξάμενον ἠφάνισεν ὁμοῦ καὶ τοῦτον τὸν Βάτωνα.
テーバイの城壁から敗走が始まった際、大地の裂け目がアンピアラオスと戦車を飲み込んで、このバトンをも一緒に消し去った。
§2.23.3ἐπανιόντι δὲ ἐκ τῆς Κοίλης Ὑρνηθοῦς τάφον λέγουσιν εἶναι.
コイレから戻る者にとって、ヒュルネトの墓があると言われている。
εἰ μὲν δὴ κενὸν καὶ ἄλλως ἐς μνήμην τῆς γυναικός, εἰκότα λέγουσιν·
もしそれが空の墓であり、単にその女性の記念のためのものであるなら、彼らの言うことはもっともである。
εἰ δὲ τῆς Ὑρνηθοῦς κεῖσθαι τὸν νεκρὸν νομίζουσιν ἐνταῦθα, ἐγὼ μέν σφισιν οὐ πείθομαι, πειθέσθω δὲ ὅστις τὰ Ἐπιδαυρίων οὐ πέπυσται.
しかし、もしヒュルネトの遺骸がここに横たわっていると彼らが考えているなら、私は彼らを信じない。 エピダウロス人たちの事情を耳にしたことがない者なら信じるがよい。
§2.23.4τὸ δʼ ἐπιφανέστατον Ἀργείοις τῶν Ἀσκληπιείων ἄγαλμα ἐφʼ ἡμῶν ἔχει καθήμενον Ἀσκληπιὸν λίθου λευκοῦ, καὶ παρʼ αὐτὸν ἕστηκεν Ὑγεία·
アルゴス人たちにとって最も有名なアスクレピオス神殿には、私たちの時代には、白い石で作られたアスクレピオスの座像があり、その傍らにはヒュギエイアが立っている。
κάθηνται δὲ καὶ οἱ ποιήσαντες τὰ ἀγάλματα Ξενόφιλος καὶ Στράτων.
また、これらの像を作ったゼノピロスとストラトンの像も座っている。
ἐξ ἀρχῆς δὲ ἱδρύσατο Σφῦρος τὸ ἱερόν, Μαχάονος μὲν υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος τοῦ παρὰ Σικυωνίοις ἐν Τιτάνῃ τιμὰς ἔχοντος.
最初この神殿を創建したのはスプュロスであり、彼はマカオンの息子であり、シキュオン人の土地のティタネで崇拝されているアレクサノルの兄弟である。
§2.23.5τῆς δὲ Ἀρτέμιδος τῆς Φεραίας—σέβουσι γὰρ καὶ Ἀργεῖοι Φεραίαν Ἄρτεμιν κατὰ ταὐτὰ Ἀθηναίοις καὶ Σικυωνίοις—τὸ ἄγαλμα καὶ οὗτοί φασιν ἐκ Φερῶν τῶν ἐν Θεσσαλίᾳ κομισθῆναι.
ペライア・アルテミスについていえば――アルゴス人たちも、アテナイ人やシキュオン人と同じようにペライア・アルテミスを崇拝しているのだが――その像はテッサリアのペライから運ばれたと彼らも言っている。
τάδε δὲ αὐτοῖς οὐχ ὁμολογῶ·
しかし、私はこれらの点について彼らに同意しない。
λέγουσι γὰρ Ἀργεῖοι Δηιανείρας ἐν Ἄργει μνῆμα εἶναι τῆς Οἰνέως τό τε Ἑλένου τοῦ Πριάμου, καὶ ἄγαλμα κεῖσθαι παρὰ σφίσιν Ἀθηνᾶς τὸ ἐκκομισθὲν ἐξ Ἰλίου καὶ ἁλῶναι ποιῆσαν Ἴλιον.
なぜならアルゴス人たちは、オイネウスの娘デイアネイラの墓がアルゴスにあると言い、またプリアモスの息子ヘレノスの墓もあると言い、さらにイリオンから持ち出され、イリオンを陥落させる原因となったアテナの像が彼らのもとに横たわっていると言うからである。
τὸ μὲν δὴ Παλλάδιον—καλεῖται γὰρ οὕτω—δῆλόν ἐστιν ἐς Ἰταλίαν κομισθὲν ὑπὸ Αἰνείου·
しかしパラジオス――というのも、その像はそう呼ばれているからだが――は、アイネイアスによってイタリアに運ばれたことが明らかである。
Δηιανείρᾳ δὲ τὴν τελευτὴν περὶ Τραχῖνα ἴσμεν καὶ οὐκ ἐν Ἄργει γενομένην, καὶ ἔστιν ὁ τάφος αὐτῇ πλησίον Ἡρακλείας τῆς ὑπὸ τῇ Οἴτῃ.
