Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.38.1-10.38.7

奥佐拉洛克里斯之名源与阿姆菲萨地志

第 464 段,共 465 段 · 希腊语

内容简介

在探讨了“奥佐拉”这一名称的各种词源起因之后,作者介绍了阿姆菲萨的历史与古迹,并结合青铜铸造技术史考证了其卫城雅典娜神像的年代。

§10.38.1ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴς τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν.
所谓的奥佐拉洛克里人的土地在基拉与福基斯接壤。
ἐς δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίως δὲ ἅπαντα δηλώσω.
关于这群洛克里人的别称,我听到了不同的说法,我将同样把它们全部说明。
Ὀρεσθεῖ τῷ Δευκαλίωνος βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακος ξύλον· κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπʼ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις.
在当地统治的丢卡利翁之子奥勒斯修斯,他的狗产下了一根木头而不是小狗;据说在奥勒斯修斯埋下这根木头后,随着春天到来,一株葡萄树从中生长出来,人们的名字便得自木头的枝条。
§10.38.2οἱ δὲ Νέσσον πορθμεύοντα ἐπὶ τῷ Εὐήνῳ τρωθῆναι μὲν ὑπὸ Ἡρακλέους, οὐ μέντοι καὶ αὐτίκα γε ἀποθανεῖν ἀλλὰ ἐς τὴν γῆν ταύτην ἐκφυγεῖν νομίζουσι, καὶ ὡς ἀπέθανε σήπεσθαί τε ἄταφον καὶ ὀσμῆς τῷ ἐνταῦθα ἀέρι μεταδοῦναι δυσώδους.
另一些人则认为,在埃弗诺斯河上当渡夫的涅索斯虽然被赫拉克勒斯所伤,但并没有立即死去,而是逃到了这片土地上,并且在他死后,因为未被埋葬而腐烂,使这里的空气带上了难闻的气味。
ὁ δὲ τρίτος τῶν λόγων καὶ ὁ τέταρτος, ὁ μὲν ποταμοῦ τινος ἄτοπον τήν τε ἀτμίδα καὶ αὐτό φησιν εἶναι τὸ ὕδωρ, ὁ δὲ τὸν ἀσφόδελον φύεσθαι πολὺν καὶ ἀνθοῦντα ὑπὸ τῆς ὀσμῆς.
至于第三和第四种说法,一种说法认为某条河的蒸汽和水本身都很奇特,另一种说法则认为那里生长着大量的阿斯福德尔,在开花时发出了这种气味。
§10.38.3λέγεται δὲ καὶ ὡς οἱ πρῶτοι τῶν ἐνταῦθα ἀνθρώπων ἦσαν αὐτόχθονες, ἐσθῆτα δὲ οὐκ ἐπιστάμενοί πω ὑφαίνεσθαι σκέπην πρὸς τὸ ῥῖγος θηρίων δέρματα ἐποιοῦντο ἀδέψητα, τὸ δασὺ τῶν δερμάτων ἐς τὸ ἐκτὸς ὑπὲρ εὐπρεπείας τρέποντες· ἔμελλεν οὖν κατὰ τὸ αὐτὸ ταῖς βύρσαις καὶ ὁ χρώς σφισιν ἔσεσθαι δυσώδης.
据说这里的首批居民是土生土长的,他们当时还不知道如何织造衣服,于是用未经鞣制的野兽皮革作为御寒的遮蔽物,为了美观,他们把皮革毛茸茸的一面翻在外面;因此,他们的皮肤必然像兽皮一样变得恶臭不堪。
§10.38.4Δελφῶν δὲ ἀπωτέρω σταδίοις εἴκοσί τε καὶ ἑκατόν ἐστιν Ἄμφισσα μεγίστη καὶ ὀνομαστοτάτη πόλις τῶν Λοκρῶν.
距离德尔斐一百二十斯塔德的地方是阿姆菲萨,它是洛克里人最大、最著名的城市。
ἐσποιοῦσι δὲ αὑτοὺς ἐς τὸ Αἰτωλικὸν αἰσχύνῃ τῶν Ὀζολῶν τοῦ ὀνόματος· καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ὅτε βασιλεὺς ὁ Ῥωμαίων ἀναστάτους ἐς τὸν Νικοπόλεως συνοικισμὸν ἐποίησεν Αἰτωλούς, ἀποχωρῆσαι τοῦ δήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν.
