§10.4.5ἐνταῦθα ἐπὶ τῇ χαράδρᾳ καὶ Τιτυοῦ μνῆμά ἐστι·
そこには、渓谷のそばにティテュオスの墓もある。
περίοδος μὲν τοῦ χώματος τρίτον μάλιστά που σταδίου, τὸ δὲ ἔπος τὸ ἐν Ὀδυσσείᾳ
"
κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα
"
οὐκ ἐπὶ μεγέθει πεποιῆσθαι τοῦ Τιτυοῦ φασιν, ἀλλʼ ἔνθα ὁ Τιτυὸς ἐτέθη, Πλέθρα ἐννέα ὄνομα εἶναι τῷ χωρίῳ.
その墳墓の周囲はほぼ三分の一スタディオンであり、また『オデュッセイア』における「地の上に横たわり、彼は九プレトロンにわたって伏していた」という詩行は、ティテュオスの大きさについて作られたのではなく、ティテュオスが葬られた場所の名前が「九プレトロン」という地名なのだと人々は言っている。
§10.4.6Κλέων δὲ ἀνὴρ Μάγνης, οἳ τῷ Ἕρμῳ προσοικοῦσιν, ἔφασκεν ἐς τὰ παράδοξα ἀπίστους εἶναι τῶν ἀνθρώπων οἷς ἂν μὴ παρὰ τὸν αὐτῶν γένηται βίον θεάμασιν ἐπιτυχεῖν λόγου μείζοσιν·
ヘロモス川の近くに住むマグネシア人であるクレオンは、人間は自らの生涯において、噂話を超えるような大いなる光景に出会うことがなければ、不可思議な事柄に対して不信を抱くものだと主張していた。
αὐτὸς δὲ καὶ Τιτυὸν καὶ ἄλλους ἔφη πείθεσθαι γεγονέναι κατὰ τὴν φήμην·
しかし、彼自身はティテュオスや他の者たちが伝承通りに存在したと信じていると語った。
τυχεῖν γὰρ δὴ ὢν ἐν Γαδείροις, καὶ ἐκπλεῦσαι μὲν αὐτός τε καὶ τὸν ἄλλον πάντα ὄχλον ἐκ τῆς νήσου κατὰ τὸ Ἡρακλέους πρόσταγμα, ὡς δὲ αὖθις ἐπανήκειν ἐς τὰ Γάδειρα, ἄνδρα εὑρεῖν θαλάσσιον ἐκπεπτωκότα ἐς τὴν γῆν·
というのも、彼が実際にガデイラ(ガデス)にいたとき、ヘラクレスの命令に従って彼自身も他のすべての群衆もその島から船で外へ出たが、再びガデイラへと戻ってきたとき、陸地に打ち上げられた海の男を発見したからである。
τοῦτον πλέθρα μὲν πέντε μάλιστα ἐπέχειν, κεραυνωθέντα δὲ ὑπὸ τοῦ θεοῦ καίεσθαι.
この男はほぼ五プレトロンの大きさを占めており、神の雷撃によって焼かれていたという。
§10.4.7οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια εἴκοσι καὶ ἑπτὰ ἀπέχει Δαυλίς.
彼は確かにこのように語ったが、パノペウスから約二十七スタディオン離れたところにダウリスがある。
οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲ ἔτι δοκιμώτατοι Φωκέων.
ここに住む人々は数こそ多くはないが、その体躯と勇猛さにおいて、私の時代に至るまでなおフォキス人の中で最も優れた者たちと認められている。
τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδος νύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα.
この都市の名はニンフのダウリスに由来すると彼らは言い、ダウリスはケフィソス川の娘であるという。
τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι δαῦλα·
しかし、別の者たちによれば、この都市が築かれた場所には木々が鬱蒼と生い茂っており、古代の人々は生い茂った茂みを「ダウラ」と呼んでいたのだと語られている。
ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ὑπήνην ὠνομακέναι δαῦλον.
これに基づいて、アイスキュロスもまたアンテドンのグラウコスが蓄えた髭を「生い茂った髭」と呼んだのである。
§10.4.8ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδα αἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν.
ここダウリスにおいて、女たちがテレウスにその子を料理して出したと言われており、これが人類にとって食卓における最初の穢れ(食人)の始まりとなった。
ὁ δὲ ἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶν ὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται.
テレウスが姿を変えられたと伝承が伝えるあのヤツガシラという鳥は、大きさはウズラよりわずかに大きい程度で、その頭の上には羽毛が冠羽の形に立ち上がっている。
§10.4.9θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδʼ ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο·
この地ではツバメが卵を産むことも孵すこともなく、そもそも家の屋根の下にツバメが巣を作ることも決してないというのは、驚くに値することである。
λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα ἐφάνη καὶ οὕτω τῆς πατρίδος ἀπέστη τῆς Τηρέως.
フォキス人たちが言うには、フィロメラは鳥になってからもテレウスに対する恐怖を抱き続け、それゆえにテレウスの故郷を避けて遠ざかったのだという。
Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον·
ダウリスの人々にはアテナの神殿と古い像がある。
τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.
それよりもさらに古い木像(クソアノン)は、プロクネがアテナイから携えてきたものだと彼らは言っている。
§10.4.10ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς·
ダウリスの領地にはトローニスと呼ばれる土地がある。
ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται·
そこには始祖英霊(ヘロース・アルケーゲテース)の祀堂(ヘーローオン)が建てられている。
τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν.
この英雄を、ある者は戦争において傑出していたクサンティポスであると言い、他の者はシシポスの子オルニュティオンの子であるポコスであると言っている。
ἔχει δʼ οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα διʼ ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.
いずれにせよ、彼は日々礼拝を受けており、フォキス人たちは犠牲獣を連れてきて、その血は穴を通して墓へと注ぎ、肉はそこにおいて自分たちで消費することが慣行となっている。