§10.38.8τούτων δὲ τῶν Λοκρῶν τοσαίδε ἄλλαι πόλεις εἰσίν·
これらのロクリス人の都市としては、ほかに次のようなものがある。
ἄνω μὲν ὑπὲρ Ἀμφίσσης πρὸς ἤπειρον Μυονία σταδίοις ἀπωτέρω τριάκοντα Ἀμφίσσης·
アムピッサの上方、内陸へ向かったところにミュオニアがあり、アムピッサから三十スタディオン離れている。
οὗτοι καὶ τῷ Διὶ ἐν Ὀλυμπίᾳ εἰσὶν οἱ ἀναθέντες Μυᾶνες τὴν ἀσπίδα.
オリュンピアでゼウスに盾を奉納したミュアネス人とは彼らのことである。
κεῖται δὲ τὸ πόλισμα ἐπὶ ὑψηλοῦ, καί σφισιν ἄλσος καὶ βωμὸς θεῶν Μειλιχίων ἐστί·
その町は高台に位置しており、彼らのところにはメイリキオス神々の聖林と祭壇がある。
νυκτεριναὶ δὲ αἱ θυσίαι θεοῖς τοῖς Μειλιχίοις εἰσὶ καὶ ἀναλῶσαι τὰ κρέα αὐτόθι πρὶν ἢ ἥλιον ἐπισχεῖν νομίζουσι.
メイリキオス神々への犠牲は夜間に行われ、太陽が照りつける前にその肉をその場で消費しなければならないと彼らは定めている。
καὶ Ποσειδῶνός ἐστιν ὑπὲρ τὴν πόλιν τέμενος καλούμενον Ποσειδώνιον, ἐν δὲ αὐτῷ ναὸς Ποσειδῶνος·
また、都市の上方にはポセイドニオンと呼ばれるポセイドンの神域があり、その中にはポセイドンの神殿がある。
τὸ δὲ ἄγαλμα ἐς ἐμὲ οὐκ ἦν.
しかし神像は私の時代にはもうなかった。
§10.38.9οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης·
彼らはアムピッサの上方に住んでいる。
ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσά ἐστι Ναύπακτος.
海岸沿いにはオイアンテイアがあり、これに隣接しているのがナウパクトスである。
πλὴν δὲ Ἀμφίσσης ὑπʼ Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται, βασιλέως σφίσι δόντος Αὐγούστου.
アムピッサを除いて、ほかの人々はパトライのアカイア人の支配下にあるが、これはアウグストゥス皇帝が彼らに与えたものである。
ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτης τε ἱερὸν καὶ ὀλίγον ὑπὲρ τὴν πόλιν κυπαρίσσου τε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναός τε Ἀρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει·
オイアンテイアにはアプロディテの神殿があり、都市の少し上方にはイトスギとマツの混交する聖林があり、聖林の中にはアルテミスの神殿と神像がある。
γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοί τε ἦσαν ὑπὸ τοῦ χρόνου καὶ οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν.
壁画は時間の経過によって色あせており、もはや見るに値するものは何も残っていなかった。
§10.38.10κληθῆναι δὲ ἀπὸ γυναικὸς ἢ νύμφης τεκμαίρομαι τὴν πόλιν, ἐπεὶ ἐπὶ Ναυπάκτῳ γε οἶδα εἰρημένον ὡς Δωριεῖς οἱ ὁμοῦ τοῖς Ἀριστομάχου παισὶ τὰ πλοῖα αὐτόθι ἐποιήσαντο, οἷς ἐς Πελοπόννησον ἐπεραιώθησαν·
この都市はその名前をある女性かニンフから得たのだと私は推測する。
καὶ ἀντὶ τούτου γενέσθαι τὸ ὄνομα τῷ χωρίῳ φασί.