他们由于对奥佐拉这一名字感到羞耻,而把自己归入埃托利亚人之中;事实上这也有一个合理的根据,即当罗马皇帝驱逐埃托利亚人以进行尼科波利斯联合建城时,该部族的大部分人迁往了阿姆菲萨。
τὸ μέντοι ἐξ ἀρχῆς γένους τοῦ Λοκρῶν εἰσι· τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομα ἀπὸ Ἀμφίσσης τῆς Μάκαρος τοῦ Αἰόλου φασὶ καὶ Ἀπόλλωνα ἐραστὴν γενέσθαι τῆς Ἀμφίσσης.
然而,他们起初是属于洛克里族的;据说,这座城市的名字得自埃俄罗斯之子马卡尔的女儿阿姆菲萨,并且阿波罗成为了阿姆菲萨的情人。
§10.38.5κεκόσμηται δὲ ἡ πόλις κατασκευῇ τε τῇ ἄλλῃ καὶ τὰ μάλιστα ἥκοντα ἐς μνήμην ἔστι μὲν μνῆμα Ἀμφίσσης, ἔστι δὲ Ἀνδραίμονος· σὺν δὲ αὐτῷ ταφῆναι λέγουσι καὶ Γόργην τὴν Οἰνέως συνοικήσασαν τῷ Ἀνδραίμονι.
这座城市还装饰着其他建筑,其中最值得提及的是阿姆菲萨的墓,以及安德赖蒙的墓;据说与安德赖蒙合葬在一起的,还有俄纽斯的女儿戈尔格,她是安德赖蒙的妻子。
ἐν δὲ τῇ ἀκροπόλει ναός σφισιν Ἀθηνᾶς καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, κομισθῆναι δὲ ὑπὸ Θόαντός φασιν αὐτὴν ἐξ Ἰλίου καὶ εἶναι λαφύρων τῶν ἐκ Τροίας· §10.38.6οὐ μὴν καὶ ἐμέ γε ἔπειθον.
在卫城里有他们的雅典娜神殿,以及一座用青铜制成的立像,据说这是由托阿斯从伊利翁运来的,属于特洛伊战利品的一部分;然而,这并没有说服我。
ἐδήλωσα δὲ ἐν τοῖς προτέροις τοῦ λόγου Σαμίους Ῥοῖκον Φιλαίου καὶ Θεόδωρον Τηλεκλέους εἶναι τοὺς εὑρόντας χαλκὸν ἐς τὸ ἀκριβέστατον τῆξαι· καὶ ἐχώνευσαν οὗτοι πρῶτοι.
我在此前部分的记述中已说明,萨摩斯人——菲莱乌斯之子罗伊科斯和特勒克勒斯之子狄奥多罗斯,是那些发现如何最精确地熔化青铜的人;而正是他们最早进行了铸造。
Θεοδώρου μὲν δὴ οὐδὲν ἔτι οἶδα ἐξευρών, ὅσα γε χαλκοῦ πεποιημένα· ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν ὑπὲρ τοῦ βωμοῦ τῆς Πρωτοθρονίης καλουμένης Ἀρτέμιδος· ἀγάλματα δὲ ἄλλα τε ἐπὶ τοῦ θριγκοῦ καὶ γυναικὸς εἰκὼν πρὸς τῷ πέρατι ἕστηκε, τέχνη τοῦ Ῥοίκου, Νύκτα δὲ οἱ Ἐφέσιοι καλοῦσι.
关于狄奥多罗斯,我已经无法再找到任何由青铜制成的作品;但在以弗所的阿耳忒弥斯神殿中,朝向藏有绘画的房间走去时,在被称为普罗托特罗尼亚阿耳忒弥斯的祭坛上方有一石梁;在这石梁上,除了其他神像之外,在末端站立着一座妇女的塑像,这是罗伊科斯的作品,以弗所人称之为夜。
§10.38.7τοῦτο οὖν τὸ ἄγαλμα τῆς ἐν τῇ Ἀμφίσσῃ Ἀθηνᾶς καὶ ἰδεῖν ἔστιν ἀρχαιότερον καὶ ἀργότερον τὴν τέχνην.
因而,可以看出阿姆菲萨的这尊雅典娜神像,在工艺上既更古老,也更粗糙。
ἄγουσι δὲ καὶ τελετὴν οἱ Ἀμφισσεῖς Ἀνάκτων καλουμένων παίδων· οἵτινες δὲ θεῶν εἰσιν οἱ Ἄνακτες παῖδες, οὐ κατὰ ταὐτά ἐστιν εἰρημένον, ἀλλʼ οἱ μὲν εἶναι Διοσκούρους, οἱ δὲ Κούρητας, οἱ δὲ πλέον τι ἐπίστασθαι νομίζοντες Καβείρους λέγουσι.
阿姆菲萨人还为被称为阿纳克斯之子的群体举行祭仪;至于这些阿纳克斯之子是神明中的哪几位,各方的说法并不一致,有些人说是狄奥斯库里,另一些人说是库雷特斯,而那些自认为知道得更多的人则说是卡比里。

