§2.13.1Ἡρακλειδῶν δὲ κατελθόντων Πελοπόννησος ἐταράχθη πᾶσα πλὴν Ἀρκάδων, ὡς πολλὰς μὲν τῶν πόλεων συνοίκους ἐκ τοῦ Δωρικοῦ προσλαβεῖν, πλείονας δὲ ἔτι γενέσθαι τὰς μεταβολὰς τοῖς οἰκήτορσι.
ヘラクレイダイが帰還したとき、アルカディア人を除くペロポネソス全土が混乱に陥り、その結果、多くの都市がドリスの側から共同居住者を迎え入れることになり、住民たちにとっての変化はいっそう多くなった。
τὰ δὲ κατὰ Φλιοῦντα οὕτως ἔχει.
フリウスに関する事柄は以下のようである。
Ῥηγνίδας ἐπʼ αὐτὴν ὁ Φάλκου τοῦ Τημένου Δωριεὺς ἐκ τε Ἄργους στρατεύει καὶ ἐκ τῆς Σικυωνίας.
テメノスの子パルケスの子でドリス人であるレグニダスが、アルゴスとシキョニアの両方からその地に対して遠征した。
τῶν δὲ Φλιασίων τοῖς μὲν ἃ προεκαλεῖτο Ῥηγνίδας ἐφαίνετο ἀρεστά, μένοντας ἐπὶ τοῖς αὑτῶν βασιλέα Ῥηγνίδαν καὶ τοὺς σὺν ἐκείνῳ Δωριεῖς ἐπὶ ἀναδασμῷ γῆς δέχεσθαι·
フリウス人のうち、ある人々にとってはレグニダスが提案したことが好ましく思われ、自分たちは自分たちの土地に留まりつつ、土地の再分配に基づいて、王としてのレグニダスと彼に同行するドリス人を受け入れることをよしとした。
§2.13.2Ἵππασος δὲ καὶ οἱ σὺν αὐτῷ διεκελεύοντο ἀμύνεσθαι μηδὲ πολλῶν καὶ ἀγαθῶν ἀμαχεὶ τοῖς Δωριεῦσιν ἀφίστασθαι.
しかしヒッパソスと彼に従う者たちは、抵抗し、多くの価値ある権利を戦わずしてドリス人に明け渡すべきではないと勧告した。
προσεμένου δὲ τοῦ δήμου τὴν ἐναντίαν γνώμην, οὕτως Ἵππασος σὺν τοῖς ἐθέλουσιν ἐς Σάμον φεύγει.
しかし民衆が反対の意見を受け入れたため、このようにしてヒッパソスはそれを望む者たちとともにサモスへと亡命した。
Ἱππάσου δὲ τούτου τέταρτος ἦν ἀπόγονος Πυθαγόρας ὁ λεγόμενος γενέσθαι σοφός·
このヒッパソスの四代目の末裔が、賢者となったと言われるピタゴラスであった。
Μνησάρχου γὰρ Πυθαγόρας ἦν τοῦ Εὔφρονος τοῦ Ἱππάσου.
というのも、ピタゴラスはヒッパソスの子エウプロンの子ムネサルコスの子であったからである。
ταῦτα μὲν Φλιάσιοι λέγουσι περὶ αὑτῶν, ὁμολογοῦσι δέ σφισι τὰ πολλὰ καὶ Σικυώνιοι.
これらのことをフリウス人は自分たちについて語っており、シキョン人もその大部分について彼らと合意している。
§2.13.3προσέσται δὲ ἤδη καὶ τῶν ἐς ἐπίδειξιν ἡκόντων τὰ ἀξιολογώτατα.
これからは、見学に値するもののうちで最も注目すべきものもまた叙述に付け加わるであろう。
ἔστι γὰρ ἐν τῇ Φλιασίων ἀκροπόλει κυπαρίσσων ἄλσος καὶ ἱερὸν ἁγιώτατον ἐκ παλαιοῦ·
というのは、フリウス人のアクロポリスにはイトスギの聖林と、古くからのきわめて神聖な聖所があるからである。
τὴν δὲ θεὸν ἧς ἐστι τὸ ἱερὸν οἱ μὲν ἀρχαιότατοι Φλιασίων Γανυμήδαν, οἱ δὲ ὕστερον Ἥβην ὀνομάζουσιν·
その聖所が捧げられている女神を、最も古いフリウス人たちはガニュメダと呼び、のちの人々はヘベと呼んでいる。
ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν τῇ Μενελάου πρὸς Ἀλέξανδρον μονομαχίᾳ φάμενος οἰνοχόον τῶν θεῶν εἶναι, καὶ αὖθις ἐν Ὀδυσσέως ἐς Ἅιδου καθόδῳ γυναῖκα Ἡρακλέους εἶπεν εἶναι.
彼女についてはホメロスも、メネラオスとアレクサンドロスの決闘において言及し、神々の酌人であると言っており、またのちの『オデュッセイア』におけるハデスの冥府への下行でも、ヘラクレスの妻であると言った。
Ὠλῆνι δὲ ἐν Ἥρας ἐστὶν ὕμνῳ πεποιημένα τραφῆναι τὴν Ἥραν ὑπὸ Ὡρῶν, εἶναι δέ οἱ παῖδας Ἄρην τε καὶ Ἥβην.
