§2.16.1Ἄργος δὲ Φορωνέως θυγατριδοῦς βασιλεύσας μετὰ Φορωνέα ὠνόμασεν ἀφʼ αὑτοῦ τὴν χώραν.
Argos, the grandson of Phoroneus by his daughter, having become king after Phoroneus, named the country after himself.
Ἄργου δὲ Πείρασος γίνεται καὶ Φόρβας, Φόρβαντος δὲ Τριόπας, Τριόπα δὲ Ἴασος καὶ Ἀγήνωρ.
From Argos were born Peirasus and Phorbas, and from Phorbas, Triopas, and from Triopas, Iasus and Agenor.
Ἰὼ μὲν οὖν Ἰάσου θυγάτηρ, εἴτε ὡς Ἡρόδοτος ἔγραψεν εἴτε καθʼ ὃ λέγουσιν Ἕλληνες, ἐς Αἴγυπτον ἀφικνεῖται Κρότωπος δὲ ὁ Ἀγήνορος ἔσχε μετὰ Ἴασον τὴν ἀρχήν, Κροτώπου δὲ Σθενέλας γίνεται, Δαναὸς δʼ ἀπʼ Αἰγύπτου πλεύσας ἐπὶ Γελάνορα τὸν Σθενέλα τοὺς ἀπογόνους τοὺς Ἀγήνορος βασιλείας ἔπαυσεν.
Now Io, the daughter of Iasus, reached Egypt, whether as Herodotus wrote or as the Greeks say. Crotopus, the son of Agenor, held the rule after Iasus, and from Crotopus was born Sthenelas; but Danaus, having sailed from Egypt against Gelanor, the son of Sthenelas, put an end to the kingship of the descendants of Agenor.
τὰ δὲ ἀπὸ τούτου καὶ οἱ πάντες ὁμοίως ἴσασι, θυγατέρων τῶν Δαναοῦ τὸ ἐς τοὺς ἀνεψιοὺς τόλμημα καὶ ὡς ἀποθανόντος Δαναοῦ τὴν ἀρχὴν Λυγκεὺς ἔσχεν.
What followed this is equally known to everyone: the daring deed of the daughters of Danaus against their cousins, and how, after Danaus died, Lynceus held the rule.
§2.16.2οἱ δὲ Ἄβαντος τοῦ Λυγκέως παῖδες τὴν βασιλείαν ἐνείμαντο, καὶ Ἀκρίσιος μὲν αὐτοῦ κατέμεινεν ἐν τῷ Ἄργει, Προῖτος δὲ τὸ Ἡραῖον καὶ Μιδείαν καὶ Τίρυνθα ἔσχε καὶ ὅσα πρὸς θαλάσσῃ τῆς Ἀργείας· σημεῖά τε τῆς ἐν Τίρυνθι οἰκήσεως Προίτου καὶ ἐς τόδε λείπεται.
The sons of Abas, the son of Lynceus, divided the kingdom, and Acrisius remained there in Argos, while Proetus held the Heraeum, Midea, Tiryns, and all the coastal parts of the Argive land; and signs of Proetus' dwelling in Tiryns are left even to this day.
χρόνῳ δὲ ὕστερον Ἀκρίσιος Περσέα αὐτόν τε περιεῖναι πυνθανόμενος καὶ ἔργα ἀποδείκνυσθαι, ἐς Λάρισαν ἀπεχώρησε τὴν ἐπὶ τῷ Πηνειῷ.
A long time afterward, Acrisius, learning that Perseus was himself alive and performing great deeds, withdrew to Larissa on the Peneus.
Περσεὺς δὲ—ἰδεῖν γὰρ πάντως ἤθελε τὸν γονέα τῆς μητρὸς καὶ λόγοις τε χρηστοῖς καὶ ἔργοις δεξιώσασθαι—ἔρχεται παρʼ αὐτὸν ἐς τὴν Λάρισαν·
But Perseus—for he wished by all means to see his mother's father and to welcome him with kind words and deeds—went to him at Larissa.
καὶ ὁ μὲν οἷα ἡλικίᾳ τε ἀκμάζων καὶ τοῦ δίσκου χαίρων τῷ εὑρήματι ἐπεδείκνυτο ἐς ἅπαντας, Ἀκρίσιος δὲ λανθάνει κατὰ δαίμονα ὑποπεσὼν τοῦ δίσκου τῇ ὁρμῇ.
