§10.5.1ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή.
There is also an ascent through Daulis to the summits of Parnassus, longer than that from Delphi, yet not difficult in the same way.
ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.
To one turning back from Daulis to the straight road to Delphi and going forward, there is a building on the left of the road called Phokikon, into which the Phocians assemble from each city.
§10.5.2μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες· ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται.
The building is large in size, and inside it columns are standing along its length; and steps rise from the columns to each wall, and on these steps the Phocians who assemble sit down.
πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.
At the end there are neither columns nor steps, but there are images of Zeus, Athena, and Hera; that of Zeus is on a throne, and on either side, the one on the right, and the other on the left standing, Athena [and Hera] are represented.
§10.5.3προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν· ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη.
Going forward from there you will come to a road called Schiste (Split Road); on this very road the deeds relating to the murder of his father were committed by Oedipus.
ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα.
It was destined, it seems, that memorials of the sufferings of Oedipus should be left behind throughout all Greece.
τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα· Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο· γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο· Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.
For when he was born, having pierced spikes through his ankles, they exposed him on Cithaeron, the mountain of the Plataean land; and Corinth and the territory on the Isthmus became the nurse to Oedipus; and the Phocian land and the Schiste road received the pollution of the father's murder; and for the Thebans, the rumor regarding both the marriages of Oedipus among them and the injustice of Eteocles is even more widespread.
§10.5.4Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπʼ αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπʼ αὐτῷ λίθοι λογάδες σεσωρευμένοι· Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
For Oedipus, the Schiste road and the daring deed upon it was the beginning of evils, and the tombs of Laius and of the servant who followed him are still in the very middle of the triple crossroad, and on them selected stones are heaped up; and they say that Damasistratus, a man who was king in Plataea, happened upon the corpses as they lay and buried them.
§10.5.5ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα.
The highway from there to Delphi becomes steeper and more difficult even for an active man.
λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον.
Many and different things are said about Delphi itself, and still more about the oracle of Apollo.
φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπʼ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς· §10.5.6εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν.
For they say that in the most ancient times the oracle belonged to Earth, and that Daphne was appointed by Earth as prophetess at it; and that she was one of the nymphs around the mountain.
ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη· πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα.
There is a poem among the Greeks, the name of the verses being Eumolpia, and they attribute the verses to Musaeus, the son of Antiophemus; now it is poetically stated in these verses that the oracle was in common belonging to Poseidon and Earth, and that she herself gave the responses, while Pyrcon was Poseidon's minister for the oracles.
καὶ οὕτως ἔχει τὰ ἔπη· "
αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον,
σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου. "
χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπʼ αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν· Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος.
And the verses run thus: "And straightway the voice of the Earth-goddess uttered a wise speech, and with her Pyrcon, the attendant of the renowned Earth-shaker." But at a later time, they say that as much as belonged to Earth was given by her to Themis, and Apollo received it from Themis as a gift; and to Poseidon they say he gave Kalaureia in exchange, which is in front of Troezen, instead of the oracle.