词汇与语法注释

  1. 10.38.1κατορύξαντος δὲ τοῦ Ὀρεσθέως τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπʼ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖς ἀνθρώποις. — 前半的“κατορύξαντος δὲ τοῦ Ὀρεσθέως”是属格绝对结构,表示时间。随后的不定式“φῦναι”和后半部分的“γενέσθαι”都是间接引语中依赖于主动词“λέγουσι”的宾格不定式,它们的主语分别是“ἄμπελον”和“τὸ ὄνομα”。
  2. 10.38.2οἱ δὲ Νέσσον πορθμεύοντα ... τρωθῆναι μὲν ... οὐ μέντοι καὶ αὐτίκα γε ἀποθανεῖν ἀλλὰ ἐς τὴν γῆν ταύτην ἐκφυγεῖν νομίζουσι, καὶ ὡς ἀπέθανε σήπεσθαί τε ἄταφον καὶ ὀσμῆς τῷ ἐνταῦθα ἀέρι μεταδοῦναι δυσώδους. — 一系列不定式(“τρωθῆναι”、“ἀποθανεῖν”、“ἐκφυγεῖν”)依赖于主动词“νομίζουσι”。在连词“καί”之后,“σήπεσθαι”和“μεταδοῦναι”同样依赖于“νομίζουσι”。而“ὡς ἀπέθανε”是表示“当他死去时”的时间从句。
  3. 10.38.4καὶ δὴ καὶ ἔχει λόγον εἰκότα, ... ἀποχωρῆσαι τοῦ δήμου τὸ πολὺ ἐς τὴν Ἄμφισσαν. — 以“ἀποχωρῆσαι”开始的不定式短语作为主句“ἔχει λόγον εἰκότα”(有合理的根据)内容的解释或同位语。
  4. 10.38.6ἐν δὲ Ἀρτέμιδος τῆς Ἐφεσίας πρὸς τὸ οἴκημα ἐρχομένῳ τὸ ἔχον τὰς γραφὰς λίθου θριγκός ἐστιν — 介词“ἐν”之后省略了表示神殿的名词(如“ἱερῷ”或“ναῷ”)。现在分词与格“ἐρχομένῳ”作为表示视角的与格(dative of reference/spectator),意思是“对于向……走去的人来说”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.38.1-10.38.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.38.1-10.38.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。