And while Perseus, being in the prime of his youth and rejoicing in his invention of the discus, was displaying it to everyone, Acrisius, without noticing, by some fate fell under the path of the discus' rush.
§2.16.3καὶ Ἀκρισίῳ μὲν ἡ πρόρρησις τοῦ θεοῦ τέλος ἔσχεν, οὐδὲ ἀπέτρεψέν οἱ τὸ χρεὼν τὰ ἐς τὴν παῖδα καὶ τὸν θυγατριδοῦν παρευρήματα·
Thus for Acrisius the prediction of the god met its fulfillment, nor did his devices against his daughter and grandson turn away what was fated for him.
Περσεὺς δὲ ὡς ἀνέστρεψεν ἐς Ἄργος—ᾐσχύνετο γὰρ τοῦ φόνου τῇ φήμῃ—, Μεγαπένθην τὸν Προίτου πείθει οἱ τὴν ἀρχὴν ἀντιδοῦναι, παραλαβὼν δὲ αὐτὸς τὴν ἐκείνου Μυκήνας κτίζει.
When Perseus returned to Argos—for he was ashamed because of the rumor of the killing—he persuaded Megapenthes, the son of Proetus, to exchange kingdoms with him, and having himself taken over the other's land, he founded Mycenae.
τοῦ ξίφους γὰρ ἐνταῦθα ἐξέπεσεν ὁ μύκης αὐτῷ, καὶ τὸ σημεῖον ἐς οἰκισμὸν ἐνόμιζε συμβῆναι πόλεως.
For there the cap (mykes) of his sword fell off for him, and he regarded this sign as suitable for the founding of a city.
ἤκουσα δὲ καὶ ὡς διψῶντι ἐπῆλθεν ἀνελέσθαι οἱ μύκητα ἐκ τῆς γῆς, ῥυέντος δὲ ὕδατος πιὼν καὶ ἡσθεὶς Μυκήνας ἔθετο τὸ ὄνομα τῷ χωρίῳ.
I have also heard that when he was thirsty, the idea occurred to him to pick up a mushroom (mykes) from the earth, and water having flowed from it, he drank and was pleased, and gave the name Mycenae to the place.
§2.16.4Ὅμηρος δὲ ἐν Ὀδυσσείᾳ γυναικὸς Μυκήνης ἐν ἔπει τῷδε ἐμνήσθη
"
Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη.
Homer in the Odyssey made mention of a woman Mycene in this verse: "Tyro and Alcmene and fair-crowned Mycene.
"
ταύτην εἶναι θυγατέρα Ἰνάχου γυναῖκα δὲ Ἀρέστορος τὰ ἔπη λέγει, ἃ δὴ Ἕλληνες καλοῦσιν Ἠοίας μεγάλας·
"The poems which the Greeks call the Great Eoeae say that she was the daughter of Inachus and the wife of Arestor; they say, therefore, that from her the city also received its name.
ἀπὸ ταύτης οὖν γεγονέναι καὶ τὸ ὄνομα τῇ πόλει φασίν. ὃν δὲ προσποιοῦσιν Ἀκουσιλάῳ λόγον, Μυκηνέα υἱὸν εἶναι Σπάρτωνος, Σπάρτωνα δὲ Φορωνέως, οὐκ ἂν ἔγωγε ἀποδεξαίμην, διότι μηδὲ αὐτοὶ Λακεδαιμόνιοι.
But the story they attribute to Acusilaus, that Myceneus was the son of Sparton, and Sparton of Phoroneus, I would not accept, because not even the Lacedaemonians themselves do so.
Λακεδαιμονίοις γὰρ Σπάρτης μὲν γυναικὸς εἰκών ἐστιν ἐν Ἀμύκλαις, Σπάρτωνα δὲ Φορωνέως παῖδα θαυμάζοιεν ἂν καὶ ἀρχὴν ἀκούσαντες.
For the Lacedaemonians have an image of a woman Sparta at Amyclae, but they would wonder even to hear of Sparton as a son of Phoroneus.
§2.16.5Μυκήνας δὲ Ἀργεῖοι καθεῖλον ὑπὸ ζηλοτυπίας.
