Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.11.1-2.11.8

从西基翁至蒂塔内的道路与阿斯克勒庇俄斯神殿

第 66 段,共 465 段 · 希腊语

内容简介

本段落描述了从西基翁到蒂塔内沿途分布的雅典娜、赫拉、得墨忒耳及欧墨尼得斯等神明的神殿与祭坛,并介绍了蒂塔内阿斯克勒庇俄斯神殿的来历及神像。

§2.11.1ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον.
\n从这里折向被称为“圣门”的城门的人,在离城门不远处有一座雅典娜神殿,这是埃波剖斯曾经奉纳的,其规模和装饰在当时无与伦比。
ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην· κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος—οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε— μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε.
然而,这个神殿的记忆注定随着时间的推移而消失;神明用雷电将其烧毁,但那个祭坛——因为雷电没有落在它上面——至今仍保持着埃波剖斯建造时的样子。
πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί· παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν.
在祭坛前,为埃波剖斯堆起了一座坟墓,在墓旁是避邪神;在这些神明面前,他们履行希腊人为驱避灾祸而习惯进行的一切仪式。
Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετʼ αὐτὸ Ἥρας Ἄδραστον· ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ.
据说埃波剖斯也为阿尔忒弥斯和阿波罗建造了邻近的圣所,而其后的那座则是阿德拉斯托斯为赫拉建造的;但两处都没有留下神像。
βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ.
在赫拉神殿的后面,阿德拉斯托斯建造了祭坛,一个是给潘神的,另一个是用白大理石建造给赫利俄斯的。
§2.11.2καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος· ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς.
\n\n对于那些向下走向平原的人来说,这里有一处得墨忒耳的圣所;人们说,这是普莱姆奈俄斯为了报答女神抚育其子之恩而创建的。
τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος· κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας.
在阿德拉斯托斯所建的赫拉神殿稍远一点的地方,有一座卡尔奈奥斯·阿波罗的神殿;其中只立着柱子,无论在这里还是在先导者赫拉的神殿里,你都无法再看到墙壁或屋顶。
τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι.
因为这后一座神殿是由泰墨诺斯之子法尔克斯创建的,他声称在前往西基翁的途中,赫拉成为了他的向导。
§2.11.3ἐκ Σικυῶνος δὲ τὴν κατʼ εὐθὺ ἐς Φλιοῦντα ἐρχομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης.
\n\n从西基翁直接前往弗利亚斯的人,在道路左侧折入约十斯塔德的地方,有一处被称为“皮赖亚”的圣林,其中有守护者得墨忒耳和少女神的圣所。
ἐνταῦθα ἐφʼ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι· καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν.
在这里,男子们自己举行节日,而将被称为“婚礼室”的地方让给妇女们庆祝;在“婚礼室”里有只露出脸部的狄奥尼索斯、得墨忒耳和少女神的雕像。
ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα· §2.11.4σταδίους δὲ προελθοῦσιν ἐμοὶ δοκεῖν εἴκοσι καὶ ἐν ἀριστερᾷ διαβᾶσι τὸν Ἀσωπόν, ἔστιν ἄλσος πρίνων καὶ ναὸς θεῶν ἃς Ἀθηναῖοι Σεμνὰς, Σικυώνιοι δὲ Εὐμενίδας ὀνομάζουσι· κατὰ δὲ ἔτος ἕκαστον ἑορτὴν ἡμέρᾳ μιᾷ σφισιν ἄγουσι θύοντες πρόβατα ἐγκύμονα, μελικράτῳ δὲ σπονδῇ καὶ ἄνθεσιν ἀντὶ στεφάνων χρῆσθαι νομίζουσιν.
通往蒂塔内的道路长达六十斯塔德,且因狭窄而无法通行拉车的牲口;\n\n在我的看来,向前走二十斯塔德并在左边渡过阿索波斯河的人,会看到一处冬青栎的圣林和一座女神们的神殿,雅典人称她们为“崇高女神”,西基翁人称她们为“欧墨尼得斯”;每年他们会为她们举行一天的节日,献祭怀孕的绵羊,并习惯用蜜水献祭,用鲜花代替花环。
ἐοικότα δὲ καὶ ἐπὶ τῷ βωμῷ τῶν Μοιρῶν δρῶσιν· ὁ δέ σφισιν ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἐστίν.
在命运女神的祭坛上,他们也举行类似的仪式;而她们的祭坛位于圣林的露天处。
§2.11.5ἀναστρέψασι δὲ ἐς τὴν ὁδὸν διαβᾶσί τε αὖθις τὸν Ἀσωπὸν καὶ ἐς κορυφὴν ὄρους ἥξασιν, ἐνταῦθα λέγουσιν οἱ ἐπιχώριοι Τιτᾶνα οἰκῆσαι πρῶτον· εἶναι δὲ αὐτὸν ἀδελφὸν Ἡλίου καὶ ἀπὸ τούτου κληθῆναι Τιτάνην τὸ χωρίον.
\n\n对于那些回到道路上、再次渡过阿索波斯河并到达山顶的人,那里的居民说提坦最初居住于此;他是赫利俄斯的兄弟,该地因他而得名蒂塔内。
δοκεῖν δὲ ἐμοὶ δεινὸς ἐγένετο ὁ Τιτὰν τὰς ὥρας τοῦ ἔτους φυλάξας καὶ ὁπότε ἥλιος σπέρματα καὶ δένδρων αὔξει καὶ πεπαίνει καρπούς, καὶ ἐπὶ τῷδε ἀδελφὸς ἐνομίσθη τοῦ Ἡλίου.
在我看来,提坦之所以被认为是赫利俄斯的兄弟,是因为他善于观察一年的季节,以及太阳何时使种子和树木生长、使果实成熟。
ὕστερον δὲ Ἀλεξάνωρ ὁ Μαχάονος τοῦ Ἀσκληπιοῦ παραγενόμενος ἐς Σικυωνίαν ἐν Τιτάνῃ τὸ Ἀσκληπιεῖον ἐποίησε.
后来,阿斯克勒庇俄斯之子马卡翁的儿子阿莱克萨诺来到西基翁,在蒂塔内建造了阿斯克勒庇俄斯神殿。
§2.11.6περιοικοῦσι μὲν δὴ καὶ ἄλλοι καὶ τὸ πολὺ οἰκέται τοῦ θεοῦ, καὶ κυπαρίσσων ἐστὶν ἐντὸς τοῦ περιβόλου δένδρα ἀρχαῖα· τὸ δὲ ἄγαλμα οὔτε ὁποίου ξύλου γέγονεν ἢ μετάλλου μαθεῖν ἔστιν οὔτε τὸν ποιήσαντα ἴσασι, πλὴν εἰ μή τις ἄρα ἐς αὐτὸν τὸν Ἀλεξάνορα ἀναφέροι.
\n\n神殿周围还居住着其他人,多为这位神明的仆人,境内有古老的柏树;神像无法看出是由何种木材或金属制成的,他们也不知道制作者是谁,除非有人将其归于阿莱克萨诺本人。
φαίνεται δὲ τοῦ ἀγάλματος πρόσωπον μόνον καὶ ἄκραι χεῖρες καὶ πόδες· χιτὼν γάρ οἱ λευκὸς ἐρεοῦς καὶ ἱμάτιον ἐπιβέβληται.
神像只露出脸部、手尖和脚;因为他身上披着白色的羊毛宽袍和斗篷。
καὶ Ὑγείας δʼ ἔστι κατὰ ταὐτὸν ἄγαλμα· οὐκ ἂν οὐδὲ τοῦτο ἴδοις ῥᾳδίως, οὕτω περιέχουσιν αὐτὸ κόμαι τε γυναικῶν αἳ κείρονται τῇ θεῷ καὶ ἐσθῆτος Βαβυλωνίας τελαμῶνες.
这里还有一尊同样的许癸厄亚像;但你也不容易看清这尊像,因为为女神剪下的妇女头发和巴比伦服饰的带子将其紧紧包裹。
