§10.5.7ἤκουσα δὲ καὶ ὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοί τε ἐγένοντο ὑπὸ τοῦ ἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος.
私はまた、羊飼いたちがその神託所に偶然行き当たり、蒸気によって神憑り状態になり、アポロンから神託を得たという話も聞いた。
μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόην δόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρον ᾖσεν.
フェモノエについては、彼女が神の最初の女預言者となり、最初にヘクサメトロスを歌ったという評判が、最も大きく、また最も多くの人々から支持されている。
Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸ μαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούς τε ἄλλους καὶ Ὠλῆνα·
しかし、地元の女性であるボイオは、デルフォイへの賛歌を作って、ハイパーボレアからやって来た人々、なかんずくオレンたちが、神のためにその神託所を建設したと語った。
τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾄσαι πρῶτον τὸ ἑξάμετρον.
そしてこのオレンが最初に神託を告げ、最初にヘクサメトロスを歌ったのだと。
§10.5.8πεποίηκε δὲ ἡ Βοιὼ τοιάδε·
ボイオは以下のように歌っている。
"
ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο
παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς.
"そこでおまえのために、記憶に残る神託所を完成させたのだ、ハイパーボレアの子ら、パガソスと神聖なるアギュイエウスが。
"
ἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦ ὕμνου τὸν Ὠλῆνα ὠνόμασεν·
"彼女はさらに他のハイパーボレア人たちの名を挙げ、賛歌の最後にオレンの名を呼んでいる。
"
Ὠλήν θʼ, ὃς γένετο πρῶτος Φοίβοιο προφάτας,
πρῶτος δʼ ἀρχαίων ἐπέων τεκτάνατʼ ἀοιδάν.
"そしてオレン、彼はフォイボスの最初の預言者となり、最初に古代の詩歌の歌を織りなした。
"
οὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶν μαντείαν ἀνήκει μόνων.
"しかしながら、語り継がれていることは、他の誰でもなく、女性の神託預言にのみ帰せられている。
§10.5.9ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι·
最古の時代にアポロンのために建てられた神殿は月桂樹で作られており、その枝はテンペにある月桂樹から運ばれたと人々は言っている。
καλύβης δʼ ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός.
この神殿は小屋の形に似せて造られていたのであろう。
δεύτερα δὲ λέγουσιν οἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπό τε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκ πτερῶν· πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος.
デルフォイの人々は、2番目の神殿は蜜蜂によって蜜蝋と羽から作られたと言っており、それはアポロンによってハイパーボレア人たちのもとへ送られたと言われている。
§10.5.10λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷ Πτερᾶν εἶναι·
また別の説も語られており、それによれば、デルフォイの男で、名はプテラスという者が神殿を建設したという。
κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος·
それゆえ、このことによって神殿の名前もその建設者に由来して付けられたのだという。
ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασιν ὀνομάζεσθαι.
そしてこのプテラスから、クレタの都市も一字を加えることでアプテレウスと名付けられていると言われている。
τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν, ὡς ἐκ τῆς πόας ταύτης χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐδὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον.
というのも、山の中に生い茂る羊歯に関する説、すなわち、この羊歯がまだ青いうちに編んで神殿を作ったという説については、私はそもそもその話を全く受け入れないからである。
§10.5.11τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν, εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲ Ἀθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθους ἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν·
3番目の神殿については、それが青銅で作られたという点に何の不思議もない。 なぜなら、アクリシオスが自分の娘のために青銅の寝室を作ったからであり、スパルタ人には「青銅の家」のアテナの神殿が今なお残っており、ローマ人にはその規模と他の装飾の点で見事なフォロが青銅の屋根を備えているからである。
οὕτω καὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν.
したがって、アポロンにとっても青銅の神殿が建てられたということは、あり得ないことではなかろう。
§10.5.12τὰ μέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰς ᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος ᾖσεν ἐπʼ ἐκείνῳ τῷ ναῷ·
しかしながら、その神殿がヘファイストスの技によるものであるとか、あるいはピンダロスがその神殿について歌った金の歌い手たちに関する話などの、その他の点については、私は納得できなかった。
"
χρύσειαι δʼ ἐξύπερθʼ αἰετοῦ
ἄειδον Κηληδόνες.
ピンダロスは次のように歌っている。 "そして鷲の上からは、金色のケレドネスが歌っていた。
"
οὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρʼ Ὁμήρῳ Σειρήνων ἐποίησεν·
"これはホメロスにおけるセイレンを模倣して、彼がこのように作ったのだと私には思われる。
οὐ μὴν οὐδὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰ ταὐτὰ εἰρημένα εὕρισκον·
また、この神殿がどのような方法で消滅してしまったのかについても、同様に語られていることを見出せなかった。
καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸς τακῆναι λέγουσιν.
なぜなら、それが大地の裂け目に落ちたと言う者もいれば、火によって溶けたと言う者もいるからである。
§10.5.13τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους, λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι·
4番目の神殿はトロフォニオスとアガメデスによって作られ、それは石で作られたと人々は伝えている。
κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος.
それは、エルクシクレイデスがアテナイのアルコンであった年、すなわちクロトンのディオグネトスが優勝した第58回オリンピアードの最初の年に全焼した。
τὸν δʼ ἐφʼ ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος.
私たちの時代にある神への神殿は、アンフィクテュオンが神聖な資金から建設したものであり、その建築家はコリントス人のスピントロスであった。