Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.5.1-10.5.6

福基孔集会所与三岔路及德尔斐神谕的起源

第 417 段,共 465 段 · 希腊语

内容简介

记述了从达乌利斯前往德尔斐途中福基斯人集会所“福基孔”的构造,以及俄狄浦斯在三岔路口弑父的事迹。此外,还阐述了德尔斐神谕所由大地、忒弥斯最终传至阿波罗的起源。

§10.5.1ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή.
还有一条穿过达乌利斯通往帕纳索斯山顶的登山路,比从德尔斐出发的那条路更长,但并不同样艰难。
ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως συνίασιν οἱ Φωκεῖς.
从达乌利斯折回到通往德尔斐的直道并继续前行,路左侧有一座被称为“福基孔”的建筑,福基斯人从各个城市聚集于此。
§10.5.2μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες· ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται.
这座建筑体量宏大,内部沿长度方向立着一排柱子;阶梯从柱子向两侧的墙壁升起,聚集起来的福斯人就坐在这些阶梯上。
πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ κατὰ ἀριστερὰ παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται.
在尽头既没有柱子也没有阶梯,而是有宙斯、雅典娜和赫拉的神像;宙斯的神像坐在王座上,两旁一右一左立着,雅典娜[和赫拉]被塑于此。
§10.5.3προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν· ἐπʼ αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη.
从那里继续前行,你将到达一条被称为“斯喀斯特”(分岔路)的道路;正是在这条路上,俄狄浦斯犯下了杀父的罪行。
ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα.
看来,俄狄浦斯灾难的纪念遗迹注定要留在整个希腊。
τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα· Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο· γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο· Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη.
因为在他出生时,人们用钉子穿透他的脚踝,把他遗弃在普拉提亚境内的基泰龙山上;而科林斯和地峡一带的土地成了俄狄浦斯的抚育之地;福基斯的土地和“斯喀斯特”路则承受了弑父的污秽;而对于底比斯人来说,关于俄狄浦斯在他们那里的婚姻以及艾特奥克勒斯的不义之举,其传闻流传得更加广泛。
§10.5.4Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπʼ αὐτῇ κακῶν ἦρχε, καὶ τὰ τοῦ Λαΐου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου ἐστὶ καὶ ἐπʼ αὐτῷ λίθοι λογάδες σεσωρευμένοι· Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
对俄狄浦斯来说,“斯喀斯特”路以及在那里的冒险恶行是灾难的开端,而莱乌斯以及随行仆人的坟墓至今仍在三岔路的正中央,上面堆积着挑选出来的石块;据说,当时在普拉提亚当国王的达马西斯特拉托斯碰巧遇到了躺在那里的尸体,并将他们埋葬了。
§10.5.5ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα.
从那里通往德尔斐的大道变得更加陡峭,即使对于轻装简行的行者来说也更加艰难。
λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον.
关于德尔斐本身有许多不同的传说,而关于阿波罗神谕所的传说则更多。
φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπʼ αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς· §10.5.6εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν.
因为人们说,最古老的时候神谕所属于大地,而达芙妮被大地任命为那里的女祭司;她是该山周围的宁芙之一。
ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη· πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα.
在希腊人中流传着一首诗,诗名叫作《尤莫尔皮亚》,人们将这些诗句归于安提奥斐摩斯之子穆塞奥斯的名下;因此在这些诗句中写道,该神谕所为波塞冬与大地所共有,大地亲自传达神谕,而皮尔孔则是波塞冬传达神谕的助手。
καὶ οὕτως ἔχει τὰ ἔπη· " αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον, σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου.
诗句如下: “大地女神的声音随即吐露了睿智的话语,而著名的震地神之侍从皮尔孔亦与其同在。
" χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπʼ αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν· Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος.
” 据说在后来,大地将其所拥有的份额赠给了忒弥斯,而阿波罗从忒弥斯那里得到了这份礼物;而对于波塞冬,据说他以特罗曾前方的卡劳雷亚岛作为交换,代替了神谕所。

词汇与语法注释

  1. 10.5.1ἀναστρέψαντι... καὶ ἰόντι — 关系与格(或参照与格)。将移动的主体作为参照点,意为“对于折回并继续前行的人来说……”。
  2. 10.5.2Διὸς δὲ ἄγαλμα... τὸ μὲν... ἑκατέρωθεν δὲ ἡ μὲν... ἡ δὲ... παρεστῶσα ἡ Ἀθηνᾶ πεποίηται — 句法不一致(anacoluthon)或文本残缺。虽然句首引入了宙斯、雅典娜和赫拉的三尊神像,并说明宙斯“在王座上(τὸ μὲν ἐν θρόνῳ)”,但后半句仅留下了单数动词 πεποίηται 和主格 ἡ Ἀθηνᾶ,而另一位神祇赫拉(本应由 ἡ μὲν 指代)的位置在语法上并未明确交代。
  3. 10.5.3τεχθέντος — 属格独立分词。省略了作为主语的代词 αὐτοῦ(指代俄狄浦斯)。
  4. 10.5.6ὅσον τῇ Γῇ μετῆν — 带有无人称动词 μέτεστι(此处为未完过去时 μετῆν)的关系从句,接与格 τῇ Γῇ,意为“凡属于大地作为份额所拥有的(神谕所的)部分”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.5.1-10.5.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.5.1-10.5.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。