§2.24.1τὴν δὲ ἀκρόπολιν Λάρισαν μὲν καλοῦσιν ἀπὸ τῆς Πελασγοῦ θυγατρός·
アクロポリスはペラスゴスの娘にちなんでラリサと呼ばれている。
ἀπὸ ταύτης δὲ καὶ δύο τῶν ἐν Θεσσαλίᾳ πόλεων, ἥ τε ἐπὶ θαλάσσῃ καὶ ἡ παρὰ τὸν Πηνειόν, ὠνομάσθησαν.
彼女にちなんで、テッサリアにある二つの都市、すなわち海辺のものとペネイオス川沿いのものも名付けられた。
ἀνιόντων δὲ ἐς τὴν ἀκρόπολιν ἔστι μὲν τῆς Ἀκραίας Ἥρας τὸ ἱερόν, ἔστι δὲ καὶ ναὸς Ἀπόλλωνος, ὃν Πυθαεὺς πρῶτος παραγενόμενος ἐκ Δελφῶν λέγεται ποιῆσαι.
アクロポリスへと登っていく者たちにとって、アクラアイア・ヘラの聖域があり、アポロンの神殿もある。 この神殿は、デルポイから最初にやって来たピュタエウスが建てたと言われている。
τὸ δὲ ἄγαλμα τὸ νῦν χαλκοῦν ἐστιν ὀρθόν, Δειραδιώτης Ἀπόλλων καλούμενος, ὅτι καὶ ὁ τόπος οὗτος καλεῖται Δειράς.
現在の像は青銅製の立像であり、「デイラディオテス」アポロンと呼ばれている。 なぜなら、この場所も「デイラス」と呼ばれているからである。
ἡ δέ οἱ μαντικὴ—μαντεύεται γὰρ ἔτι καὶ ἐς ἡμᾶς— καθέστηκε τρόπον τοῦτον.
この神の託宣は――私たちの時代にもまだ託宣が行われているのだが――次のような方法で確立されている。
γυνὴ μὲν προφητεύουσά ἐστιν, ἀνδρὸς εὐνῆς εἰργομένη·
一人の女性が託宣を告げる者であり、彼女は男の床を禁じられている。
θυομένης δὲ ἐν νυκτὶ ἀρνὸς κατὰ μῆνα ἕκαστον, γευσαμένη δὴ τοῦ αἵματος ἡ γυνὴ κάτοχος ἐκ τοῦ θεοῦ γίνεται.
毎月、夜間に雌の羊が犠牲として捧げられるが、その血を味わうと、その女性は神に取り憑かれた状態になる。
§2.24.2τοῦ Δειραδιώτου δὲ Ἀπόλλωνος ἔχεται μὲν ἱερὸν Ἀθηνᾶς Ὀξυδερκοῦς καλουμένης, Διομήδους ἀνάθημα, ὅτι οἱ μαχομένῳ ποτὲ ἐν Ἰλίῳ τὴν ἀχλὺν ἀφεῖλεν ἡ θεὸς ἀπὸ τῶν ὀφθαλμῶν·
「デイラディオテス」アポロンの神殿に隣接して、「オクシュデルケス」と呼ばれるアテナの聖域がある。 これはディオメデスの奉納物であり、かつて彼がイリオンで戦っていた際、女神が彼の両目から霧を取り除いたからである。
ἔχεται δὲ τὸ στάδιον, ἐν ᾧ τὸν ἀγῶνα τῷ Νεμείῳ Διὶ καὶ τὰ Ἡραῖα ἄγουσιν.
また競技場が隣接しており、そこではネメアのゼウスのための競技会とヘライアが催される。
ἐς δὲ τὴν ἀκρόπολιν ἰοῦσίν ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῶν Αἰγύπτου παίδων καὶ ταύτῃ μνῆμα.
アクロポリスへと行く者たちにとって、道の左側に、アイギュプトスの子らの墓がここにもある。
χωρὶς μὲν γὰρ ἀπὸ τῶν σωμάτων ἐνταῦθα αἱ κεφαλαί, χωρὶς δὲ ἐν Λέρνῃ σώματα τὰ λοιπά·
というのも、彼らの頭部が身体とは別にここにあり、残りの身体はレルネに別にあるからである。
ἐν Λέρνῃ γὰρ καὶ ὁ φόνος ἐξειργάσθη τῶν νεανίσκων, ἀποθανόντων δὲ ἀποτέμνουσιν αἱ γυναῖκες τὰς κεφαλὰς ἀπόδειξιν πρὸς τὸν πατέρα ὧν ἐτόλμησαν.
