Humanitext Reader

パウサニアス · ギリシア案内記 §2.12.1-2.12.6

チタネのアテナ神殿とフリウスの起源神話

67 / 465 箇所 · ギリシア語

要旨

チタネのアテナ神殿や風の祭壇について解説した後、シキョンから隣国フリアシア(フリウス領)への道中を案内する。続けて、フリウスの最初期の王アラスとその家族、および国名の起源となったフリアスの出自をめぐる神話伝承を紹介する。

§2.12.1ἐν δὲ Τιτάνῃ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν, ἐς ὃ τὴν Κορωνίδα ἀνάγουσιν·
チタネにはアテナの神殿もあり、そこへ人々はコロニス(の像)を運び上げる。
ἐν δὲ αὐτῷ ξόανον Ἀθηνᾶς ἐστιν ἀρχαῖον, κεραυνωθῆναι δὲ καὶ τοῦτο ἐλέγετο·
神殿の内部にはアテナの古い木彫像があり、これもまた雷に打たれたと言われていた。
ἐκ τούτου τοῦ λόφου καταβᾶσιν—ᾠκοδόμηται γὰρ ἐπὶ λόφῳ τὸ ἱερὸν—βωμός ἐστιν ἀνέμων, ἐφʼ οὗ τοῖς ἀνέμοις ὁ ἱερεὺς μιᾷ νυκτὶ ἀνὰ πᾶν ἔτος θύει.
この丘を下っていく人々に対して――神殿は丘の上に建てられているからだが――風の祭壇があり、そこで神官は毎年、ある一晩に風に対して犠牲を捧げる。
δρᾷ δὲ καὶ ἄλλα ἀπόρρητα ἐς βόθρους τέσσαρας, ἡμερούμενος τῶν πνευμάτων τὸ ἄγριον, καὶ δὴ καὶ Μηδείας ὡς λέγουσιν ἐπῳδὰς ἐπᾴδει.
また、彼は四つの穴に対して他の秘密の儀式も行い、風の荒々しさを和らげ、さらに、人々が言うにはメデイアの呪文を唱えかけるのである。
§2.12.2ἐκ δὲ Τιτάνης ἐς Σικυῶνα ἀφικομένοις καὶ καταβαίνουσιν ἐς θάλασσαν ἐν ἀριστερᾷ τῆς ὁδοῦ ναός ἐστιν Ἥρας οὐκ ἔχων ἔτι οὔτε ἄγαλμα οὔτε ὄροφον·
チタネからシキョンに到着し、海へと下っていく人々に対して、道の左側にヘラの神殿があり、もはや像も屋根も備えていない。
τὸν δὲ ἀναθέντα Προῖτον εἶναι τὸν Ἄβαντός φασι.
それを奉納したのはアバスの子プロイトスであると彼らは言っている。
καταβᾶσι δὲ ἐς τὸν Σικυωνίων καλούμενον λιμένα καὶ τραπεῖσιν ἐπʼ Ἀριστοναύτας τὸ ἐπίνειον τὸ Πελληνέων, ἔστιν ὀλίγον ὑπὲρ τὴν ὁδὸν ἐν ἀριστερᾷ Ποσειδῶνος ἱερόν·
シキョン人のいわゆる港へと下り、ペレネ人の港アリストナウタイの方へと曲がった人々に対して、道の少し上にポセイドンの聖所がある。
προελθοῦσι δὲ κατὰ τὴν λεωφόρον Ἑλισσών τε καλούμενος ποταμὸς καὶ μετʼ αὐτὸν Σύθας ἐστίν, ἐκδιδόντες ἐς θάλασσαν.
大通りに沿って進む人々に対して、エリッソンと呼ばれる川、そしてその次にシュタス川があり、海へと注いでいる。
§2.12.3ἡ δὲ Φλιασία τῆς Σικυωνίων ἐστὶν ὅμορος·
フリアシアはシキョン人の領土と隣接している。
καὶ Τιτάνης μὲν τεσσαράκοντα σταδίους ἀπέχει μάλιστα ἡ πόλις, ἐκ Σικυῶνος δὲ ἐς αὐτὴν ὁδός ἐστιν εὐθεῖα.
町はチタネからおよそ四十スタディオン離れており、シキョンからそこへは直線道路が通じている。
καὶ ὅτι μὲν Ἀρκάσι Φλιάσιοι προσήκουσιν οὐδέν, δηλοῖ τὰ ἐς τὸν Ἀρκάδων κατάλογον τῆς Ὁμήρου ποιήσεως, ὅτι οὐκ εἰσὶν Ἀρκάσι καὶ οὗτοι συγκατειλεγμένοι·
フリウス人がアルカディア人とは全く血縁関係がないことは、ホメロスの詩作におけるアルカディア人のカタログが、この人々もまた彼らとともに数え入れられてはいないことによって明らかにしている。
ὡς δὲ Ἀργεῖοί τε ἦσαν ἐξ ἀρχῆς καὶ ὕστερον Δωριεῖς γεγόνασιν Ἡρακλειδῶν κατελθόντων ἐς Πελοπόννησον, φανεῖται προϊόντι ὁμοῦ τῷ λόγῳ.
しかし、彼らが元々はアルゴス人であり、のちにヘラクレイダイがペロポネソスに帰還した際にドリス人となったことは、叙述がこれとともに進むにつれて明らかになるであろう。
διάφορα δὲ ἐς τοὺς Φλιασίους τὰ πολλὰ εἰδὼς εἰρημένα, τοῖς μάλιστα αὐτῶν ὡμολογημένοις χρήσομαι.
私はフリウス人に関して多くの異なる事柄が語られているのを知っているが、彼らのうちで最も広く合意されているものを用いるつもりである。
§2.12.4ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον Ἄραντά φασιν ἄνδρα αὐτόχθονα·
この地に、最初の土着の男としてアラスが生まれたと人々は言っている。
