Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.33.1-10.33.6

レドンとリライアおよびチャラドラの誌面

458 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはティトレアからレドン、リライア、チャラドラへと至る地理的経路、それらの都市の盛衰、川の源泉の不思議な現象や地元の記念碑について記述している。

§10.33.1ἑτέρα δὲ ἐκ Τιθορέας ὁδὸς ἡ ἐπὶ Λέδοντά ἐστιν·
ティトレアからのもう一つの道は、レドンへと至るものである。
πόλις δέ ποτε ἐνομίζετο καὶ αὕτη, κατʼ ἐμὲ δὲ ὑπὸ ἀσθενείας ἐξελελοίπεσαν οἱ Λεδόντιοι τὴν πόλιν, καὶ ἄνθρωποι περὶ ἑβδομήκοντα οἱ οἰκοῦντες ἦσαν ἐπὶ τῷ Κηφισῷ·
この地もかつては都市とみなされていたが、私の時代には、衰退のためにレドン人たちはその都市を放棄しており、キピソス川沿いに住んでいる人々は約70人であった。
Λέδων δʼ οὖν ὄνομα ταῖς οἰκήσεσίν ἐστιν αὐτῶν, καὶ ἐς τὸν Φωκέων σύλλογον κοινὸν τελεῖν ἠξίωνται καὶ οὗτοι, καθάπερ γε καὶ οἱ Πανοπεῖς.
ともあれ、彼らの住居の名はレドンであり、彼らもまた、パノペウスの人々がそうであるように、フォキス人の共同会議に加わる資格を認められている。
τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν ἐπὶ τῷ Κηφισῷ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Λέδοντος τῆς ἀρχαίας τὰ ἐρείπια, καὶ τὸ ὄνομα ἀπὸ ἀνδρὸς λαβεῖν τὴν πόλιν φασὶν αὐτόχθονος.
キピソス川沿いに住む人々から40スタディオン上方に、古代のレドンの遺跡があり、彼らは、その都市が土着の男から名前を得たのだと言っている。
§10.33.2κακῶν δὲ ἀπέλαυσαν μὲν ἀνιάτων καὶ ἄλλαι πόλεις διʼ ἀδικίαν ἐπιχωρίων ἀνδρῶν·
他の都市もまた、地元の人々の不義のせいで、取り返しのつかない惨禍を被った。
ἐς τελέαν δὲ ἀπώλειαν ὤλισθον Ἴλιον μὲν διὰ τὴν ἐς Μενέλαον ὕβριν τοῦ Ἀλεξάνδρου, Μιλήσιοι δὲ διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα ἄλλοτε μὲν τῆς ἐν Ἠδωνοῖς πόλεως, τοτὲ δὲ εἶναι Δαρείου σύμβουλον, ἄλλοτε δὲ ἐπανήκειν ἐς Ἰωνίαν·
イリオンは、アレクサンドロスがメネラオスに対して行った無礼のために完全な破滅へと転がり落ち、ミレトス人は、ヒスティアイオスがみだりに欲望に走ったことと、ある時はエドニア人の地にある都市を、またある時はダレイオスの顧問であることを、また別の時はイオニアに戻ることを切望したことのせいで、完全な破滅に至った。
καὶ δὴ καὶ Λεδοντίοις Φιλόμηλος ἀσέβειαν τὴν ἑαυτοῦ δημοσίᾳ παρέσχε σφίσιν ἀναμάξασθαι.
そしてまさにレドン人に対しても、フィロメロスが自身の不敬を共同体になすりつける結果をもたらした。
§10.33.3Λίλαια δὲ ἡμέρας μὲν ὁδὸν καὶ ὥρᾳ χειμῶνος ἀπέχει Δελφῶν κατιοῦσι διὰ τοῦ Παρνασσοῦ, στάδια δὲ ἐτεκμαιρόμεθα ὀγδοήκοντα εἶναι τῆς ὁδοῦ καὶ ἑκατόν.
リライアは、冬の季節にパルナッソスを通って下っていく者にとって、デルポイから1日の道のり離れており、私たちはその道のりが180スタディオンであると推定した。
