§2.16.1Ἄργος δὲ Φορωνέως θυγατριδοῦς βασιλεύσας μετὰ Φορωνέα ὠνόμασεν ἀφʼ αὑτοῦ τὴν χώραν.
フォロネウスの外孫であるアルゴスは、フォロネウスの後に王となると、自分の名にちなんでこの土地を命名した。
Ἄργου δὲ Πείρασος γίνεται καὶ Φόρβας, Φόρβαντος δὲ Τριόπας, Τριόπα δὲ Ἴασος καὶ Ἀγήνωρ.
アルゴスからはペイラソスとフォルバスが生まれ、フォルバスからはトリオパスが、トリオパスからはイアソスとアゲノルが生まれた。
Ἰὼ μὲν οὖν Ἰάσου θυγάτηρ, εἴτε ὡς Ἡρόδοτος ἔγραψεν εἴτε καθʼ ὃ λέγουσιν Ἕλληνες, ἐς Αἴγυπτον ἀφικνεῖται Κρότωπος δὲ ὁ Ἀγήνορος ἔσχε μετὰ Ἴασον τὴν ἀρχήν, Κροτώπου δὲ Σθενέλας γίνεται, Δαναὸς δʼ ἀπʼ Αἰγύπτου πλεύσας ἐπὶ Γελάνορα τὸν Σθενέλα τοὺς ἀπογόνους τοὺς Ἀγήνορος βασιλείας ἔπαυσεν.
さて、イアソスの娘イオは、ヘロドトスが書いた通りであれ、ギリシア人たちが言う通りであれ、エジプトへと至る。 アゲノルの子クロトポスはイアソスの後に支配権を握り、クロトポスからはステネラスが生まれたが、エジプトから船でやって来たダナオスが、ステネラスの子ゲラノルに対して、アゲノルの子孫たちの王権を終わらせた。
τὰ δὲ ἀπὸ τούτου καὶ οἱ πάντες ὁμοίως ἴσασι, θυγατέρων τῶν Δαναοῦ τὸ ἐς τοὺς ἀνεψιοὺς τόλμημα καὶ ὡς ἀποθανόντος Δαναοῦ τὴν ἀρχὴν Λυγκεὺς ἔσχεν.
これ以降のことについては誰もが等しく知っている。 すなわち、ダナオスの娘たちのいとこたちに対する凶行と、ダナオスの死後にリュンケウスが支配権を握ったことである。
§2.16.2οἱ δὲ Ἄβαντος τοῦ Λυγκέως παῖδες τὴν βασιλείαν ἐνείμαντο, καὶ Ἀκρίσιος μὲν αὐτοῦ κατέμεινεν ἐν τῷ Ἄργει, Προῖτος δὲ τὸ Ἡραῖον καὶ Μιδείαν καὶ Τίρυνθα ἔσχε καὶ ὅσα πρὸς θαλάσσῃ τῆς Ἀργείας·
リュンケウスの子アバスの息子たちは王権を分割し、アクリシオスはアルゴスの地に留まったが、プロイトスはヘライオンとミデイアとティリュンス、およびアルゴリスの海辺の全地域を手に入れた。
σημεῖά τε τῆς ἐν Τίρυνθι οἰκήσεως Προίτου καὶ ἐς τόδε λείπεται.
ティリュンスにおけるプロイトスの居住の跡は、今日まで残されている。
χρόνῳ δὲ ὕστερον Ἀκρίσιος Περσέα αὐτόν τε περιεῖναι πυνθανόμενος καὶ ἔργα ἀποδείκνυσθαι, ἐς Λάρισαν ἀπεχώρησε τὴν ἐπὶ τῷ Πηνειῷ.
のちに、アクリシオスはペルセウス自身が生き延びており、また功績を立てていることを知ると、ペネイオス川沿いのラリサへと退いた。
Περσεὺς δὲ—ἰδεῖν γὰρ πάντως ἤθελε τὸν γονέα τῆς μητρὸς καὶ λόγοις τε χρηστοῖς καὶ ἔργοις δεξιώσασθαι—ἔρχεται παρʼ αὐτὸν ἐς τὴν Λάρισαν·
ペルセウスは、何としても母の父にまみえ、親切な言葉と行動で迎え入れたいと願っていたので、ラリサの彼のところへと赴いた。
καὶ ὁ μὲν οἷα ἡλικίᾳ τε ἀκμάζων καὶ τοῦ δίσκου χαίρων τῷ εὑρήματι ἐπεδείκνυτο ἐς ἅπαντας, Ἀκρίσιος δὲ λανθάνει κατὰ δαίμονα ὑποπεσὼν τοῦ δίσκου τῇ ὁρμῇ.
