§10.33.7γῆ δὲ διακεκριμένη ἀρίστη τῆς Φωκίδος ἐστὶν ἡ παρὰ τὸν Κηφισὸν καὶ φυτεῦσαι καὶ σπείρειν καὶ ἀνεῖναι νομάς· καὶ γεωργεῖται ταῦτα μάλιστα τῆς χώρας, ὥστε καὶ λόγος ἐστὶ πόλιν μὲν Παραποταμίους μὴ ὀνομασθῆναι, ἐπὶ δὲ τῶν παρὰ τὸν Κηφισὸν γεωργούντων πεποιῆσθαι τὸ ἔπος,
"
οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον. "
基菲索斯河沿岸的土地是福基斯最优秀的,无论是种植树木、播种还是放牧;这一地区在福基斯中耕作得最为充分,因此甚至有这样一种传说,认为并没有一个城市叫作帕拉波塔米奥伊(Parapotamioi),而是那首史诗是为那些在基菲索斯河畔耕作的人而作的: “他们确实居住在神圣的基菲索斯河旁。
§10.33.8τούτῳ τῷ λόγῳ διάφορα μὲν ἐν τῇ Ἡροδότου συγγραφῇ, διάφορα δέ ἐστιν αὐτῷ καὶ ὅσα ἐπὶ ταῖς νίκαις ταῖς Πυθικαῖς μνημονεύουσιν· Ἀμφικτύονες γὰρ Πύθια ἐτίθεσαν πρῶτον, καὶ Αἰχμέας Παραποτάμιος πυγμὴν ἐνίκησεν ἐν παισίν·
” 针对这一传说,希罗多德的历史叙述与此不同,关于皮提亚竞技会胜利的各种记录也与它不一致;因为当近邻同盟首次举办皮提亚竞技会时,帕拉波塔米奥伊的艾克梅亚斯在少年拳击比赛中获胜。
ὡσαύτως δὲ Ἡρόδοτος καταλέγων τὰς πόλεις, ὅσας βασιλεὺς Ξέρξης τῶν ἐν Φωκεῦσιν ἐνέπρησε, καὶ Παραποταμίους κατείλοχεν ἐν αὐταῖς πόλιν.
同样,希罗多德在列举波斯王薛西斯烧毁的福基斯城市时,也将帕拉波塔米奥伊作为一座城市列入其中。
οὐ μέντοι οἱ Παραποτάμιοί γε ὑπὸ Ἀθηναίων καὶ Βοιωτῶν ἀνῳκίσθησαν, ἀλλὰ ἐς τὰς ἄλλας πόλεις οἱ ἄνθρωποι κατενεμήθησαν ὑπό τε ἀσθενείας καὶ σπάνει χρημάτων.
然而,帕拉波塔米奥伊并没有被雅典人和波伊奥提亚人重建,其居民由于衰弱和缺乏资金而被分散到其他城市。
Παραποταμίων μὲν δὴ οὔτε ἐρείπια ἔτι ἦν οὔτε ἔνθα τῆς χώρας ᾠκίσθη ἡ πόλις μνημονεύουσιν·
如今帕拉波塔米奥伊不仅连遗迹也没有留下,人们也不记得这座城市曾在该地区的什么地方建立。
§10.33.9ὁδὸς δὲ ἡ ἐς Ἀμφίκλειαν σταδίων ἐκ Λιλαίας ἐστὶν ἑξήκοντα.
从利莱亚到阿姆菲克雷亚(Amphikleia)的路程是六十斯塔德。
ταύτην τὴν Ἀμφίκλειαν ἐλυμήναντο οἱ ἐπιχώριοι τῷ ὀνόματι, καὶ Ἡρόδοτος μὲν Ἀμφίκαιαν ἐκάλεσεν ἑπόμενος τῷ ἀρχαιοτάτῳ τῶν λόγων, Ἀμφικτύονες δὲ δόγμα ἐπὶ τῇ τῶν πόλεων ἀπωλείᾳ τῶν ἐν Φωκεῦσιν ἐξενεγκόντες ὄνομα ἔθεντο αὐτῇ Ἀμφίκλειαν.
这座阿姆菲克雷亚城市,当地人讹传了其名称;希罗多德根据最古老的传说称其为阿姆菲凯亚,但近邻同盟在颁布关于福基斯城市毁灭的法令时,将它命名为阿姆菲克雷亚。
οἱ δὲ ἐπιχώριοι τοιάδε ἐπʼ αὐτῇ λέγουσι· δυνάστην ἄνδρα ἐπιβουλὴν ἐχθρῶν ὑποπτεύσαντα ἐς νήπιον παῖδα καταθέσθαι τὸν παῖδα ἐς ἀγγεῖον, καὶ ἀποκρύψαι τῆς χώρας ἔνθα οἱ ἄδειαν ἔσεσθαι πλείστην ἠπίστατο.
当地人关于这座城市有如下传说:一位统治者怀疑敌人要谋害他襁褓中的儿子,便将孩子放进一个器皿里,藏在当地他认为对他而言最安全的地方。
λύκον μὲν δὴ ἐπιχειρεῖν τῷ παιδί, δράκοντα δὲ ἰσχυρὰν ἔχειν τὴν φρουρὰν ἐσπειραμένον περὶ τὸ ἀγγεῖον.
