§2.12.1ἐν δὲ Τιτάνῃ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν, ἐς ὃ τὴν Κορωνίδα ἀνάγουσιν· ἐν δὲ αὐτῷ ξόανον Ἀθηνᾶς ἐστιν ἀρχαῖον, κεραυνωθῆναι δὲ καὶ τοῦτο ἐλέγετο·
In Titane there is also a sanctuary of Athena, into which they bring up Coronis; and inside it is an ancient wooden image of Athena, and this too was said to have been struck by lightning.
ἐκ τούτου τοῦ λόφου καταβᾶσιν—ᾠκοδόμηται γὰρ ἐπὶ λόφῳ τὸ ἱερὸν—βωμός ἐστιν ἀνέμων, ἐφʼ οὗ τοῖς ἀνέμοις ὁ ἱερεὺς μιᾷ νυκτὶ ἀνὰ πᾶν ἔτος θύει.
For those who descend from this hill—for the sanctuary is built upon a hill—there is an altar of the winds, upon which the priest sacrifices to the winds on one night in every year.
δρᾷ δὲ καὶ ἄλλα ἀπόρρητα ἐς βόθρους τέσσαρας, ἡμερούμενος τῶν πνευμάτων τὸ ἄγριον, καὶ δὴ καὶ Μηδείας ὡς λέγουσιν ἐπῳδὰς ἐπᾴδει.
And he also performs other secret rites over four pits, taming the wildness of the blasts, and indeed, as they say, he chants the spells of Medea.
§2.12.2ἐκ δὲ Τιτάνης ἐς Σικυῶνα ἀφικομένοις καὶ καταβαίνουσιν ἐς θάλασσαν ἐν ἀριστερᾷ τῆς ὁδοῦ ναός ἐστιν Ἥρας οὐκ ἔχων ἔτι οὔτε ἄγαλμα οὔτε ὄροφον· τὸν δὲ ἀναθέντα Προῖτον εἶναι τὸν Ἄβαντός φασι.
For those arriving from Titane at Sicyon and descending to the sea, there is on the left of the road a temple of Hera, no longer having either an image or a roof; they say that Proetus the son of Abas dedicated it.
καταβᾶσι δὲ ἐς τὸν Σικυωνίων καλούμενον λιμένα καὶ τραπεῖσιν ἐπʼ Ἀριστοναύτας τὸ ἐπίνειον τὸ Πελληνέων, ἔστιν ὀλίγον ὑπὲρ τὴν ὁδὸν ἐν ἀριστερᾷ Ποσειδῶνος ἱερόν· προελθοῦσι δὲ κατὰ τὴν λεωφόρον Ἑλισσών τε καλούμενος ποταμὸς καὶ μετʼ αὐτὸν Σύθας ἐστίν, ἐκδιδόντες ἐς θάλασσαν.
For those who have descended to the so-called harbor of the Sicyonians and turned toward Aristonautae, the port of the Pelleneans, there is a little above the road on the left a sanctuary of Poseidon; and for those proceeding along the highway, there is the river called Elisson, and after it the Sythas, flowing out into the sea.
§2.12.3ἡ δὲ Φλιασία τῆς Σικυωνίων ἐστὶν ὅμορος· καὶ Τιτάνης μὲν τεσσαράκοντα σταδίους ἀπέχει μάλιστα ἡ πόλις, ἐκ Σικυῶνος δὲ ἐς αὐτὴν ὁδός ἐστιν εὐθεῖα.
Phliasia is adjacent to the land of the Sicyonians; and the city is about forty stades distant from Titane, and from Sicyon there is a straight road to it.
καὶ ὅτι μὲν Ἀρκάσι Φλιάσιοι προσήκουσιν οὐδέν, δηλοῖ τὰ ἐς τὸν Ἀρκάδων κατάλογον τῆς Ὁμήρου ποιήσεως, ὅτι οὐκ εἰσὶν Ἀρκάσι καὶ οὗτοι συγκατειλεγμένοι· ὡς δὲ Ἀργεῖοί τε ἦσαν ἐξ ἀρχῆς καὶ ὕστερον Δωριεῖς γεγόνασιν Ἡρακλειδῶν κατελθόντων ἐς Πελοπόννησον, φανεῖται προϊόντι ὁμοῦ τῷ λόγῳ.
And that the Phliasians have no connection with the Arcadians is shown by the catalogue of the Arcadians in the poetry of Homer, in that these too are not counted along with them; but that they were Argives from the beginning and later became Dorians when the Heracleidae returned to the Peloponnese, will become clear as the narrative proceeds.
διάφορα δὲ ἐς τοὺς Φλιασίους τὰ πολλὰ εἰδὼς εἰρημένα, τοῖς μάλιστα αὐτῶν ὡμολογημένοις χρήσομαι.
Although I know that many different things are said about the Phliasians, I shall use those which are most agreed upon among them.
§2.12.4ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον Ἄραντά φασιν ἄνδρα αὐτόχθονα· καὶ πόλιν τε ᾤκισε περὶ τὸν βουνὸν τοῦτον, ὃς Ἀραντῖνος ἔτι καλεῖται καὶ ἐς ἡμᾶς, οὐ πολὺ ἑτέρου λόφου διεστηκώς, ἐφʼ οὗ Φλιασίοις ἥ τε ἀκρόπολις καὶ τῆς Ἥβης ἐστὶ τὸ ἱερόν.