ペルセウスは、若さの全盛期にあり、円盤投げという自らの発明を楽しんで、皆の前で腕前を披露していたが、アクリシオスは、不運な巡り合わせによって、不意にその円盤の軌道に入り込んでしまった。
§2.16.3καὶ Ἀκρισίῳ μὲν ἡ πρόρρησις τοῦ θεοῦ τέλος ἔσχεν, οὐδὲ ἀπέτρεψέν οἱ τὸ χρεὼν τὰ ἐς τὴν παῖδα καὶ τὸν θυγατριδοῦν παρευρήματα·
こうしてアクリシオスに対する神の神託は成就し、娘や外孫に対するいかなる予防策も、彼に定められた運命を逸らせることはなかった。
Περσεὺς δὲ ὡς ἀνέστρεψεν ἐς Ἄργος—ᾐσχύνετο γὰρ τοῦ φόνου τῇ φήμῃ—, Μεγαπένθην τὸν Προίτου πείθει οἱ τὴν ἀρχὴν ἀντιδοῦναι, παραλαβὼν δὲ αὐτὸς τὴν ἐκείνου Μυκήνας κτίζει.
ペルセウスはアルゴスに帰還したが、殺害の悪評を恥じたため、プロイトスの子メガペンテスを説得して、支配権を互いに交換させ、自らは彼の支配地を受け継いでミュケナイを創建した。
τοῦ ξίφους γὰρ ἐνταῦθα ἐξέπεσεν ὁ μύκης αὐτῷ, καὶ τὸ σημεῖον ἐς οἰκισμὸν ἐνόμιζε συμβῆναι πόλεως.
その地で彼の剣の鞘尻が抜け落ち、彼はこの兆候を都市の創建に適合するものと考えたからである。
ἤκουσα δὲ καὶ ὡς διψῶντι ἐπῆλθεν ἀνελέσθαι οἱ μύκητα ἐκ τῆς γῆς, ῥυέντος δὲ ὕδατος πιὼν καὶ ἡσθεὶς Μυκήνας ἔθετο τὸ ὄνομα τῷ χωρίῳ.
また私は次のようにも聞いた。 喉が渇いたペルセウスが、地面からキノコを引き抜く考えを起こし、そこから水が流れ出たので、それを飲んで喜び、その地にミュケナイという名前を与えたのだと。
§2.16.4Ὅμηρος δὲ ἐν Ὀδυσσείᾳ γυναικὸς Μυκήνης ἐν ἔπει τῷδε ἐμνήσθη
"
Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη.
ホメロスは『オデュッセイア』において、次の詩行で女性ミュケネに言及している。 "テュロとアルクメネ、そして美しき冠を戴くミュケネ。
"
ταύτην εἶναι θυγατέρα Ἰνάχου γυναῖκα δὲ Ἀρέστορος τὰ ἔπη λέγει, ἃ δὴ Ἕλληνες καλοῦσιν Ἠοίας μεγάλας· ἀπὸ ταύτης οὖν γεγονέναι καὶ τὸ ὄνομα τῇ πόλει φασίν.
"この女性はイナコスの娘でありアレストルの妻であると、ギリシア人が『大ヘオイアイ』と呼ぶ詩篇は伝えており、それゆえに彼女から都市の名前も生まれたのだと人々は言っている。
ὃν δὲ προσποιοῦσιν Ἀκουσιλάῳ λόγον, Μυκηνέα υἱὸν εἶναι Σπάρτωνος, Σπάρτωνα δὲ Φορωνέως, οὐκ ἂν ἔγωγε ἀποδεξαίμην, διότι μηδὲ αὐτοὶ Λακεδαιμόνιοι.
しかし、アクシラオスに帰せられている説、すなわちミュケネウスはスパルトンの子であり、スパルトンはフォロネウスの子であるという説を、私は決して受け入れない。 なぜならラケダイモン人自身もそれを認めていないからである。
Λακεδαιμονίοις γὰρ Σπάρτης μὲν γυναικὸς εἰκών ἐστιν ἐν Ἀμύκλαις, Σπάρτωνα δὲ Φορωνέως παῖδα θαυμάζοιεν ἂν καὶ ἀρχὴν ἀκούσαντες.
事実、ラケダイモン人にとって、スパルタという女性の像はアミュクライにあるが、フォロネウスの子としてのスパルトンについては、そもそも耳にするだけでも驚くことだろう。
§2.16.5Μυκήνας δὲ Ἀργεῖοι καθεῖλον ὑπὸ ζηλοτυπίας.
