§2.11.1ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον.
\nそれから、「神聖門」と呼ばれる門の方へと道を曲がった人々にとって、門から遠くないところにアテナの神殿があり、かつてエポペウスが、当時の人々をその大きさと装飾において凌駕するものとして奉納した。
ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην·
しかし、やはり時の経過とともにこの神殿の記憶もまた消え去る運命にあった。
κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος—οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε— μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε.
神がそれを雷によって焼き尽くしたが、かの祭壇は――雷がそこには落ちなかったので――現在までエポペウスが作ったときのままの姿で残っている。
πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί·
その祭壇の前には、彼、エポペウスのための墓が築かれており、その墓の近くにはアポトロパイオイの神々がいる。
παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν.
彼らのもとで、人々はギリシア人が災いを避けるために習慣としているすべてのことを行う。
Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετʼ αὐτὸ Ἥρας Ἄδραστον·
また、エポペウスがアルテミスとアポロンの近くの神殿を建設し、その隣にある神殿をアドラストスが建設したと言われている。
ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ.
しかし、どちらの神殿にも神像は残されていない。
βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ.
ヘラ神殿の背後には祭壇を築いた。 一方はパンのためのものであり、他方は白大理石製でヘリオスのためのものである。
§2.11.2καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος·
\n\nそして平原へと下っていく人々に対して、そこにはデメテルの神殿がある。
ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς.
人々が言うには、プレムナイオスが自分の子供の養育に対して女神に感謝を表すために、その神殿を創建した。
τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος·
アドラストスが創建したヘラの神殿から少し離れたところに、カルネイオス・アポロンの神殿がある。
κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας.
その神殿には柱だけが立っており、壁も屋根も、ここでも、またプロドロミア・ヘラの神殿でも、もはや見出すことはできない。
τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι.
というのも、この神殿は、テメノスの子パルケスが、シキョンへと至る道中、ヘラが自分の案内役になってくれたと語って創建したからである。
§2.11.3ἐκ Σικυῶνος δὲ τὴν κατʼ εὐθὺ ἐς Φλιοῦντα ἐρχομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης.
\n\nシキョンからフリウスへまっすぐ向かう道を進み、道の左側に10スタディオンほど外れたところに、「ピュライア」と呼ばれる聖林があり、その中にプロスタシア・デメテルとコレの神殿がある。
ἐνταῦθα ἐφʼ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι·
ここで、男たちは自分たちだけで祭りを祝い、「ニュンポン」と呼ばれる場所は女たちが祝うために譲り渡している。
καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν.
そして「ニュンポン」の中には、顔だけが見えているディオニュソス、デメテル、コレの像がある。
ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα·
チタネへの道は60スタディオンの距離があり、道幅が狭いために、荷車が引く一対の獣では通ることができない。
§2.11.4σταδίους δὲ προελθοῦσιν ἐμοὶ δοκεῖν εἴκοσι καὶ ἐν ἀριστερᾷ διαβᾶσι τὸν Ἀσωπόν, ἔστιν ἄλσος πρίνων καὶ ναὸς θεῶν ἃς Ἀθηναῖοι Σεμνὰς, Σικυώνιοι δὲ Εὐμενίδας ὀνομάζουσι·
\n\n私の考えでは20スタディオンほど進んで、左側にアソポス川を渡ったところに、セイヨウヒイラギガシの聖林と、アテナイ人が「セムナイ」、シキョン人が「エウメニデス」と呼ぶ女神たちの神殿がある。
κατὰ δὲ ἔτος ἕκαστον ἑορτὴν ἡμέρᾳ μιᾷ σφισιν ἄγουσι θύοντες πρόβατα ἐγκύμονα, μελικράτῳ δὲ σπονδῇ καὶ ἄνθεσιν ἀντὶ στεφάνων χρῆσθαι νομίζουσιν.
毎年、彼らは一日だけ彼女たちのために祭りを執り行い、身ごもった雌羊を生贄として捧げ、蜂蜜入りの水の献酒と、冠の代わりに花を用いることを習慣としている。
ἐοικότα δὲ καὶ ἐπὶ τῷ βωμῷ τῶν Μοιρῶν δρῶσιν·
また、モイライの祭壇でも、彼らはこれと同様のことを行う。
ὁ δέ σφισιν ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἐστίν.
