Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.15.1-2.15.5

クレオナイとネメアの遺跡およびアルゴリスの初期神話

70 / 465 箇所 · ギリシア語

要旨

コリントスからアルゴスへの道中にあるクレオナイおよびネメアの諸遺跡と神話を紹介し、さらにミュケナイへと進んでアルゴリス地方の極初期の神話を概説する。

§2.15.1Φλιασίοις μὲν δὴ τοσαῦτα λόγου μάλιστα ἦν ἄξια·
フリウス人に関しては、以上の事柄が特に語るに値するものである。
ἐκ Κορίνθου δʼ ἐς Ἄργος ἐρχομένῳ Κλεωναὶ πόλις ἐστὶν οὐ μεγάλη.
コリントスからアルゴスへ行く途中に、クレオナイという小さな都市がある。
παῖδα δὲ εἶναι Πέλοπος Κλεώνην λέγουσιν, οἱ δὲ τῷ παρὰ Σικυῶνα ῥέοντι Ἀσωπῷ θυγατέρα ἐπὶ ταῖς ἄλλαις Κλεώνην γενέσθαι·
クレオネはペロプスの子であると言う人々もいれば、シキュオンの傍らを流れるアソポスの娘たちの一人がクレオネであったと言う人々もいる。
τὸ δʼ οὖν ὄνομα ἀπὸ τοῦ ἑτέρου τούτων ἐτέθη τῇ πόλει.
ともかく、都市の名前はこれらのいずれか一方に由来して付けられたのである。
ἐνταῦθά ἐστιν ἱερὸν Ἀθηνᾶς, τὸ δὲ ἄγαλμα Σκύλλιδος τέχνη καὶ Διποίνου·
そこにはアテナの神殿があり、その神像はスキュリスとディポイノスの作である。
μαθητὰς δὲ εἶναι Δαιδάλου σφᾶς, οἱ δὲ καὶ γυναῖκα ἐκ Γόρτυνος ἐθέλουσι λαβεῖν Δαίδαλον καὶ τὸν Δίποινον καὶ Σκύλλιν ἐκ τῆς γυναικός οἱ ταύτης γενέσθαι.
彼らはダイダロスの弟子であったとも言われ、また、ある人々はダイダロスがゴルテュン出身の妻を娶ることを望み、ディポイノスとスキュリスはこの妻との間に生まれたダイダロスの子であったとも言っている。
ἐν Κλεωναῖς δὲ τοῦτό ἐστι τὸ ἱερὸν καὶ μνῆμα Εὐρύτου καὶ Κτεάτου·
クレオナイには、この神殿と、エウリュトスおよびクテアトスの記念碑がある。
θεωροὺς γὰρ ἐξ Ἤλιδος ἐς τὸν ἀγῶνα ἰόντας τῶν Ἰσθμίων αὐτοὺς ἐνταῦθα Ἡρακλῆς κατετόξευσεν, ἔγκλημα ποιούμενος ὅτι οἱ πρὸς Αὐγείαν πολεμοῦντι ἀντετάχθησαν.
ヘラクレースは、彼らがエリスからイストミア大祭の観戦に向かう途中で、この場所で彼らを射殺した。 アウゲイアスとの戦争で彼らが自分に敵対したことを不満としたからである。
§2.15.2ἐκ Κλεωνῶν δέ εἰσιν ἐς Ἄργος ὁδοὶ δύο, ἡ μὲν ἀνδράσιν εὐζώνοις καὶ ἔστιν ἐπίτομος, ἡ δὲ ἐπὶ τοῦ καλουμένου Τρητοῦ, στενὴ μὲν καὶ αὐτὴ περιεχόντων ὀρῶν, ὀχήμασι δέ ἐστιν ὅμως ἐπιτηδειοτέρα.
クレオナイからアルゴスへの道は二つあり、一方は身軽な旅人に適しており近道であるが、他方は「トレトス」と呼ばれる道を経由するもので、周囲の山々のためにやはり狭いものの、乗り物にはより適している。
ἐν τούτοις τοῖς ὄρεσι τὸ σπήλαιον ἔτι δείκνυται τοῦ λέοντος, καὶ ἡ Νεμέα τὸ χωρίον ἀπέχει σταδίους πέντε που καὶ δέκα.
これらの山々の中には、ライオンの洞窟が今でも示されており、ネメアの地はそこから十五スタディオンほど離れている。
ἐν δὲ αὐτῇ Νεμείου Διὸς ναός ἐστι θέας ἄξιος, πλὴν ὅσον κατερρυήκει τε ὁ ὄροφος καὶ ἄγαλμα οὐδὲν ἔτι ἐλείπετο·
そのネメアには、一見に値するネメアのゼウスの神殿があるが、天井が崩れ落ちており、神像ももはや何も残っていない。
κυπαρίσσων τε ἄλσος ἐστὶ περὶ τὸν ναόν, καὶ τὸν Ὀφέλτην ἐνταῦθα ὑπὸ τῆς τροφοῦ τεθέντα ἐς τὴν πόαν διαφθαρῆναι λέγουσιν ὑπὸ τοῦ δράκοντος.
神殿の周囲にはイトスギの聖林があり、オペルテスが乳母によって草の上に置かれたとき、ここで蛇に殺されたと言われている。
§2.15.3θύουσι δὲ Ἀργεῖοι τῷ Διὶ καὶ ἐν τῇ Νεμέᾳ καὶ Νεμείου Διὸς ἱερέα αἱροῦνται, καὶ δὴ καὶ δρόμου προτιθέασιν ἀγῶνα ἀνδράσιν ὡπλισμένοις Νεμείων πανηγύρει τῶν χειμερινῶν.