またオレンがヘラのために作った賛歌の中では、ヘラはホーライによって育てられ、彼女の子供はアレスとヘベであると詠まれている。
§2.13.4παρὰ δὲ Φλιασίοις τῇ θεῷ ταύτῃ καὶ ἄλλαι τιμαὶ καὶ μέγιστον τὸ ἐς τοὺς ἱκέτας ἐστί·
フリウス人の間では、この女神に対して他にも敬意が払われているが、最も重要なのは嘆願者に対するものである。
δεδώκασι γὰρ δὴ ἄδειαν ἐνταῦθα ἱκετεύουσι, λυθέντες δὲ οἱ δεσμῶται τὰς πέδας πρὸς τὰ ἐν τῷ ἄλσει δένδρα ἀνατιθέασιν.
というのも、彼らはここで嘆願する人々に安全な保護を与えており、囚人たちは解放されると、自分たちの足枷を聖林の木々に奉納するからである。
ἄγεται δὲ καὶ ἑορτή σφισιν ἐπέτειος, ἣν καλοῦσι Κισσοτόμους.
また彼らには毎年恒例の祭りも行われ、それをキッソトモイと呼んでいる。
ἄγαλμα δὲ οὔτε ἐν ἀπορρήτῳ φυλάσσουσιν οὐδὲν οὔτε ἐστὶν ἐν φανερῷ δεικνύμενον—ἐφʼ ὅτῳ δὲ οὕτω νομίζουσιν, ἱερός ἐστιν αὐτοῖς λόγος—, ἐπεὶ τῆς γε Ἥρας ἐστὶν ἐξιόντων ἐν ἀριστερᾷ ναὸς ἄγαλμα ἔχων Παρίου λίθου.
彼らは像を秘密の場所に保管しているわけでも、公の場に展示しているわけでもない。 ――どのような理由で彼らがそのように習慣づけているかについては、彼らにとって神聖な説話がある。 ――退場する人々の左側には、パロス島の大理石で作られた像を納めたヘラの神殿があるからである。
§2.13.5ἐν δὲ τῇ ἀκροπόλει καὶ ἄλλος περίβολός ἐστιν ἱερὸς Δήμητρος, ἐν δὲ αὐτῷ ναός τε καὶ ἄγαλμα Δήμητρος καὶ τῆς παιδός·
アクロポリスにはデメテルのもう一つの聖なる囲い地もあり、その内部には神殿と、デメテルおよびその娘の像がある。
τὸ δὲ τῆς Ἀρτέμιδος—ἔστι γὰρ καὶ Ἀρτέμιδος ἐνταῦθα χαλκοῦν ἄγαλμα—ἐφαίνετο ἀρχαῖον εἶναί μοι.
またアルテミスの像は――ここにはアルテミスの青銅像もあるからだが――私には古代のものであると思われた。
κατιόντων δὲ ἐκ τῆς ἀκροπόλεώς ἐστιν Ἀσκληπιοῦ ναὸς ἐν δεξιᾷ καὶ ἄγαλμα οὐκ ἔχον πω γένεια.
アクロポリスから下る人々に対して、右側にアスクレピオスの神殿があり、像はまだ髭を蓄えていない。
ὑπὸ τοῦτον τὸν ναὸν θέατρον πεποίηται·
この神殿の下に劇場が造られている。
τούτου δὲ οὐ πόρρω Δήμητρός ἐστιν ἱερὸν καὶ καθήμενα ἀγάλματα ἀρχαῖα.
これに遠くない場所に、デメテルの聖所と古代の坐像がある。
§2.13.6ἀνάκειται δὲ ἐπὶ τῆς ἀγορᾶς αἲξ χαλκῆ, τὰ πολλὰ ἐπίχρυσος· παρὰ δὲ Φλιασίοις τιμὰς ἐπὶ τῷδε εἴληφε. τὸ ἄστρον ἣν ὀνομάζουσιν αἶγα ἀνατέλλουσα τὰς ἀμπέλους λυμαίνεται συνεχῶς·
アゴラには、大部分が金箔で覆われた青銅の山羊が奉納されている。 フリウス人の間でそれが敬意を受けているのは、次の理由による。 人々が山羊と呼ぶ星座は、昇るときにブドウの木を絶えず損なう。
ἵνα δὲ ἄχαρι μηδὲν ἀπʼ αὐτῆς γένηται, οἱ δὲ τὴν ἐπὶ τῆς ἀγορᾶς χαλκῆν αἶγα ἄλλοις τε τιμῶσι καὶ χρυσῷ τὸ ἄγαλμα ἐπικοσμοῦντες.
それから何不都合なことが生じないようにするために、彼らはアゴラにある青銅の山羊を他の捧げ物によっても崇め、またその像を金で飾り立てているのである。
ἐνταῦθά ἐστι καὶ Ἀριστίου μνῆμα τοῦ Πρατίνου·
ここにはプラティナスの子アリスティアスの記念碑もある。
τούτῳ τῷ Ἀριστίᾳ σάτυροι καὶ Πρατίνᾳ τῷ πατρί εἰσι πεποιημένοι πλὴν τῶν Αἰχύλου δοκιμώτατοι.