καὶ πόλιν τε ᾤκισε περὶ τὸν βουνὸν τοῦτον, ὃς Ἀραντῖνος ἔτι καλεῖται καὶ ἐς ἡμᾶς, οὐ πολὺ ἑτέρου λόφου διεστηκώς, ἐφʼ οὗ Φλιασίοις ἥ τε ἀκρόπολις καὶ τῆς Ἥβης ἐστὶ τὸ ἱερόν.
そして彼は、現在でも我々の時代までアランティノスと呼ばれているこの丘の周囲に町を築いた。 それは別の丘から遠く離れておらず、その丘の上にフリウス人のアクロポリスとヘベの聖所がある。
ἐνταῦθά τε δὴ πόλιν ᾤκισε καὶ ἀπʼ αὐτοῦ τὸ ἀρχαῖον ἡ γῆ καὶ ἡ πόλις Ἀραντία ἐκλήθησαν.
彼はここに町を築き、彼にちなんで古くはその地と町がアランティアと呼ばれた。
τούτῳ βασιλεύοντι Ἀσωπὸς Κηλούσης εἶναι λεγόμενος καὶ Ποσειδῶνος ἐξεῦρε τοῦ ποταμοῦ τὸ ὕδωρ, ὅντινα οἱ νῦν ἀπὸ τοῦ εὑρόντος καλοῦσιν Ἀσωπόν.
彼が王であったときに、ケルーサとポセイドンの子と言われるアソポスが、その川の水を発見した。 現在の人々は発見者にちなんでそれをアソポスと呼んでいる。
τὸ δὲ μνῆμα τοῦ Ἄραντός ἐστιν ἐν χωρίῳ Κελεαῖς, ἔνθα δὴ καὶ Δυσαύλην ἄνδρα Ἐλευσίνιον τεθάφθαι λέγουσιν.
アラスの墓はケレアイという場所にあり、そこにはエレウシス人の男デュサウレスも葬られていると言われている。
§2.12.5Ἄραντος δὲ υἱὸς Ἄορις καὶ θυγάτηρ ἐγένετο Ἀραιθυρέα.
アラスには息子アオリスと娘アライテュレアが生まれた。
τούτους φασὶ Φλιάσιοι θηρᾶσαί τε ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους.
彼らは狩猟に熟練し、戦争に関しても勇敢であったとフリウス人は言っている。
προαποθανούσης δὲ Ἀραιθυρέας Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς μετωνόμασεν Ἀραιθυρέαν τὴν χώραν·
アライテュレアが先立って世を去ると、アオリスは姉妹の記念のためにその地方をアライテュレアと改名した。
καὶ ἐπὶ τῷδε Ὅμηρος τοὺς Ἀγαμέμνονος ὑπηκόους καταλέγων τὸ ἔπος ἐποίησεν " Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινήν.
そしてこれに関してホメロスはアガメムノンの臣下を列挙する際、次のような詩を作った。 「オルネイアイと愛らしきアライテュレアに住まう者たち。
" τάφους δὲ τῶν Ἄραντος παίδων οὐχ ἑτέρωθι ἡγοῦμαι τῆς χώρας, ἐπὶ τῷ λόφῳ δὲ εἶναι τῷ Ἀραντίνῳ·
」アラスの子供たちの墓は、この地方の他の場所ではなく、アランティノスの丘の上にあると私は考えている。
καί σφισιν ἐπίθημα στῆλαι περιφανεῖς εἰσι, καὶ πρὸ τῆς τελετῆς ἣν τῇ Δήμητρι ἄγουσιν Ἄραντα καὶ τοὺς παῖδας καλοῦσιν ἐπὶ τὰς σπονδὰς ἐς ταῦτα βλέποντες τὰ μνήματα.
そして彼らの墓の上には目立つ碑石が立っており、彼らがデメテルのために行う儀式の前に、これらの記念碑を見つめながら、アラスとその子供たちを献酒に招き入れるのである。
§2.12.6Φλίαντα δέ, ὃς τρίτον τοῦτο ἐποίησεν ὄνομα ἀφʼ αὑτοῦ τῇ γῇ, Κείσου μὲν παῖδα εἶναι τοῦ Τημένου κατὰ δὴ τὸν Ἀργείων λόγον οὐδὲ ἀρχὴν ἔγωγε προσίεμαι, Διονύσου δὲ οἶδα καλούμενον καὶ τῶν πλευσάντων ἐπὶ τῆς Ἀργοῦς καὶ τοῦτον γενέσθαι λεγόμενον.
フリアスは、自分にちなんでこの地にこの三番目の名前を与えた。 彼がテメノスの子ケイソスの息子であるというアルゴス人の説を、私はそもそも全く受け入れない。 しかし私は彼がディオニュソスの子と呼ばれ、またアルゴ号に乗って航海した一人であると言われていることを知っている。
ὁμολογεῖ δέ μοι καὶ τοῦ Ῥοδίου ποιητοῦ τὰ ἔπη·
そしてロドスの詩人の詩も私に同意している。
" Φλίας αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν, ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.
「フリアスがまた彼らに続いてアライテュレアからやって来た。 そこは、実の父ディオニュソスのおかげで、彼が富んで暮らしていた場所、アソポスの源流のほとりである。
" τοῦ δὲ Φλίαντος Ἀραιθυρέαν εἶναι μητέρα, ἀλλʼ οὐ Χθονοφύλην·
」そしてフリアスの母はアライテュレアであり、クトノピュレではない。
Χθονοφύλην δέ οἱ συνοικῆσαι καὶ Ἀνδροδάμαν γενέσθαι Φλίαντι ἐξ αὐτῆς.
しかしクトノピュレは彼と結婚し、彼女からフリアスにアンドロダマスが生まれたと言われている。