この祭壇は聖林の露地にある。
§2.11.5ἀναστρέψασι δὲ ἐς τὴν ὁδὸν διαβᾶσί τε αὖθις τὸν Ἀσωπὸν καὶ ἐς κορυφὴν ὄρους ἥξασιν, ἐνταῦθα λέγουσιν οἱ ἐπιχώριοι Τιτᾶνα οἰκῆσαι πρῶτον·
\n\n道に戻って再びアソポス川を渡り、山の頂に達した人々に対して、そこの住民たちは、かつてチタンが最初に住んだと語っている。
εἶναι δὲ αὐτὸν ἀδελφὸν Ἡλίου καὶ ἀπὸ τούτου κληθῆναι Τιτάνην τὸ χωρίον.
そして彼はヘリオスの兄弟であり、彼の名からこの場所はチタネと呼ばれるようになったという。
δοκεῖν δὲ ἐμοὶ δεινὸς ἐγένετο ὁ Τιτὰν τὰς ὥρας τοῦ ἔτους φυλάξας καὶ ὁπότε ἥλιος σπέρματα καὶ δένδρων αὔξει καὶ πεπαίνει καρπούς, καὶ ἐπὶ τῷδε ἀδελφὸς ἐνομίσθη τοῦ Ἡλίου.
私の考えでは、チタンは一年の季節を観察し、また太陽がいつ種子や木を成長させ果実を熟させるかを観察することに優れており、それゆえに太陽の兄弟と見なされるようになった。
ὕστερον δὲ Ἀλεξάνωρ ὁ Μαχάονος τοῦ Ἀσκληπιοῦ παραγενόμενος ἐς Σικυωνίαν ἐν Τιτάνῃ τὸ Ἀσκληπιεῖον ἐποίησε.
その後、アスクレピオスの息子マカオンの子であるアレクサノルがシキョンにやって来て、チタネにアスクレピオス神殿を建設した。
§2.11.6περιοικοῦσι μὲν δὴ καὶ ἄλλοι καὶ τὸ πολὺ οἰκέται τοῦ θεοῦ, καὶ κυπαρίσσων ἐστὶν ἐντὸς τοῦ περιβόλου δένδρα ἀρχαῖα·
\n\nその周囲には他の人々、そしてその大部分は神の召使いたちが住んでおり、境内の内側にはイトスギの古代の木々がある。
τὸ δὲ ἄγαλμα οὔτε ὁποίου ξύλου γέγονεν ἢ μετάλλου μαθεῖν ἔστιν οὔτε τὸν ποιήσαντα ἴσασι, πλὴν εἰ μή τις ἄρα ἐς αὐτὸν τὸν Ἀλεξάνορα ἀναφέροι.
その神像がどのような木や金属でできているかを知ることはできず、制作者が誰であるかも彼らは知らない。 ただし、誰かがそれをアレクサノル自身に帰属させるなら別であるが。
φαίνεται δὲ τοῦ ἀγάλματος πρόσωπον μόνον καὶ ἄκραι χεῖρες καὶ πόδες·
その神像は、顔と、手の先と足だけが見えている。
χιτὼν γάρ οἱ λευκὸς ἐρεοῦς καὶ ἱμάτιον ἐπιβέβληται.
なぜなら、彼には白い羊毛のキトンとヒマティオンが着せられているからである。
καὶ Ὑγείας δʼ ἔστι κατὰ ταὐτὸν ἄγαλμα·
また、ヒュギエイアの同様の神像もあるが、これもまた容易に見ることはできない。
οὐκ ἂν οὐδὲ τοῦτο ἴδοις ῥᾳδίως, οὕτω περιέχουσιν αὐτὸ κόμαι τε γυναικῶν αἳ κείρονται τῇ θεῷ καὶ ἐσθῆτος Βαβυλωνίας τελαμῶνες.
というのも、女神のために切り落とされた女性たちの髪や、バビロニア製の衣の帯が、その像をすっかり取り囲んでいるからである。
ᾧ δʼ ἂν ἐνταῦθα τούτων ἱλάσασθαι θελήσῃ τις, ἀποδέδεικταί οἱ τὸ αὐτὸ σέβεσθαι τοῦτο ὃ δὴ καὶ Ὑγείαν καλοῦσι.
