§10.33.7γῆ δὲ διακεκριμένη ἀρίστη τῆς Φωκίδος ἐστὶν ἡ παρὰ τὸν Κηφισὸν καὶ φυτεῦσαι καὶ σπείρειν καὶ ἀνεῖναι νομάς·
キピソス川沿いの土地は、樹木を植えるにも、種を蒔くにも、牧草地として放牧するにも、フォキスの中で格段に優れた最良の土地である。
καὶ γεωργεῖται ταῦτα μάλιστα τῆς χώρας, ὥστε καὶ λόγος ἐστὶ πόλιν μὲν Παραποταμίους μὴ ὀνομασθῆναι, ἐπὶ δὲ τῶν παρὰ τὸν Κηφισὸν γεωργούντων πεποιῆσθαι τὸ ἔπος,
"
οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον.
そしてこの地域は、その地方の中で最も耕作されている。 そのため、パラポタミオイという名の都市はかつて存在せず、かの詩はキピソス川沿いで耕作する者たちについて詠まれたのだ、という説さえあるほどだ。
"
"彼らは神聖なキピソス川沿いに住んでいた。
§10.33.8τούτῳ τῷ λόγῳ διάφορα μὲν ἐν τῇ Ἡροδότου συγγραφῇ, διάφορα δέ ἐστιν αὐτῷ καὶ ὅσα ἐπὶ ταῖς νίκαις ταῖς Πυθικαῖς μνημονεύουσιν·
"この説に対して、ヘロドトスの記述には異なる点があり、またピュティア競技会の勝利に関して言及されている事柄も、それとは異なっている。
Ἀμφικτύονες γὰρ Πύθια ἐτίθεσαν πρῶτον, καὶ Αἰχμέας Παραποτάμιος πυγμὴν ἐνίκησεν ἐν παισίν·
というのも、隣国同盟が最初にピュティア競技会を催したとき、パラポタミオイのアイクメアスが少年の部で拳闘に勝利したからである。
ὡσαύτως δὲ Ἡρόδοτος καταλέγων τὰς πόλεις, ὅσας βασιλεὺς Ξέρξης τῶν ἐν Φωκεῦσιν ἐνέπρησε, καὶ Παραποταμίους κατείλοχεν ἐν αὐταῖς πόλιν.
同様にヘロドトスも、クセルクセス王が焼き払ったフォキスの都市を列挙する中で、パラポタミオイをそれらの中に都市として数え上げている。
οὐ μέντοι οἱ Παραποτάμιοί γε ὑπὸ Ἀθηναίων καὶ Βοιωτῶν ἀνῳκίσθησαν, ἀλλὰ ἐς τὰς ἄλλας πόλεις οἱ ἄνθρωποι κατενεμήθησαν ὑπό τε ἀσθενείας καὶ σπάνει χρημάτων.
しかしながら、パラポタミオイの人々はアテナイ人とボイオティア人によって再建されることはなく、そこの人々は力不足と資金不足のために他の都市へと分散された。
Παραποταμίων μὲν δὴ οὔτε ἐρείπια ἔτι ἦν οὔτε ἔνθα τῆς χώρας ᾠκίσθη ἡ πόλις μνημονεύουσιν·
パラポタミオイの遺跡はもはや存在せず、その都市がその地方のどこに建てられていたかも、人々は記憶していない。
§10.33.9ὁδὸς δὲ ἡ ἐς Ἀμφίκλειαν σταδίων ἐκ Λιλαίας ἐστὶν ἑξήκοντα.
リライアからアムフィクレイアへの道は60スタディオンである。
ταύτην τὴν Ἀμφίκλειαν ἐλυμήναντο οἱ ἐπιχώριοι τῷ ὀνόματι, καὶ Ἡρόδοτος μὲν Ἀμφίκαιαν ἐκάλεσεν ἑπόμενος τῷ ἀρχαιοτάτῳ τῶν λόγων, Ἀμφικτύονες δὲ δόγμα ἐπὶ τῇ τῶν πόλεων ἀπωλείᾳ τῶν ἐν Φωκεῦσιν ἐξενεγκόντες ὄνομα ἔθεντο αὐτῇ Ἀμφίκλειαν.