語釈・文法注

  1. 2.12.1καταβᾶσιν — パウサニアスに特徴的な、移動する読者・旅行者を指し示す「参照の与格(Dative of reference)」。主節の文脈上の主語(「下りる人々にとって……がある」)として機能し、後続の §2.12.2 の `ἀφικομένοις καὶ καταβαίνουσιν` や `καταβᾶσι ... καὶ τραπεῖσιν`、`προελθοῦσι` も同様の構文である。
  2. 2.12.3προϊόντι — 単数現在能動態分詞の与格で、「(叙述を)進め、読み進める者に対して」という著者または読者を指す参照の与格。ここでは `ὁμοῦ τῷ λόγῳ`(叙述の展開と同時に)を伴って、テキストを読み進めるにつれて事実が明らかになることを示す。
  3. 2.12.5καλοῦσιν ἐπὶ τὰς σπονδὰς — 「献酒(祭儀)へ招き入れる」という宗教的慣用表現。祖先や英雄の魂を追悼し、祭儀の場に呼び集める召喚儀礼を意味する。後文の `ἐς ταῦτα βλέποντες τὰ μνήματα`(これらの記念碑を見つめながら)が、その呼びかけの対象を物理的に指し示している。
  4. 2.12.6συνοικῆσαι καὶ Ἀνδροδάμαν γενέσθαι — 対格不定詞構文(A.C.I.)。直前の文の動詞や、全体の伝聞(「〜と言われている」)を受けて、フリアスの妻クトノピュレおよび息子アンドロダマスに関する間接話法が文末まで継続している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §2.12.1-2.12.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.12.1-2.12.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。