デイアネイラについては、彼女の死はトラキス周辺で起こり、アルゴスで起きたのではないことを私たちは知っており、彼女の墓はオイテ山麓のヘラクレイアの近くにあるからである。
§2.23.6τὰ δὲ ἐς Ἕλενον τὸν Πριάμου δεδήλωκεν ὁ λόγος ἤδη μοι, μετὰ Πύρρου τοῦ Ἀχιλλέως αὐτὸν ἐλθεῖν ἐς Ἤπειρον καὶ ἐπιτροπεῦσαί τε τοὺς Πύρρου παῖδας συνοικοῦντα Ἀνδρομάχῃ καὶ τὴν Κεστρίνην καλουμένην ἀπὸ Κεστρίνου τοῦ Ἑλένου λαβεῖν τὸ ὄνομα.
プリアモスの息子ヘレノスに関する事柄については、すでに私の記述が明らかにしているように、彼はアキレウスの息子ピュロスと共にエペイロスへ行き、アンドロマケと同居しながらピュロスの子らの後見人となり、ケストリネと呼ばれる地方はヘレノスの子ケストリノスにちなんでその名を得たのである。
οὐ μὴν οὐδὲ αὐτῶν λέληθεν Ἀργείων τοὺς ἐξηγητὰς ὅτι μὴ πάντα ἐπʼ ἀληθείᾳ λέγεταί σφισι, λέγουσι δὲ ὅμως·
実際、アルゴス人自身の解説者たちにとっても、自分たちの語ることがすべて真実に基づいているわけではないことは承知の上なのだが、それでも彼らは語るのである。
οὐ γάρ τι ἕτοιμον μεταπεῖσαι τοὺς πολλοὺς ἐναντία ὧν δοξάζουσιν.
なぜなら、多くの人々を、彼らが信じていることと反対の方向へ説得することは容易なことではないからである。
§2.23.7ἄλλα δέ ἐστιν Ἀργείοις θέας ἄξια·
アルゴスには他にも見る価値のあるものがある。
κατάγαιον οἰκοδόμημα, ἐπʼ αὐτῷ δὲ ἦν ὁ χαλκοῦς θάλαμος, ὃν Ἀκρίσιός ποτε ἐπὶ φρουρᾷ τῆς θυγατρὸς ἐποίησε·
地下の建造物であり、その上には、かつてアクリシオスが娘を幽閉するために作った青銅の部屋があった。
Περίλαος δὲ καθεῖλεν αὐτὸν τυραννήσας.
しかし、ペリラオスが僭主となった時にそれを解体した。
τοῦτό τε οὖν τὸ οἰκοδόμημά ἐστι καὶ Κροτώπου μνῆμα καὶ Διονύσου ναὸς Κρησίου.
したがって、この建造物と、クロトポスの墓、そして「クレシオス」と呼ばれるディオニュソスの神殿がある。
Περσεῖ γὰρ πολεμήσαντα αὐτὸν καὶ αὖθις ἐλθόντα ἐς λύσιν τοῦ ἔχθους τά τε ἄλλα τιμηθῆναι μεγάλως λέγουσιν ὑπὸ Ἀργείων καὶ τέμενός οἱ δοθῆναι τοῦτο ἐξαίρετον·
というのも、彼がペルセウスと戦い、のちに敵意を解くために戻って来た時、アルゴス人たちによって大いに敬意を払われ、とりわけこの聖域を彼に与えられたと言われているからである。
§2.23.8Κρησίου δὲ ὕστερον ὠνομάσθη, διότι Ἀριάδνην ἀποθανοῦσαν ἔθαψεν ἐνταῦθα.
のちに彼が「クレシオス」と名付けられたのは、亡くなったアリアドネをここに葬ったからである。
Λυκέας δὲ λέγει κατασκευαζομένου δεύτερον τοῦ ναοῦ κεραμέαν εὑρεθῆναι σορόν, εἶναι δὲ Ἀριάδνης αὐτήν·
リュケアスは、神殿が二度目に再建された際、粘土製の棺が発見され、それがアリアドネのものであったと言っている。
καὶ αὐτός τε καὶ ἄλλους Ἀργείων ἰδεῖν ἔφη τὴν σορόν.
そして彼自身も、他のアルゴス人たちもその棺を見たと語った。
πλησίον δὲ τοῦ Διονύσου καὶ Ἀφροδίτης ναός ἐστιν Οὐρανίας.
ディオニュソスの近くには、ウラニア・アプロディテの神殿もある。