They say that Aras, an indigenous man, was first born in this land; and he founded a city around this hill, which is still called Arantinus even to our day, not far distant from the other hill on which the Phliasians have both their acropolis and the sanctuary of Hebe.
ἐνταῦθά τε δὴ πόλιν ᾤκισε καὶ ἀπʼ αὐτοῦ τὸ ἀρχαῖον ἡ γῆ καὶ ἡ πόλις Ἀραντία ἐκλήθησαν.
Indeed, he founded a city here, and after him the land and the city were anciently called Arantia.
τούτῳ βασιλεύοντι Ἀσωπὸς Κηλούσης εἶναι λεγόμενος καὶ Ποσειδῶνος ἐξεῦρε τοῦ ποταμοῦ τὸ ὕδωρ, ὅντινα οἱ νῦν ἀπὸ τοῦ εὑρόντος καλοῦσιν Ἀσωπόν.
While he was reigning, Asopus, said to be the son of Celusa and Poseidon, discovered the water of the river, which the people of today call Asopus after the discoverer.
τὸ δὲ μνῆμα τοῦ Ἄραντός ἐστιν ἐν χωρίῳ Κελεαῖς, ἔνθα δὴ καὶ Δυσαύλην ἄνδρα Ἐλευσίνιον τεθάφθαι λέγουσιν.
The monument of Aras is in a place called Celeae, where indeed they say that Dysaules, an Eleusinian man, is also buried.
§2.12.5Ἄραντος δὲ υἱὸς Ἄορις καὶ θυγάτηρ ἐγένετο Ἀραιθυρέα.
To Aras were born a son Aoris and a daughter Araethyrea.
τούτους φασὶ Φλιάσιοι θηρᾶσαί τε ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους.
These, the Phliasians say, became skilled in hunting and brave in matters of war.
προαποθανούσης δὲ Ἀραιθυρέας Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς μετωνόμασεν Ἀραιθυρέαν τὴν χώραν· καὶ ἐπὶ τῷδε Ὅμηρος τοὺς Ἀγαμέμνονος ὑπηκόους καταλέγων τὸ ἔπος ἐποίησεν
"
Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινήν. "
τάφους δὲ τῶν Ἄραντος παίδων οὐχ ἑτέρωθι ἡγοῦμαι τῆς χώρας, ἐπὶ τῷ λόφῳ δὲ εἶναι τῷ Ἀραντίνῳ· καί σφισιν ἐπίθημα στῆλαι περιφανεῖς εἰσι, καὶ πρὸ τῆς τελετῆς ἣν τῇ Δήμητρι ἄγουσιν Ἄραντα καὶ τοὺς παῖδας καλοῦσιν ἐπὶ τὰς σπονδὰς ἐς ταῦτα βλέποντες τὰ μνήματα.
When Araethyrea died beforehand, Aoris renamed the country Araethyrea in memory of his sister; and concerning this Homer made the verse when cataloguing the subjects of Agamemnon: "And they dwelt in Orneae and lovely Araethyrea." I believe that the graves of the children of Aras are nowhere else in the country but are on the Arantinus hill; and as a covering over them are conspicuous stele-monuments, and before the rite which they celebrate for Demeter, looking toward these monuments, they call upon Aras and his children to the libations.
§2.12.6Φλίαντα δέ, ὃς τρίτον τοῦτο ἐποίησεν ὄνομα ἀφʼ αὑτοῦ τῇ γῇ, Κείσου μὲν παῖδα εἶναι τοῦ Τημένου κατὰ δὴ τὸν Ἀργείων λόγον οὐδὲ ἀρχὴν ἔγωγε προσίεμαι, Διονύσου δὲ οἶδα καλούμενον καὶ τῶν πλευσάντων ἐπὶ τῆς Ἀργοῦς καὶ τοῦτον γενέσθαι λεγόμενον.
As for Phlias, who made this third name for the land after himself, I do not accept at all to begin with the Argive account that he was the son of Ceisus, the son of Temenus; but I know that he is called the son of Dionysus, and is said to have been one of those who sailed on the Argo.
ὁμολογεῖ δέ μοι καὶ τοῦ Ῥοδίου ποιητοῦ τὰ ἔπη· "
Φλίας αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,
ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι
πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. "
τοῦ δὲ Φλίαντος Ἀραιθυρέαν εἶναι μητέρα, ἀλλʼ οὐ Χθονοφύλην· Χθονοφύλην δέ οἱ συνοικῆσαι καὶ Ἀνδροδάμαν γενέσθαι Φλίαντι ἐξ αὐτῆς.
And the verses of the Rhodian poet also agree with me: "Phlias again after them came from Araethyrea, where he dwelt wealthy by the favor of Dionysus, his father, near the springs of Asopus." And the mother of Phlias was Araethyrea, and not Chthonophyle; but Chthonophyle lived with him, and Androdamas was born to Phlias from her.