§10.34.1Ἐλάτεια δὲ τῶν ἐν Φωκεῦσι μεγίστη πόλεών ἐστι τῶν ἄλλων μετά γε τοὺς Δελφούς·
エラテイアは、デルポイを除けば、フォキスの他の都市の中で最大のものである。
κεῖται δὲ κατὰ Ἀμφίκλειαν, καὶ ἐς αὐτὴν ὀγδοήκοντα καὶ ἑκατὸν ὁδός ἐστιν ἐξ Ἀμφικλείας σταδίων, πεδιὰς ἡ πολλὴ καὶ αὖθις οὐκ ἐπὶ πολὺ ἀνάντης ἡ ἐγγυτάτω τοῦ Ἐλατέων ἄστεως.
アムフィクレイアの向かいに位置しており、アムフィクレイアからは百八十スタディオンの道が通じている。 その道の大部分は平坦だが、エラテイアの市街に最も近い場所では、再びそれほど長くはないが上り坂になっている。
ῥεῖ δὲ ἐν τῇ πεδιάδι ὁ Κηφισός· αἱ δὲ ὠτίδες καλούμεναι παρὰ τὸν Κηφισὸν νέμονται μάλιστα ὀρνίθων.
その平野をキピソス川が流れており、キピソス川沿いにはオティスと呼ばれる鳥が、鳥類の中でもとりわけ好んで群れている。
§10.34.2Ἐλατεῦσι δὲ ἐξεγένετο μὲν Κάσσανδρον καὶ τὴν Μακεδόνων ἀπώσασθαι στρατιάν, ὑπῆρξε δὲ καὶ Ταξίλου Μιθριδάτῃ στρατηγοῦντος τὸν πόλεμόν σφισιν ἐκφυγεῖν·
エラテイアの人々は、カッサンドロスとマケドニア人の軍勢を退けることに成功した。 また、ミトリダテスの将軍タキシロスが戦争を行っていた際にも、その戦争から免れることができた。
ἀντὶ τούτου δὲ τοῦ ἔργου Ῥωμαῖοι δεδώκασιν αὐτοῖς ἐλευθέρους ὄντας ἀτελῆ νέμεσθαι τὴν χώραν.
この功績の代わりに、ローマ人は彼らに対して自由の身としてその土地を免税で享受することを認めた。
ἀμφισβητοῦσι δὲ οὗτοι ξενικοῦ γένους, καὶ Ἀρκάδες φασὶν εἶναι τὸ ἀρχαῖον·
彼らは自分たちが異邦の血統であると主張し、古くはアルカディア人であったと言っている。
Ἔλατον γὰρ τὸν Ἀρκάδος, ἡνίκα ἐπὶ τὸ ἱερὸν Φλεγύαι τὸ ἐν Δελφοῖς ἐστρατεύσαντο, ἀμῦναί τε τῷ θεῷ καὶ ἐν τῇ Φωκίδι ὁμοῦ τῷ στρατεύματι αὐτὸν καταμείναντα Ἐλατείας οἰκιστὴν γενέσθαι.
なぜなら、アルカスの息子エラトスが、フレギュアス人たちがデルポイの神殿に対して遠征してきた際、神を救援し、みずから軍勢とともにフォキスにとどまってエラテイアの建設者となったからである。
§10.34.3ἐν δὲ ταῖς Φωκέων πόλεσιν ἃς ὁ Μῆδος ἐνέπρησεν, ἀριθμῆσαι καὶ τὴν Ἐλάτειαν ἔστιν ἐν ταύταις.
ペルシア人が焼き払ったフォキスの諸都市の中で、エラテイアもその中に数え上げることができる。
συμφοραὶ δὲ αἱ μὲν πρὸς Φωκέας τοὺς ἄλλους γεγόνασί σφισιν ἐν κοινῷ, τὰς δὲ καὶ ἰδίᾳ τοῖς Ἐλατεῦσιν ἐκ Μακεδόνων παρεσκεύασεν ὁ δαίμων.
災厄に関しては、他のフォキス人たちと共通の災厄も彼らに降りかかったが、神はマケドニア人によってエラテイアの人々だけに独自の災厄をももたらした。
καὶ ἐπὶ μὲν Κασσάνδρου πολεμήσαντος Ὀλυμπιόδωρος κατέστη μάλιστα αἴτιος ἄπρακτον τοῖς Μακεδόσι γενέσθαι πολιορκίαν·
カッサンドロスが戦争を起こしたときには、オリンピオドロスがマケドニア人の包囲戦を不成功に終わらせた最大の立役者となった。
Φίλιππος δὲ ὁ Δημητρίου τόν τε ἐν Ἐλατείᾳ δῆμον πρὸς τὸ ἔσχατον δέους ἤγαγε καὶ ὑπηγάγετο ἅμα τοὺς δυνατωτέρους δωρεᾷ.
