Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.37.1-10.37.8

ブウリスの地誌とキッラの歴史およびソロンの策略

463 / 465 箇所 · ギリシア語

要旨

アンティキュラ近郊のアルテミス聖域と隣接するブウリスの地誌について述べ、次いでデルポイの港キッラの歴史と、ソロンが薬物を用いてキッラを陥落させた策略を記述する。

§10.37.1τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος·
都市の右側を、そこからおよそ二スタディオン進むと、高い岩(この岩は山の一部である)があり、その上にはアルテミスの聖域が築かれている。
ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ·
そのアルテミスはプラクシテレスの作品であり、右手に松明を持ち、肩の上に箙を背負い、彼女のそばの左側には犬がいる。
μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.
神像の大きさは、最も背の高い女性を上回る。
§10.37.2τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι.
フォキス地方に隣接しているのは、入植地を率いた男ブウロンにちなんで名付けられた都市であるが、これは古代ドーリスの都市から入植されて形成された。
λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν.
ブウリスの人々はフィロメロスとフォキス人の共同会議に加わったと言われている。
ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων διʼ ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα·
ボイオティアのティスベからブウリスまでは八十スタディオンの道がある。 フォキス地方のアンティキュラから陸路での道がそもそも存在するのかどうかは私にはわからない。
οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύρας τέ ἐστι καὶ Βούλιδος·
アンティキュラとブウリスの間にある山々はそれほどに歩きがたく険しいのである。
ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλιστα εἰκάζομεν.
アンティキュラから港までは百スタディオンであり、港からブウリスまでの徒歩の道のりは、およそ七スタディオンであると私たちは推測している。
§10.37.3κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοι ὀνομάζουσιν Ἡράκλειον.
この場所では、地元の人がヘラクレイトンと呼ぶ急流の川も海に流れ込んでいる。
κεῖται δὲ ἐπὶ ὑψηλοῦ τε ἡ Βοῦλις καὶ ἐν παράπλῳ περαιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων·
ブウリスは高台に位置し、アンティキュラからコリントス人のレカイオンへと渡る航路上にある。
οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθα πλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς.
ここの人々は、その半分以上が貝紫染めのための貝を採る漁師である。
κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδι οὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου·
ブウリスの建築物は他に大いに驚くべきものはなく、神々の聖域としてはアルテミスのもの、そしてディオニュソスのものがある。
τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοί τε ἐγενόμεθα συμβαλέσθαι.
その神像は木製であるが、それを作ったのが誰であるかは推測することができなかった。
θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις.
ブウリスの人々が最も崇めている神を、彼らは「メギストス」と呼んでいるが、これは私たちの考えではゼウスの別称である。
καὶ πηγὴ Βουλίοις ἐστὶ καλουμένη Σαύνιον.
またブウリスの人々には、サウニオンと呼ばれる泉がある。
§10.37.4ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν·
デルポイの港であるキッラまでは、デルポイから六十スタディオンの道がある。
καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν.
平野へと下りると競馬場があり、そこで彼らはピュティア競技会の競馬を行う。
τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος·
オリンピアのタラクシッポスに関する事柄は、私の記述のうちエリース人に関する箇所で明らかにした。 しかし、アポロンの競馬場もまた、それ自体がおそらく騎手の誰かを苦しめるようである。 それは神というものが、あらゆる行いに対して人間たちに良いことも悪いことも等しく分配するからである。
οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπʼ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.
とはいえ、この競馬場自体が、ある英雄の祟りによる理由によっても、あるいは他のどんな口実によっても、馬たちに混乱を引き起こす性質を持っているわけではない。
§10.37.5τὸ δὲ πεδίον τὸ ἀπὸ τῆς Κίρρας ψιλόν ἐστιν ἅπαν, καὶ φυτεύειν δένδρα οὐκ ἐθέλουσιν ἢ ἔκ τινος ἀρᾶς ἢ ἀχρεῖον τὴν γῆν ἐς δένδρων τροφὴν εἰδότες.
キッラからの平野はすべて草木がなく、人々は、ある呪いのためか、あるいは土地が樹木の育成に適さないと知っているためか、木を植えようとしない。
λέγεται δὲ ἐς τὴν Κίρραν καὶ ἀπὸ τῆς Κίρρας τὸ ὄνομα τὸ ἐφʼ ἡμῶν τεθῆναι τῷ χωρίῳ φασίν.
キッラという名は、私たちの時代にその場所に対して付けられたのだと言われている。
Ὅμηρος μέντοι Κρῖσαν ἔν τε Ἰλιάδι ὁμοίως καὶ ὕμνῳ τῷ ἐς Ἀπόλλωνα ὀνόματι τῷ ἐξ ἀρχῆς καλεῖ τὴν πόλιν.
しかしホメロスは、『イリアス』においても、また『アポロンへの賛歌』においても同様に、最初からの名前であるクリサという名でこの都市を呼んでいる。
χρόνῳ δὲ ὕστερον οἱ ἐν τῇ Κίρρᾳ ἄλλα τε ἠσέβησαν ἐς τὸν Ἀπόλλωνα καὶ ἀπέτεμνον τοῦ θεοῦ τῆς χώρας.
のちにキッラの人々は、アポロンに対して様々な不敬を働き、その神の領地を切り取って奪った。
§10.37.6πολεμεῖν οὖν πρὸς τοὺς Κιρραίους ἔδοξεν Ἀμφικτύοσι, καὶ Κλεισθένην τε Σικυωνίων τυραννοῦντα προεστήσαντο ἡγεμόνα εἶναι καὶ Σόλωνα ἐξ Ἀθηνῶν ἐπηγάγοντο συμβουλεύειν·
そこでアンピクテュオン同盟はキッラの人々と戦争をすることを決定し、シキュオンの僭主であったクレイステネスを指導者に立て、アテナイからソロンを助言者として招いた。
χρωμένοις δέ σφισιν ὑπὲρ νίκης ἀνεῖπεν ἡ Πυθία·
彼らが勝利について神託を求めると、ピュティアは次のように告げた。
" οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἐπὶ οἴνοπα πόντον.
「汝らはこの都市の塔を奪って破壊することはない、青い目のアンピトリテの騒がしい波が、葡萄酒色の海にのぞむ我の聖域を洗うようになるまでは。
" ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κιρραίαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλασσα.
」そこでソロンは、キッラの地を神に捧げ、アポロンの聖域に海が隣接するように彼らを説得した。
§10.37.7εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους·
ソロンにはキッラの人々に対するもう一つの策略も思い浮かんだ。
τοῦ γὰρ Πλείστου τὸ ὕδωρ ῥέον διὰ ὀχετοῦ σφισιν ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε ὁ Σόλων.
プレイトス川の水が導水管を通じて彼らの都市へと流れていたが、ソロンはそれを別の方向へとそらしたのである。
καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ πίνοντες·
包囲されている人々は、井戸や天から送られる水を飲むことで、依然として包囲軍に対抗していた。
ὁ δὲ τοῦ ἐλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν Πλεῖστον, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀπέστρεψεν αὖθις ἐς τὸν ὀχετόν.
しかしソロンは、ヘレボロスの根をプレイトス川に投入し、水がその薬を十分に含んだのを確認すると、それを再び導水管へと戻した。
καὶ—ἐνεφορήσαντο γὰρ ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος— οἱ μὲν ὑπὸ ἀπαύστου τῆς διαρροίας ἐξέλιπον οἱ ἐπὶ τοῦ τείχους τὴν φρουράν,
すると、キッラの人々がその水を貪り飲んだために、彼らは絶え間ない下痢に襲われ、城壁の上での守備を放棄した。
§10.37.8Ἀμφικτύονες δὲ ὡς εἷλον τὴν πόλιν, ἐπράξαντο ὑπὲρ τοῦ θεοῦ δίκας παρὰ Κιρραίων, καὶ ἐπίνειον Δελφῶν ἐστιν ἡ Κίρρα.
アンピクテュオン同盟は都市を占領すると、神のためにキッラの人々から報復を勝ち取った。 そしてキッラはデルポイの港となった。
παρέχεται δὲ καὶ ἐς θέαν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ναόν τε καὶ ἀγάλματα μεγέθει μεγάλα καὶ ἐργασίας Ἀττικῆς.
そこにはまた見ごたえのあるものとして、アポロン、アルテミス、レトの神殿と、巨大なアッティカ様式の神像がある。
ἡ δὲ Ἀδράστεια ἵδρυται μὲν ἐν τῷ αὐτῷ σφίσι, μεγέθει δὲ τῶν ἄλλων ἀποδέουσα ἀγαλμάτων ἐστίν.
アドラステイアは彼女たちのために同じ場所に祀られているが、大きさにおいては他の神像に劣っている。

