§10.38.1ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν.
いわゆるオゾラと呼ばれるロクリス人の土地は、キッラにおいてフォキスに隣接している。
ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπαντα δηλώσω.
このロクリス人の呼び名については様々な説を聞いたが、それらを同様にすべて明らかにしよう。
Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακος ξύλον·
デウカリオンの息子でこの地を治めていたオレステウスのもとで、犬が子犬の代わりに木を産んだ。
κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπʼ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.
オレステウスがその木を埋めると、春になると同時にそこから葡萄の木が生え、その木の枝にちなんで人々にその名がついたのだと彼らは言っている。
§10.38.2οἱ δὲ Νέσσον πορθμεύοντα ἐπὶ τῷ Εὐήνῳ τρωθῆναι μὲν ὑπὸ Ἡρακλέους, οὐ μέντοι καὶ αὐτίκα γε ἀποθανεῖν ἀλλὰ ἐς τὴν γῆν ταύτην ἐκφυγεῖν νομίζουσι, καὶ ὡς ἀπέθανε σήπεσθαί τε ἄταφον καὶ ὀσμῆς τῷ ἐνταῦθα ἀέρι μεταδοῦναι δυσώδους.
ある人々は、エウエノス川で渡し守をしていたネッソスがヘラクレスによって傷を負わされたものの、すぐには死なずにこの地へと逃れてきたと考えており、彼が死んだときに埋葬されずに腐敗し、その臭いをここの空気に移して悪臭を放つようにしたのだとしている。
ὁ δὲ τρίτος τῶν λόγων καὶ ὁ τέταρτος, ὁ μὲν ποταμοῦ τινος ἄτοπον τήν τε ἀτμίδα καὶ αὐτό φησιν εἶναι τὸ ὕδωρ, ὁ δὲ τὸν ἀσφόδελον φύεσθαι πολὺν καὶ ἀνθοῦντα ὑπὸ τῆς ὀσμῆς.
第三と第四の説について言えば、一方はある川の水蒸気とその水自体が奇妙なものであると言い、他方はアスフォデロスが大量に自生して花を咲かせ、その臭いによるのだと言う。
§10.38.3λέγεται δὲ καὶ ὡς οἱ πρῶτοι τῶν ἐνταῦθα ἀνθρώπων ἦσαν αὐτόχθονες, ἐσθῆτα δὲ οὐκ ἐπιστάμενοί πω ὑφαίνεσθαι σκέπην πρὸς τὸ ῥῖγος θηρίων δέρματα ἐποιοῦντο ἀδέψητα, τὸ δασὺ τῶν δερμάτων ἐς τὸ ἐκτὸς ὑπὲρ εὐπρεπείας τρέποντες·
また、この地の最初の人間たちは土着の民であり、まだ衣服を織ることを知らず、寒さを防ぐ覆いとして、なめしていない獣の皮を用いており、見栄えを良くするために皮の毛深い側を外側に向けていたとも言われている。
ἔμελλεν οὖν κατὰ τὸ αὐτὸ ταῖς βύρσαις καὶ ὁ χρώς σφισιν ἔσεσθαι δυσώδης.
それゆえ、その獣皮と同じように彼らの肌も悪臭を放つことになるのは避けられなかったのである。
§10.38.4Δελφῶν δὲ ἀπωτέρω σταδίοις εἴκοσί τε καὶ ἑκατόν ἐστιν Ἄμφισσα μεγίστη καὶ ὀνομαστοτάτη πόλις τῶν Λοκρῶν.
デルポイから百二十スタディオン離れたところに、ロクリス人の最も大きく最も名高い都市アムピッサがある。
ἐσποιοῦσι δὲ αὑτοὺς ἐς τὸ Αἰτωλικὸν αἰσχύνῃ τῶν Ὀζολῶν τοῦ ὀνόματος·
彼らはオゾラという名を恥じて、自分たちをアイトリア地方に組み入れようとしている。
καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ὅτε βασιλεὺς ὁ Ῥωμαίων ἀναστάτους ἐς τὸν Νικοπόλεως συνοικισμὸν ἐποίησεν Αἰτωλούς, ἀποχωρῆσαι τοῦ δήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν.