アルゴス人はネメアにおいてゼウスに犠牲を捧げ、ネメアのゼウスの神官を選出する。 さらに、彼らは冬のネメア大祭の集会において、武装した男たちの競走を催す。
ἐνταῦθα ἔστι μὲν Ὀφέλτου τάφος, περὶ δὲ αὐτὸν θριγκὸς λίθων καὶ ἐντὸς τοῦ περιβόλου βωμοί·
ここにはオペルテスの墓があり、その周囲には石の障壁が巡らされ、囲いの内側には祭壇がある。
ἔστι δὲ χῶμα γῆς Λυκούργου μνῆμα τοῦ Ὀφέλτου πατρός.
また、オペルテスの父リュクールゴスの記念碑である土塁もある。
τὴν δὲ πηγὴν Ἀδράστειαν ὀνομάζουσιν εἴτε ἐπʼ ἄλλῃ τινὶ αἰτίᾳ εἴτε καὶ ἀνευρόντος αὐτὴν Ἀδράστου·
その水源は、他の理由によるものか、あるいはアドラストスがそれを見出したからであるのか、アドラステイアと呼ばれている。
τὸ δὲ ὄνομα λέγουσι τῇ χώρᾳ Νεμέαν δοῦναι θυγατέρα Ἀσωποῦ καὶ ταύτην.
また、この土地の名前は、アソポスの娘であるネメアが与えたと言われている。
καὶ ὄρος Ἀπέσας ἐστὶν ὑπὲρ τὴν Νεμέαν, ἔνθα Περσέα πρῶτον Διὶ θῦσαι λέγουσιν Ἀπεσαντίῳ.
そして、ネメアの上にはアペサス山があり、そこでペルセウスが最初にアペサンティオス・ゼウスに犠牲を捧げたと言われている。
§2.15.4ἀνελθοῦσι δὲ ἐς τὸν Τρητὸν καὶ αὖθις τὴν ἐς Ἄργος ἰοῦσίν ἐστι Μυκηνῶν ἐρείπια ἐν ἀριστερᾷ.
— トレトスを登り、再びアルゴスへと進むと、左側にミュケナイの遺跡がある。
καὶ ὅτι μὲν Περσεὺς ἐγένετο Μυκηνῶν οἰκιστής, ἴσασιν Ἕλληνες· ἐγὼ δὲ αἰτίαν τε γράψω τοῦ οἰκισμοῦ καὶ διʼ ἥντινα πρόφασιν Ἀργεῖοι Μυκηναίους ὕστερον ἀνέστησαν.
ペルセウスがミュケナイの創建者であったことはギリシア人たちが知っているが、私はその創建の理由と、いかなる口実によってのちにアルゴス人がミュケナイ人を追い払ったのかを記述する。
ἐν γὰρ τῇ νῦν Ἀργολίδι ὀνομαζομένῃ τὰ μὲν ἔτι παλαιότερα οὐ μνημονεύουσιν, Ἴναχον δὲ βασιλεύοντα τόν τε ποταμὸν ἀφʼ αὑτοῦ λέγουσιν ὀνομάσαι καὶ θῦσαι τῇ Ἥρᾳ.
現在のいわゆるアルゴリスにおいては、さらに古いことは記憶されていないが、イナコスが王であったとき、川に自分自身の名前を付け、ヘラに犠牲を捧げたと言われている。
§2.15.5λέγεται δὲ καὶ ὧδε λόγος·
次のような話も語られている。
Φορωνέα ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον, Ἴναχον δὲ οὐκ ἄνδρα ἀλλὰ τὸν ποταμὸν πατέρα εἶναι Φορωνεῖ·
フォロネウスがこの土地に最初に生まれた人間であり、イナコスは人間ではなく、フォロネウスの父たる川であったということである。
τοῦτον δὲ Ποσειδῶνι καὶ Ἥρᾳ δικάσαι περὶ τῆς χώρας, σὺν δὲ αὐτῷ Κηφισόν τε καὶ Ἀστερίωνα ποταμόν·
そして、この川が、ケフィソスおよびアステリオンの川とともに、ポセイドンとヘラの間の土地をめぐる争いを裁いた。
κρινάντων δὲ Ἥρας εἶναι τὴν γῆν, οὕτω σφίσιν ἀφανίσαι τὸ ὕδωρ Ποσειδῶνα.
彼らがその土地はヘラのものであると判定したため、ポセイドンは怒って彼らの水を消し去った。
καὶ διὰ τοῦτο οὔτε Ἴναχος ὕδωρ οὔτε ἄλλος παρέχεται τῶν εἰρημένων ποταμῶν ὅτι μὴ ὕσαντος τοῦ θεοῦ·
このため、イナコス川も、今挙げた他の川も、神が雨を降らせない限り、水をもたらすことはない。
θέρους δὲ αὖά σφισίν ἐστι τὰ ῥεύματα πλὴν τῶν ἐν Λέρνῃ.
夏の彼らの流れは、レルネにあるものを除いて干上がっている。
Φορωνεὺς δὲ ὁ Ἰνάχου τοὺς ἀνθρώπους συνήγαγε πρῶτον ἐς κοινόν, σποράδας τέως καὶ ἐφʼ ἑαυτῶν ἑκάστοτε οἰκοῦντας·
イナコスの子フォロネウスは、それまで方々に散らばってその都度各自で暮らしていた人々を初めて共同体に集めた。
καὶ τὸ χωρίον ἐς ὃ πρῶτον ἠθροίσθησαν ἄστυ ὠνομάσθη Φορωνικόν.
そして、彼らが最初に集められた場所は「フォロニコンの町」と名付けられた。

