§2.11.1ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον.
\nAnd for those who turn aside from here to the gate called Sacred, not far from the gate is a temple of Athena, which Epopeus once dedicated, surpassing those of that time in size and decoration.
ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην· κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος—οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε— μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε.
But it was destined after all that in time the memory of this also should vanish; a god burned it down with thunderbolts, but that altar—for nothing of it struck it—remains even to this day as Epopeus made it.
πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί· παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν.
In front of the altar a mound has been piled up for him, Epopeus, as a monument, and near the grave are the Apotropaoi gods; before these they do whatever the Greeks are accustomed to do for the aversion of evils.
Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετʼ αὐτὸ Ἥρας Ἄδραστον· ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ.
And they say that Epopeus built the neighboring sanctuary for Artemis and Apollo, and Adrastus the one after it for Hera; but no image was left for either.
βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ. §2.11.2καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος· ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς.
Behind the Heraeum he built altars, one for Pan, and one of white stone for Helios.\n\nAnd for those who descend as if to the plain, there is here a sanctuary of Demeter; and they say that Plemnaeus founded it to return thanks to the goddess for the rearing of his child.
τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος· κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας.
A little further from the sanctuary of Hera, which Adrastus founded, is a temple of Carnean Apollo; only columns stand in it, and you will no longer find walls or a roof either here or in the temple of Prodromia Hera.
τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι. §2.11.3ἐκ Σικυῶνος δὲ τὴν κατʼ εὐθὺ ἐς Φλιοῦντα ἐρχομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης.
For Phalces the son of Temenus founded this one, saying that Hera had become a guide for him on his way to Sicyon.\n\nAnd for those who go from Sicyon straight to Phlius and turn aside about ten stades to the left of the road, there is a grove called Pyraea, and in it a sanctuary of Prostasia Demeter and Core.
ἐνταῦθα ἐφʼ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι· καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν.
Here the men hold a festival by themselves, and they have conceded the place called Nymphon to the women to celebrate; and images of Dionysus, Demeter, and Core showing only the faces are in the Nymphon.
ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα· §2.11.4σταδίους δὲ προελθοῦσιν ἐμοὶ δοκεῖν εἴκοσι καὶ ἐν ἀριστερᾷ διαβᾶσι τὸν Ἀσωπόν, ἔστιν ἄλσος πρίνων καὶ ναὸς θεῶν ἃς Ἀθηναῖοι Σεμνὰς, Σικυώνιοι δὲ Εὐμενίδας ὀνομάζουσι· κατὰ δὲ ἔτος ἕκαστον ἑορτὴν ἡμέρᾳ μιᾷ σφισιν ἄγουσι θύοντες πρόβατα ἐγκύμονα, μελικράτῳ δὲ σπονδῇ καὶ ἄνθεσιν ἀντὶ στεφάνων χρῆσθαι νομίζουσιν.
The road to Titane is sixty stades, and impassable for yokes of beasts because of its narrowness;\n\nand for those who have gone forward, in my opinion, twenty stades and crossed the Asopus on the left, there is a grove of holm-oaks and a temple of the goddesses whom the Athenians call Semnai, and the Sicyonians Eumenides; and every year on a single day they hold a festival for them, sacrificing pregnant sheep, and they are accustomed to use a libation of honey-mixture and flowers instead of garlands.
ἐοικότα δὲ καὶ ἐπὶ τῷ βωμῷ τῶν Μοιρῶν δρῶσιν· ὁ δέ σφισιν ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἐστίν. §2.11.5ἀναστρέψασι δὲ ἐς τὴν ὁδὸν διαβᾶσί τε αὖθις τὸν Ἀσωπὸν καὶ ἐς κορυφὴν ὄρους ἥξασιν, ἐνταῦθα λέγουσιν οἱ ἐπιχώριοι Τιτᾶνα οἰκῆσαι πρῶτον·
And they do similar things also at the altar of the Moirae; and theirs is in the open air of the grove.\n\nAnd for those who return to the road, cross the Asopus again, and reach the summit of the mountain, there the locals say that Titan first dwelt; and that he was a brother of Helios, and from him the place was called Titane.
εἶναι δὲ αὐτὸν ἀδελφὸν Ἡλίου καὶ ἀπὸ τούτου κληθῆναι Τιτάνην τὸ χωρίον. δοκεῖν δὲ ἐμοὶ δεινὸς ἐγένετο ὁ Τιτὰν τὰς ὥρας τοῦ ἔτους φυλάξας καὶ ὁπότε ἥλιος σπέρματα καὶ δένδρων αὔξει καὶ πεπαίνει καρπούς, καὶ ἐπὶ τῷδε ἀδελφὸς ἐνομίσθη τοῦ Ἡλίου.
In my opinion, Titan became clever in observing the seasons of the year and when the sun increases seeds and trees and ripens fruits, and for this reason he was believed to be a brother of Helios.
ὕστερον δὲ Ἀλεξάνωρ ὁ Μαχάονος τοῦ Ἀσκληπιοῦ παραγενόμενος ἐς Σικυωνίαν ἐν Τιτάνῃ τὸ Ἀσκληπιεῖον ἐποίησε. §2.11.6περιοικοῦσι μὲν δὴ καὶ ἄλλοι καὶ τὸ πολὺ οἰκέται τοῦ θεοῦ, καὶ κυπαρίσσων ἐστὶν ἐντὸς τοῦ περιβόλου δένδρα ἀρχαῖα· τὸ δὲ ἄγαλμα οὔτε ὁποίου ξύλου γέγονεν ἢ μετάλλου μαθεῖν ἔστιν οὔτε τὸν ποιήσαντα ἴσασι, πλὴν εἰ μή τις ἄρα ἐς αὐτὸν τὸν Ἀλεξάνορα ἀναφέροι.