そして実際、ローマの皇帝がアイトリア人を立ち退かせてニコポリスへの再入植を行わせたとき、その住民の多くがアムピッサへと移住したという、もっともな根拠がある。
τὸ μέντοι ἐξ ἀρχῆς γένους τοῦ Λοκρῶν εἰσι·
しかしながら、彼らはもともとはロクリス人の血統に属している。
τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομα ἀπὸ Ἀμφίσσης τῆς Μάκαρος τοῦ Αἰόλου φασὶ καὶ Ἀπόλλωνα ἐραστὴν γενέσθαι τῆς Ἀμφίσσης.
その都市の名前は、アイオロスの息子マカルの娘アムピッサにちなんで付けられたと言われており、アポロンがアムピッサの愛人になったという。
§10.38.5κεκόσμηται δὲ ἡ πόλις κατασκευῇ τε τῇ ἄλλῃ καὶ τὰ μάλιστα ἥκοντα ἐς μνήμην ἔστι μὲν μνῆμα Ἀμφίσσης, ἔστι δὲ Ἀνδραίμονος·
この都市は他の建築物によっても飾られているが、特に記憶に値するものとしては、アムピッサの墓があり、またアンドライモンの墓がある。
σὺν δὲ αὐτῷ ταφῆναι λέγουσι καὶ Γόργην τὴν Οἰνέως συνοικήσασαν τῷ Ἀνδραίμονι.
アンドライモンとともに、オイネウスの娘でアンドライモンの妻であったゴルゲもそこに葬られていると言われている。
ἐν δὲ τῇ ἀκροπόλει ναός σφισιν Ἀθηνᾶς καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, κομισθῆναι δὲ ὑπὸ Θόαντός φασιν αὐτὴν ἐξ Ἰλίου καὶ εἶναι λαφύρων τῶν ἐκ Τροίας·
アクロポリスには、アテナの神殿と、青銅で作られた立像があり、これはトアスによってイリオスから運ばれ、トロイアからの戦利品の一部であると言われている。
§10.38.6οὐ μὴν καὶ ἐμέ γε ἔπειθον.
しかし、私はそれを納得させられなかった。
ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου Σαμίους Ῥοῖκον Φιλαίου καὶ Θεόδωρον Τηλεκλέους εἶναι τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι·
私は自分の記述の前の部分で、サモス人のピライオスの息子ロイコスとテレクレスの息子テオドロスが、最も精密に青銅を溶かす方法を発見した者たちであることを明らかにした。
καὶ ἐχώνευσαν οὗτοι πρῶτοι.
そして、彼らが最初に鋳造を行ったのである。
Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦ πεποιημένα·
テオドロスについては、青銅で作られたもので私が探し出したものはもう何もない。
ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίης καλουμένης Ἀρτέμιδος·
しかしエペソスのアルテミス神殿において、絵画のある建物に向かって進むと、プロトトロニエと呼ばれるアルテミスの祭壇の上に石の梁がある。
ἀγάλματα δὲ ἄλλα τε ἐπὶ τοῦ θριγκοῦ καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατι ἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι.
その梁の上には他の神像とともに、その端の方に女性の像が立っており、ロイコスの作であり、エペソスの人々はそれをニュクスと呼んでいる。
§10.38.7τοῦτο οὖν τὸ ἄγαλμα τῆς ἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην.
それゆえ、アムピッサのアテナのこの神像は、さらに古く、その技術もより未熟なものであることが見て取れる。
ἄγουσι δὲ καὶ τελετὴν οἱ Ἀμφισσεῖς Ἀνάκτων καλουμένων παίδων·
また、アムピッサの人々はアナクテス・パイデスと呼ばれる者たちの儀式を執り行っている。
οἵτινες δὲ θεῶν εἰσιν οἱ Ἄνακτες παῖδες, οὐ κατὰ ταὐτά ἐστιν εἰρημένον, ἀλλʼ οἱ μὲν εἶναι Διοσκούρους, οἱ δὲ Κούρητας, οἱ δὲ πλέον τι ἐπίστασθαι νομίζοντες Καβείρους λέγουσι.
このアナクテス・パイデスが神々のうちの誰であるかについては、同じようには語られておらず、ある人々はディオスクロイであると言い、他の人々はクーレテスであると言い、より多くのことを知っていると自負する者たちはカベイロイであると言っている。