アルゴス人は嫉妬からミュケナイを破壊した。
ἡσυχαζόντων γὰρ τῶν Ἀργείων κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, Μυκηναῖοι πέμπουσιν ἐς Θερμοπύλας ὀγδοήκοντα ἄνδρας, οἳ Λακεδαιμονίοις μετέσχον τοῦ ἔργου·
メディア人の侵攻の際、アルゴス人が静観していたのに対し、ミュケナイ人はテルモピュライに八十人の男を送り、ラケダイモン人たちとともに戦いに加わった。
τοῦτο ἤνεγκεν ὄλεθρόν σφισι τὸ φιλοτίμημα παροξῦναν Ἀργείους.
この名誉を重んじる姿勢がアルゴス人を憤慨させ、彼らに破滅をもたらしたのである。
λείπεται δὲ ὅμως ἔτι καὶ ἄλλα τοῦ περιβόλου καὶ ἡ πύλη, λέοντες δὲ ἐφεστήκασιν αὐτῇ·
それでもなお、城壁の一部や門は今も残されており、その門にはライオンの像が立っている。
Κυκλώπων δὲ καὶ ταῦτα ἔργα εἶναι λέγουσιν, οἳ Προίτῳ τὸ τεῖχος ἐποίησαν ἐν Τίρυνθι.
これらもまた、ティリュンスにおいてプロイトスのために城壁を築いたキュクロプスたちの作であると言われている。
§2.16.6Μυκηνῶν δὲ ἐν τοῖς ἐρειπίοις κρήνη τέ ἐστι καλουμένη Περσεία καὶ Ἀτρέως καὶ τῶν παίδων ὑπόγαια οἰκοδομήματα, ἔνθα οἱ θησαυροί σφισι τῶν χρημάτων ἦσαν.
ミュケナイの遺跡の中には、ペルセイアと呼ばれる泉や、アトレウスとその子らの地下の建造物があり、そこには彼らの財宝の宝庫があった。
τάφος δὲ ἔστι μὲν Ἀτρέως, εἰσὶ δὲ καὶ ὅσους σὺν Ἀγαμέμνονι ἐπανήκοντας ἐξ Ἰλίου δειπνίσας κατεφόνευσεν Αἴγισθος.
またアトレウスの墓があり、アイギストスが宴に招いて虐殺した、イリオスからアガメムノンとともに帰還した人々の墓もある。
τοῦ μὲν δὴ Κασσάνδρας μνήματος ἀμφισβητοῦσι Λακεδαιμονίων οἱ περὶ Ἀμύκλας οἰκοῦντες· ἕτερον δέ ἐστιν Ἀγαμέμνονος, τὸ δὲ Εὐρυμέδοντος τοῦ ἡνιόχου, καὶ Τελεδάμου τὸ αὐτὸ καὶ Πέλοπος— τούτους γὰρ τεκεῖν διδύμους Κασσάνδραν φασί,
カッサンドラの墓については、アミュクライの周辺に住むラケダイモン人が異議を唱えているが、アガメムノンの別の墓があり、御者エウリュメドンの墓、そしてテレダモスとペロプスの共通の墓がある。
§2.16.7νηπίους δὲ ἔτι ὄντας ἐπικατέσφαξε τοῖς γονεῦσιν Αἴγισθος—καὶ Ἠλέκτρας·
彼らはカッサンドラが産んだ双子であると言われているが、彼らがまだ幼子であったときに、アイギストスは両親の屍の上で彼らを屠り殺した。 またエレクトラの墓もある。
Πυλάδῃ γὰρ συνῴκησεν Ὀρέστου δόντος.
彼女はオレステスによって与えられてピュラデスと結婚した。
Ἑλλάνικος δὲ καὶ τάδε ἔγραψε, Μέδοντα καὶ Στρόφιον γενέσθαι Πυλάδῃ παῖδας ἐξ Ἠλέκτρας.
ヘラニコスは、ピュラデスにはエレクトラとの間にメドンとストロフィオスという子供が生まれたとも書いている。
Κλυταιμνήστρα δὲ ἐτάφη καὶ Αἴγισθος ὀλίγον ἀπωτέρω τοῦ τείχους·
クリュタイムネストラとアイギストスは城壁から少し離れたところに葬られた。
ἐντὸς δὲ ἀπηξιώθησαν, ἔνθα Ἀγαμέμνων τε αὐτὸς ἔκειτο καὶ οἱ σὺν ἐκείνῳ φονευθέντες.
アガメムノン自身や彼とともに殺された人々が横たわっている城壁の内側に葬られるには、ふさわしくないとみなされたからである。