一方、デメトリオスの息子フィリッポスは、エラテイアの民衆を極度の恐怖に陥れ、同時に実力者たちを贈り物によって懐柔した。
§10.34.4Τίτος μὲν δὴ ὁ ἄρχων ὁ Ῥωμαίων—τὸ γὰρ δὴ Ἑλληνικὸν ἅπαν ἐλευθερώσων ἀπέσταλτο ἐκ Ῥώμης—πολιτείαν τε Ἐλατεῦσιν ἀποδώσειν τὴν ἀρχαίαν ἐπηγγέλλετο καὶ διʼ ἀγγέλων ἐπεκηρυκεύετό σφισιν ἀπὸ Μακεδόνων ἀφίστασθαι·
ローマ人の執政官ティトゥスは――全ギリシア人を自由にするためにローマから派遣されていたのだが――エラテイアの人々に古くからの国制を返還することを約束し、使者を通じて、マケドニア人から離反するよう交渉した。
οἱ δὲ ὑπὸ ἀγνωμοσύνης ὁ δῆμος ἢ οἱ ἔχοντες τὰς ἀρχὰς Φιλίππῳ τε ἦσαν πιστοὶ καὶ ὑπὸ τοῦ Ῥωμαίου πολιορκίᾳ παρέστησαν.
しかし、民衆であれ支配者層であれ、彼らは愚かさのゆえにフィリッポスに対して忠実であり続け、ローマ人による包囲戦によって降伏した。
χρόνῳ δὲ οἱ Ἐλατεῖς ὕστερον Ταξίλου τε Μιθριδάτῃ στρατηγοῦντος καὶ τῶν ἐκ τοῦ Πόντου βαρβάρων ἀντέσχον τῇ πολιορκίᾳ·
しかし後になって、ミトリダテスの将軍タキシロスとポントスから来た野蛮人たちに対し、エラテイアの人々は包囲戦に持ちこたえた。
ἐπὶ τούτῳ δὲ ἐλευθέρους εἶναι τῷ ἔργῳ δέδοταί σφισιν ὑπὸ Ῥωμαίων.
この功績によって、彼らはローマ人から自由の身であることが認められた。
§10.34.5τὸ δὲ Κοστοβώκων τῶν λῃστικῶν τὸ κατʼ ἐμὲ τὴν Ἑλλάδα ἐπιδραμὸν ἀφίκετο καὶ ἐπὶ τὴν Ἐλάτειαν·
私の時代にギリシアを襲撃した盗賊団コストボコイは、エラテイアにまで達した。
ἔνθα δὴ ἀνὴρ Μνησίβουλος λόχον τε περὶ αὑτὸν ἀνδρῶν συνέστησε καὶ καταφονεύσας πολλοὺς τῶν βαρβάρων ἔπεσεν ἐν τῇ μάχῃ.
そこで、ムネシブロスという男が自分の周りに部隊を組織し、多くの野蛮人を討ち取った末に、戦いで命を落とした。
οὗτος ὁ Μνησίβουλος δρόμου νίκας καὶ ἄλλας ἀνείλετο καὶ Ὀλυμπιάδι πέμπτῃ πρὸς ταῖς τριάκοντά τε καὶ διακοσίαις σταδίου καὶ τοῦ σὺν τῇ ἀσπίδι διαύλου·
このムネシブロスは、他の競走でも勝利を収めていたが、第235回オリンピア期には、スタディオン競走とシールド(盾)を持ったディアウロス競走で勝利を収めていた。
ἐν Ἐλατείᾳ δὲ κατὰ τὴν ὁδὸν τοῦ δρομέως Μνησιβούλου χαλκοῦς ἕστηκεν ἀνδριάς.
エラテイアの街道沿いには、この走者ムネシブロスの青銅像が立っている。
§10.34.6ἡ δὲ ἀγορὰ αὐτή τέ ἐστι θέας ἀξία καὶ ὁ Ἔλατος ἐπειργασμένος στήλῃ·
広場それ自体も見応えがあり、そこには石柱に浮き彫りにされたエラトスがある。
σαφῶς δὲ οὐκ οἶδα εἴτε τιμῶντες οἷα οἰκιστὴν εἴτε καὶ μνήματος ἐπίθημα ἐποιήσαντο τὴν στήλην.