レルネにおいて若者たちの殺害が実行されたのであり、彼らが死ぬと、女たちは自分たちが敢行したことの証拠として父親に示すために、彼らの頭部を切り落としたのである。
§2.24.3ἐπʼ ἄκρᾳ δέ ἐστι τῇ Λαρίσῃ Διὸς ἐπίκλησιν Λαρισαίου ναός, οὐκ ἔχων ὄροφον·
ラリサの頂上には「ラリサイオス」と呼ばれるゼウスの神殿があるが、屋根がない。
τὸ δὲ ἄγαλμα ξύλου πεποιημένον οὐκέτι ἑστηκὸς ἦν ἐπὶ τῷ βάθρῳ.
木で作られた神像は、もはや台座の上に立っていなかった。
καὶ Ἀθηνᾶς δὲ ναός ἐστι θέας ἄξιος·
またアテナの神殿もあり、見る価値がある。
ἐνταῦθα ἀναθήματα κεῖται καὶ ἄλλα καὶ Ζεὺς ξόανον, δύο μὲν ᾗ πεφύκαμεν ἔχον ὀφθαλμούς, τρίτον δὲ ἐπὶ τοῦ μετώπου.
そこには様々な奉納物があるが、なかでもゼウスの木像があり、それは私たちが生まれつき持っているような二つの目を有し、三つ目の目を額の上に持っている。
τοῦτον τὸν Δία Πριάμῳ φασὶν εἶναι τῷ Λαομέδοντος πατρῷον ἐν ὑπαίθρῳ τῆς αὐλῆς ἱδρυμένον, καὶ ὅτε ἡλίσκετο ὑπὸ Ἑλλήνων Ἴλιον, ἐπὶ τούτου κατέφυγεν ὁ Πρίαμος τὸν βωμόν.
このゼウスの像は、ラオメドンの息子プリアモスにとっての中庭の野外に安置された祖霊の神像であり、ギリシア人によってイリオンが陥落した際、プリアモスはこの神の祭壇に逃れたと言われている。
ἐπεὶ δὲ τὰ λάφυρα ἐνέμοντο, λαμβάνει Σθένελος ὁ Καπανέως αὐτόν, καὶ ἀνάκειται μὲν διὰ τοῦτο ἐνταῦθα·
戦利品が分配されたとき、カパネウスの息子ステネロスがこれを手に入れ、そのためにこれがここに奉納されているのである。
§2.24.4τρεῖς δὲ ὀφθαλμοὺς ἔχειν ἐπὶ τῷδε ἄν τις τεκμαίροιτο αὐτόν.
彼が三つの目を持っている理由について、次のように推測することができるだろう。
Δία γὰρ ἐν οὐρανῷ βασιλεύειν, οὗτος μὲν λόγος κοινὸς πάντων ἐστὶν ἀνθρώπων.
ゼウスが天において支配しているということは、すべての人間にとって共通の説である。
ὃν δὲ ἄρχειν φασὶν ὑπὸ γῆς, ἔστιν ἔπος τῶν Ὁμήρου Δία ὀνομάζον καὶ τοῦτον·
また、地の下を支配していると言われる神について、ホメロスの詩にはこの神をもゼウスと呼んでいる箇所がある。
"
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
"地下のゼウスと、恐るべきペルセポネイア。
"
Αἰσχύλος δὲ ὁ Εὐφορίωνος καλεῖ Δία καὶ τὸν ἐν θαλάσσῃ.
"また、エウポリオンの息子アイスキュロスは、海の中の神をもゼウスと呼んでいる。
τρισὶν οὖν ὁρῶντα ἐποίησεν ὀφθαλμοῖς ὅστις δὴ ἦν ὁ ποιήσας, ἅτε ἐν ταῖς τρισὶ ταῖς λεγομέναις λήξεσιν ἄρχοντα τὸν αὐτὸν τοῦτον θεόν.
したがって、これを作ったのが誰であれ、この同じ神が世界のいわゆる三つの領域をすべて支配しているものとして、三つの目で見るように作ったのである。
§2.24.5ὁδοὶ δὲ ἐξ Ἄργους καὶ κατʼ ἄλλα εἰσὶ τῆς Πελοποννήσου καὶ πρὸς Ἀρκαδίας ἐπὶ Τεγέαν.
アルゴスからの道は、ペロポネソスの他の地方へも、またアルカディアの方向ではテゲアへも通じている。
ἐν δεξιᾷ δὲ ὄρος ἐστὶν ἡ Λυκώνη, δένδρα κυπαρίσσου μάλιστα ἔχουσα.