一只狼确实企图袭击这孩子,但一条蛇盘绕在器皿周围,提供了强大的保护。
§10.33.10ὡς δὲ ὁ πατὴρ ἦλθε τοῦ παιδός, τὸν δράκοντα ἐπιβουλεῦσαι τῷ παιδὶ ἐλπίζων ἀφίησι τὸ ἀκόντιον, καὶ ἐκεῖνόν τε καὶ ὁμοῦ τῷ δράκοντι τὸν παῖδα ἀπέκτεινε·
当孩子的父亲赶来时,以为蛇要伤害孩子,便掷出标枪,结果把蛇和孩子一同杀死了。
διδαχθεὶς δὲ ὑπὸ τῶν ποιμαινόντων ὡς εὐεργέτην καὶ φύλακα τοῦ παιδὸς ἀπεκτονὼς εἴη, πυρὰν τῷ δράκοντι καὶ τῷ παιδὶ ἐποίησεν ἐν κοινῷ.
但他从牧羊人那里得知,自己杀死的是孩子的恩人和守护者,于是他为蛇和孩子一同建了一座公用的火葬柴堆。
τό τε δὴ χωρίον ἐοικέναι καὶ ἐς τόδε καιομένῃ πυρᾷ φασι καὶ ἀπὸ τοῦ δράκοντος ἐκείνου τὴν πόλιν ἐθέλουσιν Ὀφιτείαν ὀνομασθῆναι.
他们说,甚至直到今天,那个地方看起来仍像一个燃烧的火葬柴堆,并且他们希望根据那条蛇的名字将这座城市命名为奥菲泰亚(Ophiteia)。
§10.33.11†ἃ μάλιστα ἄξιον Διονύσῳ δρῶσιν ὄργια, ἔσοδος δὲ ἐς τὸ ἄδυτον οὐδὲ ἐν φανερῷ σφισιν †ἄγαλμα οὐκ ἔστι.
†他们为狄奥尼索斯举行最得体的秘仪,但不能进入内殿,他们中间也没有公开展示的雕像。
λέγεται δὲ ὑπὸ τῶν Ἀμφικλειέων μάντιν τέ σφισι τὸν θεὸν τοῦτον καὶ βοηθὸν νόσων καθεστηκέναι· τὰ μὲν δὴ νοσήματα αὐτοῖς Ἀμφικλειεῦσι καὶ τοῖς προσοικοῦσιν ἰᾶται διʼ ὀνειράτων, πρόμαντις δὲ ὁ ἱερεύς ἐστι, χρῷ δὲ ἐκ τοῦ θεοῦ κάτοχος.
† 阿姆菲克雷亚人说,这位神明对他们而言是预言者和疾病的救治者;实际上,他通过梦境治愈阿姆菲克雷亚人自己以及邻近居民的疾病,祭司是神谕的传达者,他在被神明附身时传达神谕。
§10.33.12Ἀμφικλείας δὲ ἀπωτέρω σταδίοις πεντεκαίδεκά ἐστι Τιθρώνιον ἐν πεδίῳ κειμένη· παρέχεται δὲ οὐδὲν ἐς μνήμην.
距离阿姆菲克雷亚十五斯塔德远的地方是蒂特罗尼翁(Tithronion),坐落在平原上,没有什么值得记载的。
ἐκ Τιθρωνίου δὲ εἴκοσιν ἐς Δρυμαίαν στάδιοι· καθʼ ὅ τι δὲ αὕτη ἡ ὁδὸς καὶ ἡ ἐς Δρυμαίαν ἐξ Ἀμφικλείας ἡ εὐθεῖα περὶ τὸν Κηφισὸν συμμίσγουσιν, ἔστιν Ἀπόλλωνος Τιθρωνεῦσιν ἐνταῦθα ἄλσος τε καὶ βωμοί.
从蒂特罗尼翁到德里迈亚(Drymaia)是二十斯塔德;当这条路与从阿姆菲克雷亚到德里迈亚的直达路在基菲索斯河附近会合时,那里有属于蒂特罗尼翁人的阿波罗圣林和祭坛。
πεποίηται δὲ καὶ ναός· ἄγαλμα δὲ οὐκ ἔστιν.
那里还建有神殿,但没有雕像。
ἀπέχει δὲ Ἀμφικλείας ἡ Δρυμαία σταδίους ὀγδοήκοντα ἀποτραπέντι ἐς ἀριστερά κατὰ Ἡροδότου τοὺς λόγους, Ναυβολεῖς δὲ τὰ ἀρχαιότερα· καὶ οἰκιστὴν οἱ ἐνταῦθα γενέσθαι σφίσι Φώκου παῖδά φασι τοῦ Αἰακοῦ.
根据希罗多德的叙述,向左拐的话,德里迈亚距离阿姆菲克雷亚有八十斯塔德,但在更古老的时代,它被称为纳乌波利斯(Nauboleis);那里的居民说,埃阿科斯之子福科斯的儿子是他们的创建者。
Δήμητρος δὲ Θεσμοφόρου Δρυμαίοις ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἄγαλμα ὀρθὸν λίθου πεποίηται, καὶ αὐτῇ Θεσμοφόρια ἑορτὴν ἄγουσιν ἐπέτειον.
德里迈亚人有一座古老的立法者德墨忒尔神庙,里面有一尊石制立像,他们每年为她举行“特斯莫波里亚”节日。