彼らが創設者として敬うために、あるいは墓の碑石としてその石柱を作ったのか、私にははっきりとはわからない。
τῷ δὲ Ἀσκληπιῷ ναὸς ᾠκοδόμηται καὶ ἄγαλμα γένεια ἔχον ἐστί·
アスクレピオスには神殿が建てられており、顎髭のある像がある。
τοῖς ἐργασαμένοις τὸ ἄγαλμα ὀνόματα μὲν Τιμοκλῆς καὶ Τιμαρχίδης, γένους δέ εἰσι τοῦ Ἀττικοῦ.
この像を制作した者たちの名はティモクレスとティマルキデスであり、アッティカの家系の出身である。
ἐπὶ τῷ πέρατι δὲ τῷ ἐν δεξιᾷ τῆς πόλεως θέατρόν τέ ἐστι καὶ χαλκοῦν Ἀθηνᾶς ἄγαλμα ἀρχαῖον·
都市の右側の端には、劇場とアテナの古い青銅像がある。
ταύτην τὴν θεὸν λέγουσιν ἀμῦναί σφισιν ἐπὶ τοὺς ὁμοῦ Ταξίλῳ βαρβάρους.
この女神が、彼らのためにタキシロスら野蛮人たちから守ってくれたのだと彼らは言っている。
§10.34.7Ἐλατείας δὲ ὅσον σταδίους εἴκοσιν ἀφέστηκεν Ἀθηνᾶς ἐπίκλησιν Κραναίας ἱερόν·
エラテイアからおよそ二十スタディオン離れたところに、クラナイアと呼ばれるアテナの聖域がある。
ἡ δὲ ὁδὸς ἐπὶ τοσοῦτον ἀναντεστέρα ὡς ἀνιᾶν τὸ μηδὲν καὶ λεληθέναι μᾶλλον αὐτῆς τὸ ἄναντες.
その道は、ほとんど苦にならないほど緩やかな上り坂で、その傾斜はむしろ気づかぬほどである。
λόφος δὲ ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι τὰ πλείω μὲν ἀπότομος, οὐ μέντοι ἄγαν ἢ μεγέθους ἔχων ἐστὶν ἢ ὕψους·
道の突き当たりにある丘は、大部分が切り立っているが、大きさも高さもそれほどではない。
ἐπὶ τούτῳ τῷ λόφῳ τὸ ἱερὸν πεποίηται, καὶ στοαί τέ εἰσι καὶ οἰκήσεις διὰ τῶν στοῶν, ἔνθα οἰκοῦσιν οἷς τὴν θεὸν θεραπεύειν καθέστηκε, καὶ ἄλλοις καὶ μάλιστα τῷ ἱερωμένῳ.
この丘の上に聖域が作られており、列柱廊と、列柱廊を通ったところに住居があり、そこには女神に仕えることが定められている者たち、および他の者たち、とりわけ神官が住んでいる。
§10.34.8τὸν δὲ ἱερέα ἐκ παίδων αἱροῦνται τῶν ἀνήβων, πρόνοιαν ποιούμενοι πρότερον τῆς ἱερωσύνης ἐξήκειν οἱ τὸν χρόνον πρὶν ἢ ἡβῆσαι·
神官は、まだ成人していない少年たちの中から選ばれ、成人する前にその神官としての任期が終了するようあらかじめ配慮される。
ἱερᾶται δὲ ἔτη συνεχῆ πέντε, ἐν οἷς τήν τε ἄλλην δίαιταν ἔχει παρὰ τῇ θεῷ καὶ λουτρὰ αἱ ἀσάμινθοι κατὰ τρόπον εἰσὶν αὐτῷ τὸν ἀρχαῖον.
彼は連続して五年間神官を務める。 その期間中、彼は女神のそばで他の生活を送り、浴槽での入浴は彼のために古代の方式に則って行われる。
τὸ δὲ ἄγαλμα ἐποίησαν μὲν καὶ τοῦτο οἱ Πολυκλέους παῖδες, ἔστι δὲ ἐσκευασμένον ὡς ἐς μάχην·
そしてこの像もポリュクレスの息子たちが制作したものであり、戦いに向かう姿をしている。
καὶ ἐπείργασται τῇ ἀσπίδι τῶν Ἀθήνῃσι μίμημα ἐπὶ τῇ ἀσπίδι τῆς καλουμένης ὑπὸ Ἀθηναίων Παρθένου.
その盾には、アテナイ人によってパルテノスと呼ばれている、アテナイにあるアテナ像の盾の模倣が浮き彫りにされている。