このアムフィクレイアを、地元の人々は訛らせてその名前を損なった。 そしてヘロドトスは、最も古い伝承に従ってアムフィカイアと呼んだが、隣国同盟はフォキスの都市の破壊に関する布告を出した際に、これにアムフィクレイアという名を定めた。
οἱ δὲ ἐπιχώριοι τοιάδε ἐπʼ αὐτῇ λέγουσι·
地元の人々はこの都市について次のように語っている。
δυνάστην ἄνδρα ἐπιβουλὴν ἐχθρῶν ὑποπτεύσαντα ἐς νήπιον παῖδα καταθέσθαι τὸν παῖδα ἐς ἀγγεῖον, καὶ ἀποκρύψαι τῆς χώρας ἔνθα οἱ ἄδειαν ἔσεσθαι πλείστην ἠπίστατο.
ある支配者が、敵による陰謀を疑って、幼い息子を器に隠し、自分にとって最も安全であると確信していた土地の場所に隠した。
λύκον μὲν δὴ ἐπιχειρεῖν τῷ παιδί, δράκοντα δὲ ἰσχυρὰν ἔχειν τὴν φρουρὰν ἐσπειραμένον περὶ τὸ ἀγγεῖον.
すると、狼がその子供に襲いかかろうとしたが、蛇がその器の周りに身を巻いて強力な守りを固めていた。
§10.33.10ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε·
しかし、子供の父親がやって来たとき、蛇が子供に危害を加えようとしていると思い込んで槍を投げ、その蛇と同時に子供をも殺してしまった。
διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸς ἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ.
そして、羊飼いたちから、自分が子供の恩人であり守護者であった者を殺してしまったのだと知らされると、彼は蛇と子供のために共通の火葬の薪を作った。
τό τε δὴ χωρίον ἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλιν ἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι.
そしてその場所は今日に至るまで燃えている火葬壇に似ていると彼らは言い、またあの蛇にちなんで都市をオピテイアと呼びたがっている。
§10.33.11†ἃ μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια, ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐδὲ ἐν φανερῷ σφισιν †ἄγαλμα οὐκ ἔστι.
†彼らはディオニュソスに対して最もふさわしい秘儀を執り行うが、内陣への立ち入りはなく、また彼らの間には公に開かれた像もない。
λέγεται δὲ ὑπὸ τῶν Ἀμφικλειέων μάντιν τέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι·
† またアムフィクレイアの人々によれば、この神は彼らにとって予言者であり、病の救い手として定まっていると言われている。
τὰ μὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται διʼ ὀνειράτων, πρόμαντις δὲ ὁ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος.
実際、彼はアムフィクレイアの人々や近隣の住民たちの病を、夢を通じて治療する。 そして神官が予言の取り次ぎ役であり、神に憑依されて託宣を下す。
§10.33.12Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη·
アムフィクレイアから15スタディオン離れたところに、平野に位置するティトロニオンがある。
παρέχεται δὲ οὐδὲν ἐς μνήμην.
特筆すべきものは何もない。
ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι·
ティトロニオンからドリュマイアまでは20スタディオンである。
καθʼ ὅ τι δὲ αὕτη ἡ ὁδὸς καὶ ἡ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας ἡ εὐθεῖα περὶ τὸν Κηφισὸν συμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσος τε καὶ βωμοί.
この道と、アムフィクレイアからドリュマイアへの直進路がキピソス川のあたりで合流する場所に、ティトロニオンの人々のためのアポロンの聖林と祭壇がある。
πεποίηται δὲ καὶ ναός· ἄγαλμα δὲ οὐκ ἔστιν.
神殿も建てられているが、像はない。
ἀπέχει δὲ Ἀμφικλείας ἡ Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα·
ドリュマイアは、左へ折れるとアムフィクレイアから80スタディオン離れている。 ヘロドトスの記述によれば、より古い時代にはナウボレイスと呼ばれていた。
καὶ οἰκιστὴν οἱ ἐνταῦθα γενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ.
そして、ここの人々は、アイアコスの息子ポコスの子供が自分たちの建設者になったと言っている。
Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοις ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόρια ἑορτὴν ἄγουσιν ἐπέτειον.
ドリュマイアの人々には、テスモポロス(掟をもたらす者)のデーメーテールの古代の神殿があり、石造りの立像が作られており、彼女のために毎年テスモポリアの祭りを執り行う。