ᾧ δʼ ἂν ἐνταῦθα τούτων ἱλάσασθαι θελήσῃ τις, ἀποδέδεικταί οἱ τὸ αὐτὸ σέβεσθαι τοῦτο ὃ δὴ καὶ Ὑγείαν καλοῦσι.
对于任何想在这里用这些东西来安抚女神的人,规定他必须崇拜人们称之为许癸厄亚的这尊神像。
§2.11.7τῷ δὲ Ἀλεξάνορι καὶ Εὐαμερίωνι—καὶ γὰρ τούτοις ἀγάλματά ἐστι—τῷ μὲν ὡς ἥρωι μετὰ ἥλιον δύναντα ἐναγίζουσιν, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν.
\n\n对于阿莱克萨诺和欧阿墨里翁——因为他们也有雕像——他们在日落之后向阿莱克萨诺像英雄一样献祭,而向欧阿墨里翁像神明一样献祭。
εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι.
如果我的推测正确,这位欧阿墨里翁就是帕加马人根据神谕所称的“特勒斯福罗斯”,而埃皮道鲁斯人称之为“阿克西斯”。
τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ· θυομένων δὲ τῷ θεῷ ταύρου καὶ ἀρνὸς καὶ ὑὸς ἐς Ἀθηνᾶς ἱερὸν τὴν Κορωνίδα μετενεγκόντες ἐνταῦθα τιμῶσιν.
科罗尼斯也有一尊木雕像,但它并没有安放在神殿的任何地方;当人们向神明献祭公牛、羔羊和猪时,他们把科罗尼斯像移到雅典娜的圣所,并在那里敬奉她。
ὁπόσα δὲ τῶν θυομένων καθαγίζουσιν, οὐδὲ ἀποχρᾷ σφισιν ἐκτέμνειν τοὺς μηρούς· χαμαὶ δὲ καίουσι πλὴν τοὺς ὄρνιθας, τούτους δὲ ἐπὶ τοῦ βωμοῦ.
在他们献祭烧毁的祭品中,仅切下大腿肉对他们来说是不够的;除了鸟类是在祭坛上烧毁之外,他们将其他所有祭品都在地上烧尽。
§2.11.8τὰ δὲ ἐν τοῖς ἀετοῖς Ἡρακλῆς καὶ Νῖκαι πρὸς τοῖς πέρασίν εἰσιν.
\n\n山墙里的雕像是赫拉克勒斯,两端是胜利女神。
ἀνάκειται δὲ ἀγάλματα ἐν τῇ στοᾷ Διονύσου καὶ Ἑκάτης, Ἀφροδίτη τε καὶ Μήτηρ θεῶν καὶ Τύχη· ταῦτα μὲν ξόανα, λίθου δὲ Ἀσκληπιὸς ἐπίκλησιν Γορτύνιος.
在柱廊里奉纳有狄奥尼索斯、赫卡忒、阿佛洛狄忒、众神之母和提喀的雕像;这些是木雕像,而被称为戈耳廷纽斯的阿斯克勒庇俄斯像是大理石制的。
παρὰ δὲ τοὺς δράκοντας ἐσιέναι τοὺς ἱεροὺς οὐκ ἐθέλουσιν ὑπὸ δείματος· καταθέντες δέ σφισι πρὸ τῆς ἐσόδου τροφὴν οὐκέτι πολυπραγμονοῦσι.
由于害怕,他们不想接近那些圣蛇;在入口前为它们放下食物后,他们就不再过问。
κεῖται δὲ χαλκοῦς ἀνὴρ ἐντὸς τοῦ περιβόλου Γρανιανὸς Σικυώνιος, ὃς νίκας ἀνείλετο Ὀλυμπίασι δύο μὲν πεντάθλου καὶ σταδίου τὴν τρίτην, διαύλου δὲ ἀμφότερα καὶ γυμνὸς καὶ μετὰ τῆς ἀσπίδος.
境内立着一尊西基翁人格拉尼亚诺斯的青铜像,他在奥林匹亚获得了多次胜利,其中两次在五项全能,第三次在短跑,还有在双跑中两次夺冠,一次是赤身,另一次是手持盾牌。

词汇与语法注释

  1. §2.11.1ἀποτραπεῖσιν — 第二不定过去时被动分词阳性复数与格,作为表示关系的与格,指代假想的旅行者或读者(“对于折向……的人来说”),这是保萨尼亚斯游记中十分典型的文体特征。
  2. §2.11.5δοκεῖν δὲ ἐμοὶ — 伴有与格代词 `ἐmoì` 的绝对不定式结构(“在我看来”),作为插入语使用,用以表明作者个人的主观判断。

引用这一段

保萨尼亚斯, 希腊志 §2.11.1-2.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.11.1-2.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。