このアリスティアスと、その父プラティナスによって作られたサテュロス劇は、アイスキュロスのものを除けば、最も評価の高いものである。
§2.13.7ὄπισθεν δὲ τῆς ἀγορᾶς ἐστιν οἶκος ὀνομαζόμενος ὑπὸ Φλιασίων μαντικός.
アゴラの後ろには、フリウス人によって「予言の家」と呼ばれる建物がある。
ἐς τοῦτον Ἀμφιάραος ἐλθὼν καὶ τὴν νύκτα ἐγκατακοιμηθεὶς μαντεύεσθαι τότε πρῶτον, ὡς οἱ Φλιάσιοί φασιν, ἤρξατο·
アムピアラオスがこの中に入り、夜をそこで眠って過ごしたときに、フリウス人が言うには、そこで初めて予言をすることを始めた。
τέως δὲ ἦν Ἀμφιάραος τῷ ἐκείνων λόγῳ ἰδιώτης τε καὶ οὐ μάντις.
それまでアムピアラオスは彼らの説によれば、普通の人間であり予言者ではなかった。
καὶ τὸ οἴκημα ἀπὸ τούτου συγκέκλεισται τὸν πάντα ἤδη χρόνον.
そしてこの建物はそれ以来、今や永久に閉ざされたままになっている。
οὐ πόρρω δέ ἐστιν ὁ καλούμενος Ὀμφαλός, Πελοποννήσου δὲ πάσης μέσον, εἰ δὴ τὰ ὄντα εἰρήκασιν.
そこから遠くないところに、いわゆる「オンパロス」があり、もし彼らが真実を語っているのなら、ペロポネソス全土の中心である。
ἀπὸ δὲ τοῦ Ὀμφαλοῦ προελθοῦσι Διονύσου σφίσιν ἱερόν ἐστιν ἀρχαῖον, ἔστι δὲ καὶ Ἀπόλλωνος καὶ ἄλλο Ἴσιδος.
オンパロスから進む人々に対して、彼らのディオニュソスの古い聖所があり、アポロンの聖所、そしてもう一つのイシスの聖所もある。
τὸ μὲν δὴ ἄγαλμα τοῦ Διονύσου δῆλον πᾶσιν, ὡσαύτως δὲ καὶ τὸ τοῦ Ἀπόλλωνος·
ディオニュソスの像は誰の目にも明らかであり、アポロンの像も同様である。
τὸ δὲ τῆς Ἴσιδος τοῖς ἱερεῦσι θεάσασθαι μόνον ἔστι.
しかしイシスの像は、神官たちだけが目にすることができる。
§2.13.8λέγεται δὲ καὶ ὧδε ὑπὸ Φλιασίων λόγος·
またフリウス人の間では次のような話も語られている。
Ἡρακλέα, ὅτʼ ἐκ Λιβύης ἀνεσώθη κομίζων τὰ μῆλα τὰ Ἑσπερίδων καλούμενα, ἐς Φλιοῦντα ἐλθεῖν κατὰ δή τι ἴδιον, διαιτωμένου δὲ ἐνταῦθα Οἰνέα ἐξ Αἰτωλίας ἀφικέσθαι παρʼ αὐτόν·
ヘラクレスが、いわゆるヘスペリデスの黄金の林檎を運んでリビアから無事に戻ったとき、何らかの私用でフリウスへやって来た。 そして彼がそこに滞在していると、アイトリアからオイネウスが彼のもとにやって来た。
ἐγεγόνει δὲ τῷ Ἡρακλεῖ πρότερον ἔτι κηδεστής, τότε δὲ ἀφιγμένος εἱστία τὸν Ἡρακλέα ἢ αὐτὸς εἱστιᾶτο ὑπὸ ἐκείνου.
彼はヘラクレスにとって、すでにそれ以前から親族となっていたが、そのとき到着すると、ヘラクレスをもてなしたか、あるいは自身が彼によってもてなされた。
Κύαθον δʼ οὖν παῖδα οἰνοχόον Οἰνέως οὐκ ἀρεσθεὶς τῷ δοθέντι πώματι παίει τῶν δακτύλων ἑνὶ ἐς τὴν κεφαλήν·
ともかく、オイネウスの酌人であった少年キュアトスから与えられた飲み物に満足せず、ヘラクレスは指の一本で彼の頭を叩いた。
ἀποθανόντος δὲ αὐτίκα ὑπὸ τῆς πληγῆς Φλιασίοις ἐστὶν οἴκημα ἐς μνήμην.
彼がその打撃によって即死したため、フリウス人にはその記念のための建物がある。
τοῦτο ᾠκοδόμηται μὲν παρὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἀγάλματα δὲ λίθου πεποιημένα ἔχει, κύλικα ὀρέγοντα Ἡρακλεῖ τὸν Κύαθον.
これはアポロンの聖所の傍らに建てられており、石造りの彫像を備え、そこではキュアトスがヘラクレスに杯を差し出している。