語釈・文法注

  1. 10.37.1προελθόντι — 与格分詞。道案内の表現でよく見られるものであり、行為者を示す不特定代名詞(τινί など)あるいは「私たち」(ἡμῖν)が省略されて、「(進んで)行くと」という条件や時を表す。
  2. 10.37.2καὶ εἰ ἀρχήν ἐστιν — 間接疑問節を導く接続詞 `εἰ`(〜かどうか)に、対格の副詞的用法として「そもそも」「全く」を意味する `ἀρχήν` が結びついた形。「陸路での道がそもそも存在するのかどうか」を表す。
  3. 10.37.4τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι — アオリスト不定詞活性の `ἀνιᾶσαι` は、前文の主動詞 `ἔοικε`(〜のようである、〜しがちである)に係り、その補足不定詞として機能している。主語は `ὁ δὲ ἱππόδρομος` である。
  4. 10.37.5λέγεται δὲ ... φασίν — 伝聞を表す受動態の動詞 `λέγεται`(〜と言われている)と、能動態の動詞 `φασίν`(〜と人々は言う)が同一文内に重複して出現している冗長(同義語反復)な構文である。
  5. 10.37.7ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον — 知覚動詞 `ᾔσθετο`(`αἰσθάνομαι` のアオリスト)の主語はソロン。知覚の直接対象となる対格 `τὸ ὕδωρ` と、その状態を表す補足分詞 `ἔχον`(属格 `τοῦ φαρμάκου` を支配する)を伴い、「水が薬を十分に含んでいると彼が知ったとき」という意味を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.37.1-10.37.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.37.1-10.37.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。