The Argives destroyed Mycenae out of jealousy.
ἡσυχαζόντων γὰρ τῶν Ἀργείων κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, Μυκηναῖοι πέμπουσιν ἐς Θερμοπύλας ὀγδοήκοντα ἄνδρας, οἳ Λακεδαιμονίοις μετέσχον τοῦ ἔργου· τοῦτο ἤνεγκεν ὄλεθρόν σφισι τὸ φιλοτίμημα παροξῦναν Ἀργείους.
For while the Argives remained quiet during the invasion of the Mede, the Mycenaeans sent eighty men to Thermopylae, who shared in the deed with the Lacedaemonians; this ambition brought destruction upon them by provoking the Argives.
λείπεται δὲ ὅμως ἔτι καὶ ἄλλα τοῦ περιβόλου καὶ ἡ πύλη, λέοντες δὲ ἐφεστήκασιν αὐτῇ· Κυκλώπων δὲ καὶ ταῦτα ἔργα εἶναι λέγουσιν, οἳ Προίτῳ τὸ τεῖχος ἐποίησαν ἐν Τίρυνθι.
Yet there still remain other parts of the wall and the gate, and lions stand upon it; they say that these too are the works of the Cyclopes, who made the wall in Tiryns for Proetus.
§2.16.6Μυκηνῶν δὲ ἐν τοῖς ἐρειπίοις κρήνη τέ ἐστι καλουμένη Περσεία καὶ Ἀτρέως καὶ τῶν παίδων ὑπόγαια οἰκοδομήματα, ἔνθα οἱ θησαυροί σφισι τῶν χρημάτων ἦσαν.
Among the ruins of Mycenae is a spring called Perseia, and underground chambers of Atreus and his sons, where their treasuries of money were.
τάφος δὲ ἔστι μὲν Ἀτρέως, εἰσὶ δὲ καὶ ὅσους σὺν Ἀγαμέμνονι ἐπανήκοντας ἐξ Ἰλίου δειπνίσας κατεφόνευσεν Αἴγισθος.
There is the grave of Atreus, and there are also the graves of those whom Aegisthus slaughtered after entertaining them at a banquet when they returned from Ilium with Agamemnon.
τοῦ μὲν δὴ Κασσάνδρας μνήματος ἀμφισβητοῦσι Λακεδαιμονίων οἱ περὶ Ἀμύκλας οἰκοῦντες· ἕτερον δέ ἐστιν Ἀγαμέμνονος, τὸ δὲ Εὐρυμέδοντος τοῦ ἡνιόχου, καὶ Τελεδάμου τὸ αὐτὸ καὶ Πέλοπος— τούτους γὰρ τεκεῖν διδύμους Κασσάνδραν φασί, §2.16.7νηπίους δὲ ἔτι ὄντας ἐπικατέσφαξε τοῖς γονεῦσιν Αἴγισθος—καὶ Ἠλέκτρας· Πυλάδῃ γὰρ συνῴκησεν Ὀρέστου δόντος.
The Lacedaemonians who live around Amyclae dispute about the monument of Cassandra; but there is another grave of Agamemnon, and that of Eurymedon the charioteer, and the same one of Teledamus and Pelops—for they say Cassandra bore these as twins, and Aegisthus slaughtered them over their parents while they were still infants—and also the grave of Electra; for she lived with Pylades, Orestes having given her to him.
Ἑλλάνικος δὲ καὶ τάδε ἔγραψε, Μέδοντα καὶ Στρόφιον γενέσθαι Πυλάδῃ παῖδας ἐξ Ἠλέκτρας.
Hellanicus also wrote this: that Medon and Strophius were born to Pylades by Electra.
Κλυταιμνήστρα δὲ ἐτάφη καὶ Αἴγισθος ὀλίγον ἀπωτέρω τοῦ τείχους· ἐντὸς δὲ ἀπηξιώθησαν, ἔνθα Ἀγαμέμνων τε αὐτὸς ἔκειτο καὶ οἱ σὺν ἐκείνῳ φονευθέντες.
Clytemnestra and Aegisthus were buried a little further from the wall; they were deemed unworthy of being inside, where Agamemnon himself lay and those who were slaughtered with him.