Later, Alexanor the son of Machaon, the son of Asclepius, came to the Sicyonian land and made the Asclepieum in Titane.\n\nOthers also dwell around it, and for the most part the servants of the god, and there are ancient trees of cypresses inside the enclosure; and it is not possible to learn of what kind of wood or metal the image is made, nor do they know the maker, unless indeed someone should refer it to Alexanor himself.
φαίνεται δὲ τοῦ ἀγάλματος πρόσωπον μόνον καὶ ἄκραι χεῖρες καὶ πόδες· χιτὼν γάρ οἱ λευκὸς ἐρεοῦς καὶ ἱμάτιον ἐπιβέβληται.
Only the face, the ends of the hands, and the feet of the image are visible; for a white woolen tunic and a cloak have been put upon him.
καὶ Ὑγείας δʼ ἔστι κατὰ ταὐτὸν ἄγαλμα· οὐκ ἂν οὐδὲ τοῦτο ἴδοις ῥᾳδίως, οὕτω περιέχουσιν αὐτὸ κόμαι τε γυναικῶν αἳ κείρονται τῇ θεῷ καὶ ἐσθῆτος Βαβυλωνίας τελαμῶνες.
And there is a similar image of Hygeia; nor would you easily see this either, so much do the hair of women, which they cut off for the goddess, and the bands of Babylonian clothing surround it.
ᾧ δʼ ἂν ἐνταῦθα τούτων ἱλάσασθαι θελήσῃ τις, ἀποδέδεικταί οἱ τὸ αὐτὸ σέβεσθαι τοῦτο ὃ δὴ καὶ Ὑγείαν καλοῦσι. §2.11.7τῷ δὲ Ἀλεξάνορι καὶ Εὐαμερίωνι—καὶ γὰρ τούτοις ἀγάλματά ἐστι—τῷ μὲν ὡς ἥρωι μετὰ ἥλιον δύναντα ἐναγίζουσιν, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν.
And to whomever wishes to appease her here with any of these, it is appointed for him to worship this same one whom they indeed call Hygeia.\n\nAnd to Alexanor and Euamerion—for there are images of these too—they make offerings to the former as to a hero after the sun has set, but to Euamerion they sacrifice as to a god.
εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι.
And if I guess correctly, the Pergamenes call this Euamerion Telesphorus by an oracle, and the Epidaurians Acesis.
τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ· θυομένων δὲ τῷ θεῷ ταύρου καὶ ἀρνὸς καὶ ὑὸς ἐς Ἀθηνᾶς ἱερὸν τὴν Κορωνίδα μετενεγκόντες ἐνταῦθα τιμῶσιν.
Of Coronis too there is a wooden image, but it is consecrated nowhere in the temple; and while a bull, a lamb, and a pig are being sacrificed to the god, they carry Coronis over to the sanctuary of Athena and honor her there.
ὁπόσα δὲ τῶν θυομένων καθαγίζουσιν, οὐδὲ ἀποχρᾷ σφισιν ἐκτέμνειν τοὺς μηρούς· χαμαὶ δὲ καίουσι πλὴν τοὺς ὄρνιθας, τούτους δὲ ἐπὶ τοῦ βωμοῦ. §2.11.8τὰ δὲ ἐν τοῖς ἀετοῖς Ἡρακλῆς καὶ Νῖκαι πρὸς τοῖς πέρασίν εἰσιν.
And of the things they sacrifice to be burned, it is not even enough for them to cut out the thighs; but they burn everything on the ground except the birds, and these on the altar.\n\nThe figures in the pediments are Heracles, and Victory-goddesses are at the ends.
ἀνάκειται δὲ ἀγάλματα ἐν τῇ στοᾷ Διονύσου καὶ Ἑκάτης, Ἀφροδίτη τε καὶ Μήτηρ θεῶν καὶ Τύχη· ταῦτα μὲν ξόανα, λίθου δὲ Ἀσκληπιὸς ἐπίκλησιν Γορτύνιος.
And there are dedicated images in the portico of Dionysus and Hecate, Aphrodite and the Mother of the gods, and Tyche; these are wooden images, but the Asclepius surnamed Gortynian is of stone.
παρὰ δὲ τοὺς δράκοντας ἐσιέναι τοὺς ἱεροὺς οὐκ ἐθέλουσιν ὑπὸ δείματος· καταθέντες δέ σφισι πρὸ τῆς ἐσόδου τροφὴν οὐκέτι πολυπραγμονοῦσι.
But they do not wish to go near the sacred serpents because of fear; and having set down food for them in front of the entrance, they no longer busy themselves about them.
κεῖται δὲ χαλκοῦς ἀνὴρ ἐντὸς τοῦ περιβόλου Γρανιανὸς Σικυώνιος, ὃς νίκας ἀνείλετο Ὀλυμπίασι δύο μὲν πεντάθλου καὶ σταδίου τὴν τρίτην, διαύλου δὲ ἀμφότερα καὶ γυμνὸς καὶ μετὰ τῆς ἀσπίδος.
Within the enclosure lies a bronze man, Granianus of Sicyon, who won victories at Olympia, two in the pentathlon, and the third in the stade-race, and both in the diaulos, both naked and with the shield.