語釈・文法注

  1. 2.15.1τοῦ ἑτέρου τούτων — 「これら二つのうちの一方」の意。前文で言及されたペロプスの子「クレオネス」(男性名)とアソポス川の娘「クレオネ」(女性名)のいずれかを指す。都市名 Cleonae(複数形)の語源の二つの説に対応している。
  2. 2.15.1μαθητὰς δὲ εἶναι Δαιδάλου σφᾶς — 対格不定詞(A.c.I.)構文。伝聞の動詞 λέγουσιν から導かれており、σφᾶς(間接再帰代名詞・対格)は不定詞 εἶναι の主語で、主節の主語ではなくスキュリスとディポイノスを指す。
  3. 2.15.2πλὴν ὅσον — 「〜を除いては」という制限・例外を表す慣用表現。直前の「見に値する(θέας ἄξιος)」という評価に対して、天井が崩落し神像がないという欠点を除外・限定する形で修飾している。
  4. 2.15.3εἴτε ἐπʼ ἄλλῃ τινὶ αἰτίᾳ εἴτε καὶ ἀνευρόντος αὐτὴν Ἀδράστου — εἴτε... εἴτε... による理由の並列。前者は前置詞句(ἐπʼ ἄλλῃ τινὶ αἰτίᾳ)、後者は属格絶対構文(ἀνευρόντος αὐτὴν Ἀδράστου)という非対称な文法構造が並置されている、パウサニアスに特徴的な文体である。
  5. 2.15.4ἀνελθοῦσι δὲ ἐς τὸν Τρητὸν καὶ αὖθις τὴν ἐς Ἄργος ἰοῦσίν — 与格分詞 ἀνελθοῦσι... ἰοῦσιν は「旅人の与格(Dative of reference)」。「(トレトスへ)登り、アルゴスへ進む人々にとって」という意味で、道案内や地形描写において読者を主軸に据える表現である。主句は ἐστὶ Μυκηνῶν ἐρείπια ἐν ἀριστερᾷ(左手にミュケナイの遺跡がある)。
  6. 2.15.5ὅτι μὴ ὕσαντος τοῦ θεοῦ — ὅτι μή は「〜を除くほかは(except when)」を意味する慣用句。その後に属格絶対構文 ὕσαντος τοῦ θεοῦ(神が雨を降らせる)が続き、「神が雨を降らせる時以外は水を提供しない」となる。ここでの「神(ὁ θεός)」はゼウス(天・雨の神)を指す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.15.1-2.15.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.15.1-2.15.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。