ここで、これらのうちのどれによってであれ、女神をなだめようと望む人には、人々がヒュギエイアと呼んでいるこの同じ像を崇めることが定められている。
§2.11.7τῷ δὲ Ἀλεξάνορι καὶ Εὐαμερίωνι—καὶ γὰρ τούτοις ἀγάλματά ἐστι—τῷ μὲν ὡς ἥρωι μετὰ ἥλιον δύναντα ἐναγίζουσιν, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν.
\n\nアレクサノルとエウアメリオンのために――彼らのためにもまた像があるからだが――前者には日が沈んだ後に英雄として供物を捧げ、エウアメリオンには神として犠牲を捧げる。
εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι.
もし私が正しく推測しているなら、このエウアメリオンを、ペルガモン人は神託に従って「テレスポロス」と呼び、エピダウロス人は「アケシス」と呼んでいる。
τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ·
コロニスの木彫像もまたあるが、神殿内のどこにも安置されてはいない。
θυομένων δὲ τῷ θεῷ ταύρου καὶ ἀρνὸς καὶ ὑὸς ἐς Ἀθηνᾶς ἱερὸν τὴν Κορωνίδα μετενεγκόντες ἐνταῦθα τιμῶσιν.
神に対して牡牛、子羊、豚が犠牲として捧げられている間、彼らはコロニスをアテナの神殿に移して、そこで彼女を崇める。
ὁπόσα δὲ τῶν θυομένων καθαγίζουσιν, οὐδὲ ἀποχρᾷ σφισιν ἐκτέμνειν τοὺς μηρούς·
犠牲獣のうち神に捧げて燃やすものに関して、彼らは腿肉を切り取るだけでは十分としない。
χαμαὶ δὲ καίουσι πλὴν τοὺς ὄρνιθας, τούτους δὲ ἐπὶ τοῦ βωμοῦ.
鳥たちを除いて、すべて地面の上で焼き尽くし、鳥たちだけを祭壇の上で焼く。
§2.11.8τὰ δὲ ἐν τοῖς ἀετοῖς Ἡρακλῆς καὶ Νῖκαι πρὸς τοῖς πέρασίν εἰσιν.
\n\nペディメントにある装飾は、ヘラクレスと、両端にあるニケたちである。
ἀνάκειται δὲ ἀγάλματα ἐν τῇ στοᾷ Διονύσου καὶ Ἑκάτης, Ἀφροδίτη τε καὶ Μήτηρ θεῶν καὶ Τύχη·
柱廊には、ディオニュソス、ヘカテ、アプロディテ、諸神の母、そしてテュケの像が奉納されている。
ταῦτα μὲν ξόανα, λίθου δὲ Ἀσκληπιὸς ἐπίκλησιν Γορτύνιος.
これらは木彫像であるが、ゴルテュニオスという異名を持つアスクレピオス像は大理石製である。
παρὰ δὲ τοὺς δράκοντας ἐσιέναι τοὺς ἱεροὺς οὐκ ἐθέλουσιν ὑπὸ δείματος·
彼らは恐れのあまり、聖なる蛇たちのそばへ立ち入ることを望まない。
καταθέντες δέ σφισι πρὸ τῆς ἐσόδου τροφὴν οὐκέτι πολυπραγμονοῦσι.
彼らは入り口の前に蛇たちのために食べ物を置いた後は、それ以上詮索しようとしない。
κεῖται δὲ χαλκοῦς ἀνὴρ ἐντὸς τοῦ περιβόλου Γρανιανὸς Σικυώνιος, ὃς νίκας ἀνείλετο Ὀλυμπίασι δύο μὲν πεντάθλου καὶ σταδίου τὴν τρίτην, διαύλου δὲ ἀμφότερα καὶ γυμνὸς καὶ μετὰ τῆς ἀσπίδος.
境内の内側には、オリンピア競技会で、五種競技で2回、スタディオンで3回目の勝利を収め、さらに裸身でのジアウロスと盾を持った状態でのジアウロスの両方でも勝利を収めた、シキョン人のグラニアノスの青銅像が置かれている。