なぜなら、ナウパクトスについては、アリストマコスの子供たちとともにいたドリス人たちが、ペロポネソスへと渡るための船をそこで造ったと言われており、このことにちなんでその場所にこの名前がついたと言われていることを私は知っているからだ。
τὰ δέ μοι Ναυπακτίων, ὡς τοῖς ἐς Ἰθώμην ἀποστᾶσιν ὁμοῦ τῷ σεισμῷ τῷ ἐν Λακεδαίμονι Ἀθηναῖοι Ναύπακτον ἐνοικῆσαί σφισιν ἔδοσαν ἀφελόμενοι τοὺς Λοκροὺς καὶ ὡς τοῦ Ἀθηναίων ὕστερον πταίσματος τοῦ ἐν Αἰγὸς ποταμοῖς Λακεδαιμόνιοι τοὺς Μεσσηνίους ἐδίωξαν καὶ ἐκ τῆς Ναυπάκτου, τάδε μὲν ἐπεξῆλθέ μοι καὶ ἐς πλέον ἡ Μεσσηνία συγγραφή·
ナウパクトスの人々に関する事柄、すなわち、ラケダイモンでの地震と同時にイトメへと離反した人々に対し、アテナイ人がロクリス人からナウパクトスを奪って彼らに居住地として与えたこと、そして後にアイゴス・ポタモイでのアテナイ人の敗北ののち、ラケダイモン人がメッセニア人をナウパクトスからも追い出したことについては、私の『メッセニア記』でさらに詳しく説明した。
ἐκλιπόντων δὲ ὑπὸ ἀνάγκης τῶν Μεσσηνίων, οὕτως οἱ Λοκροὶ συνελέγχθησαν αὖθις ἐς τὴν Ναύπακτον.
メッセニア人が余儀なく立ち退いたのち、こうしてロクリス人が再びナウパクトスに集まるようになった。
§10.38.11τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμενα ὑπὸ Ἑλλήνων ἀνδρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ·
ギリシア人によって『ナウパクティア』と呼ばれる叙事詩は、多くの人々がミレトス人の作としている。
Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰ ποιῆσαι Ναυπάκτιον Καρκίνον.
しかしピュテスの息子カロンは、ナウパクトス人カルキノスがそれを作ったのだと言う。
ἑπόμεθα δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ·
私もこのランプサコス人の意見に従う。
τίνα γὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς γυναῖκας τεθῆναί σφισιν ὄνομα Ναυπάκτια;
というのも、ミレトス人の男によって女性について作られた叙事詩に、『ナウパクティア』という名が付けられるということに、どのような道理があるだろうか。
§10.38.12ἐνταῦθα ἔστι μὲν ἐπὶ θαλάσσῃ ναὸς Ποσειδῶνος καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, ἔστι δὲ καὶ ἱερὸν Ἀρτέμιδος καὶ ἄγαλμα λευκοῦ λίθου·
ここには、海沿いにポセイドンの神殿と、青銅で作られた立像があり、また、アルテミスの神域と白石の像もある。
σχῆμα δὲ ἀκοντιζούσης παρέχεται καὶ ἐπίκλησιν εἴληφεν Αἰτωλή.
この像は槍を投げる姿をしており、「アイトリアのアルテミス」という呼び名を得ている。
Ἀφροδίτη δὲ ἔχει μὲν ἐν σπηλαίῳ τιμάς· εὔχονται δὲ καὶ ἄλλων εἵνεκα καὶ αἱ γυναῖκες μάλιστα αἱ χῆραι γάμον αἰτοῦσι παρὰ τῆς θεοῦ.
アプロディテは洞窟の中で崇拝されており、人々は様々なことのために祈りを捧げるが、特に未亡人たちがこの女神に結婚を求めている。
§10.38.13τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲ ᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος.
アスクレピオスの神殿は廃墟となっていたが、もともとは私人であるパリュシオスという男がそれを建てた。
νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐ πολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον.
というのも、彼が目を患い、盲目にほとんど近い状態にあったとき、エピダウロスの神が、叙事詩人のアニュテを送り、封印された書板を届けさせたからである。
τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοι ἦν αὐτίκα·
このことは、その女性には夢の幻として現れたのだが、しかしすぐに、目覚めている現実のこととなった。
καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασα ἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα.
彼女は自分の手の中に封印された書板を見出し、ナウパクトスへと船で渡ると、パリュシオスに封印を解いて書かれたものを読むように命じた。
τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν·
彼にとって、目の状態がそのようなものであったため、普通には文字を見ることは不可能に思われたが、アスクレピオスからの何か良い恵みを期待して封印を取り除いた。
ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν ὑγιής τε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον, στατῆρας δισχιλίους χρυσοῦ.
すると、彼が蝋を見たとき、健康になり、その書板に書かれていたもの、すなわち金二千スタテルをアニュテに与えた。