§10.5.1ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή.
また、ダウリスを通ってパルナッソス山の山頂へと至る登り道もあり、それはデルフォイからの道よりも長いが、同じように険しいわけではない。
ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.
ダウリスからデルフォイへ向かう本道へと戻り、さらに前方へと進んでいくと、道路の左側に「フォキコン」と呼ばれる建物があり、そこには各都市からフォキス人たちが集まる。
§10.5.2μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες·
その建物は大きさにおいては巨大であり、その内部には柱が縦に立っている。
ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται.
柱から両側の壁に向かって段がせり上がっており、これらの段の上に集まったフォキス人たちが着席する。
πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.
奥の端には柱も段もなく、ゼウスとアテナとヘラの像がある。 ゼウスの像は玉座にあり、その両脇には、一方は右側に、他方は左側に立っており、アテナ[とヘラ]が表されている。
§10.5.3προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν·
そこから進むと、「スキステ(分かれ道)」と呼ばれる道に到着する。
ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη.
この道において、オイディプスによる父親殺しの事件が引き起こされた。
ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα.
どうやら、オイディプスの苦難の記念碑がギリシア全土に遺される運命であったようだ。
τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα·
彼が生まれたとき、人々は彼のくるぶしに針を突き刺して、キタイロン山というプラタイアの地に彼を捨てた。
Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο·
そして、コリントスと地峡の地がオイディプスの養育の地となった。
γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο·
また、フォキスの地と「スキステ」の道は、父親殺しの穢れを受け入れた。
Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.
テーバイ人にとっては、オイディプスの婚姻とエテオクレスの不正に関する噂が、さらに広く残っている。
§10.5.4Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπʼ αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπʼ αὐτῷ λίθοι λογάδες σεσωρευμένοι·
オイディプスにとっては、「スキステ」の道とそこでの大罪が災いの始まりであり、ライオスとその従者の墓は、今なお三叉路のまさに真ん中に同じようにあり、その上には集められた石が積み上げられている。
Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
プラタイアの王であったダマシストラトスという男が、横たわる死体を偶然見つけ、彼らを葬ったと言われている。
§10.5.5ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα.
そこからデルフォイへ至る公道は、より上り坂となり、軽装の旅人にとってもより険しくなる。
λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον.
デルフォイ自体については多くの、そして様々なことが言われており、アポロンの神託所についてはさらに多くのことが言われている。
φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπʼ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς·
というのも、最も古い時代には神託所は大地の物であり、ダフニスが大地によってそこでの最初の預言者に任命されたと言われているからである。
§10.5.6εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν.
彼女はその山の周りのニンフの一人であった。
ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη·
ギリシア人たちの間には詩があり、その詩篇の名は『エウモルピア』であり、人々はその詩をアンティオペモスの子ムサイオスの作としている。
πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα.
その詩の中に歌われていることには、神託所はポセイドンと大地の共有であり、大地自身が神託を告げ、ポセイドンの神託のための奉仕者はピュルコンであったという。
καὶ οὕτως ἔχει τὰ ἔπη·
そして詩は以下のようである。
"
αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον,
σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου.
「たちまち、大地の女神の声が賢明な言葉を語り、また名高い大地を揺るがす神の従者、ピュルコンも共に語った。
"
χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπʼ αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν·
」その後、大地に属していた分は、彼女自身によってテミスに与えられ、アポロンはテミスからそれを贈り物として受け取ったと言われている。
Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος.
また、ポセイドンに対しては、神託所の代わりに、トロイゼンの前に浮かぶカラウレイア島を引き換えに与えたと言われている。