右側にはリュコネ山があり、主に糸杉の木が生えている。
ᾠκοδόμηται δὲ ἐπὶ κορυφῇ τοῦ ὄρους Ἀρτέμιδος Ὀρθίας ἱερόν, καὶ ἀγάλματα Ἀπόλλωνος καὶ Λητοῦς καὶ Ἀρτέμιδος πεποίηται λευκοῦ λίθου·
山の頂上にはオルティア・アルテミスの聖域が建てられており、アポロン、レト、アルテミスの像が白い石で作られている。
Πολυκλείτου δέ φασιν εἶναι ἔργα.
これらはポリュクレイトスの作品であると言われている。
καταβάντων δὲ ἐκ τοῦ ὄρους αὖθίς ἐστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου ναὸς Ἀρτέμιδος.
山から下りた者たちにとって、大通りの左側に再びアルテミスの神殿がある。
§2.24.6ὀλίγον δὲ ἀπωτέρω ἐν δεξιᾷ τῆς ὁδοῦ Χάον ἐστὶν ὄρος ὀνομαζόμενον, ὑπὸ δὲ αὐτῷ δένδρα πέφυκεν ἥμερα καὶ ἄνεισι τοῦ Ἐρασίνου φανερὸν ἐνταῦθα δὴ τὸ ὕδωρ·
少し離れた道路の右側には、カオンと呼ばれる山があり、その下には栽培された木々が生えており、まさにここにエラシノス川の水が地上に現れる。
τέως δὲ ἐκ Στυμφάλου ῥεῖ τῆς Ἀρκάδων ὥσπερ ἐξ Εὐρίπου κατὰ Ἐλευσῖνα καὶ τὴν ταύτῃ θάλασσαν οἱ Ῥειτοί.
それまでは、アルカディアのスティムパロスから流れてくるのである。 それはちょうど、エウリポスからエレウシスとそこにある海へと、レイトイが流れるのと同様である。
πρὸς δὲ τοῦ Ἐρασίνου ταῖς κατὰ τὸ ὄρος ἐκβολαῖς Διονύσῳ καὶ Πανὶ θύουσι, τῷ Διονύσῳ δὲ καὶ ἑορτὴν ἄγουσι καλουμένην Τύρβην.
この山のふもとにあるエラシノス川の湧出口の近くで、人々はディオニュソスとパンに犠牲を捧げ、ディオニュソスのためには「テュルベ」と呼ばれる祭りをも催す。
§2.24.7ἐπανελθοῦσι δὲ ἐς τὴν ἐπὶ Τεγέας ὁδόν ἐστιν ἐν δεξιᾷ τοῦ ὀνομαζομένου Τρόχου Κεγχρεαί.
テゲアへの道に戻った者たちにとって、「トロコス」と呼ばれる場所の右側に、ケンクレアイがある。
τὸ δὲ ὄνομα ἐφʼ ὅτῳ τῷ χωρίῳ γέγονεν, οὐ λέγουσι, πλὴν εἰ μὴ καὶ τοῦτο ἄρα ὠνομάσθη διὰ τὸν Πειρήνης παῖδα Κεγχρίαν.
この場所になぜその名がついたのかについて彼らは語らないが、ひょっとするとこれもペイレネの息子ケンクリアスにちなんで名付けられたのかもしれない。
καὶ πολυάνδρια ἐνταῦθά ἐστιν Ἀργείων νικησάντων μάχῃ Λακεδαιμονίους περὶ Ὑσιάς.
そしてここには、ヒュシアイの近くの戦いでラケダイモン人に勝利したアルゴス人たちの共同墓地がある。
τὸν δὲ ἀγῶνα τοῦτον συμβάντα εὕρισκον Ἀθηναίοις ἄρχοντος Πεισιστράτου, τετάρτῳ δὲ ἔτει τῆς ἑβδόμης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἣν Εὐρύβοτος Ἀθηναῖος ἐνίκα στάδιον.
私は、この戦いがアテナイでペイシストラトスがアルコンであった時、すなわちアテナイ人のエウリュボトスが短距離競走で優勝した第27回オリンピアードの第4年に起きたことを(調べて)見出した。
καταβάντος δὲ ἐς τὸ χθαμαλώτερον ἐρείπια Ὑσιῶν ἐστι πόλεώς ποτε ἐν τῇ Ἀργολίδι, καὶ τὸ πταῖσμα Λακεδαιμονίοις ἐνταῦθα γενέσθαι λέγουσιν.
より低い場所へと下りていく者にとって、かつてアルゴリスにあった都市ヒュシアイの遺跡があり、ラケダイモン人たちの敗北がここで起きたと人々は言っている。