τοὺς δὲ ἐνταῦθα ἀνθρώπους, καὶ ἐπειδὴ ἀνῳκίσθη αὐτοῖς ἡ πόλις, ἀτύχημα ἐκ Μακεδονίας δεύτερον σφᾶς ἔμελλεν ἐπιλήψεσθαι.
ここの人々には、都市が再建された後にも、マケドニアからの第二の不幸が彼らを襲うことになっていた。
πολιορκηθέντες γὰρ ὑπὸ Φιλίππου τοῦ Δημητρίου παρέστησαν κατὰ συνθήκας, καὶ ἐσήχθη φρουρά σφισιν ἐς τὴν πόλιν, ἕως οὗ ἀνὴρ ἐπιχώριος—ὄνομα δέ οἱ ἦν Πάτρων—τούς τε ἐν ἡλικίᾳ τῶν πολιτῶν συνέστησεν ἐπὶ τὴν φρουρὰν καὶ κρατήσας τοὺς Μακεδόνας μάχῃ ἠνάγκασεν ἀπελθεῖν σφᾶς ὑποσπόνδους·
というのも、彼らはデメトリオスの息子フィリッポスによって包囲され、条約によって降伏し、彼らの都市には守備隊が導入されたからである。 それは、地元の男(その名はパトロンといった)が、市民のうちの軍役年齢の者たちを組織して守備隊に立ち向かわせ、マケドニア兵を戦闘で破って、彼らを休戦条約のもとに撤退させるまで続いた。
Λιλαιεῖς δὲ αὐτὸν ἀντὶ τῆς εὐεργεσίας ταύτης ἀνέθεσαν ἐς Δελφούς.
リライアの人々はこの恩恵の返礼として、彼の像をデルポイに奉納した。
§10.33.4ἔστι δὲ ἐν Λιλαίᾳ θέατρον καὶ ἀγορά τε καὶ λουτρά·
リライアには劇場、アゴラ、そして浴場がある。
ἔστι δὲ καὶ θεῶν ἱερὰ Ἀπόλλωνος, τὸ δὲ Ἀρτέμιδος·
また神々の聖所もあり、一方はアポロンの、他方はアルテミスのものである。
ἀγάλματα δὲ ὀρθὰ ἐργασίας τε τῆς Ἀττικῆς καὶ τῆς Πεντελῆσι λιθοτομίας.
そこにはアッティカの技芸およびペンテリコンの石切り場による立像がある。
Λίλαιαν δὲ τῶν καλουμένων Ναΐδων καὶ θυγατέρα εἶναι τοῦ Κηφισοῦ καὶ ἀπὸ τῆς νύμφης τὸ ὄνομα τεθῆναι τῇ πόλει φασί.
リライアは、いわゆるナイアスの一人であり、キピソスの娘であって、そのニンフから都市に名前が付けられたのだと彼らは言っている。
§10.33.5καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει τὰς πηγάς·
そしてその川はここに源泉を有している。
ἄνεισι δὲ ἐκ τῆς γῆς οὐ τὰ πάντα μεθʼ ἡσυχίας, ἀλλʼ ὡς τὰ πλείω συμβαίνειν μεσούσης μάλιστα τῆς ἡμέρας παρέχεται φωνὴν ἀνερχόμενος·
それは地表へ常に穏やかに湧き出るわけではなく、大抵の場合は、特に真昼に、湧き出るときに音を立てるのである。
εἰκάσαις ἂν μυκωμένῳ ταύρῳ τὸν ἦχον τοῦ ὕδατος.
人はその水の音を、雄牛の唸り声に例えるかもしれない。
ἔχει δὲ ἡ Λίλαια καὶ πρὸς τὰς τοῦ ἔτους ὥρας μετοπώρου καὶ ἐν θέρει καὶ ἦρος ἐπιτηδείως· τὸν δὲ χειμῶνα μὴ ὁμοίως ἤπιον γίνεσθαι κωλύει τὸ ὄρος ὁ Παρνασσός.
リライアは、秋、夏、春の季節に対しては適した状態にあるが、冬が同様に穏やかになることを、パルナッソス山が妨げている。
§10.33.6Χαράδρα δὲ εἴκοσιν ἀπωτέρω σταδίοις ἐστὶν ὑπὲρ ὑψηλοῦ κειμένη κρημνοῦ, καὶ ὕδατος οἱ ἐνταῦθα σπανίζουσιν ἄνθρωποι, ποτὸν δέ σφισι ποταμός ἐστι Χάραδρος κατερχομένοις ὅσον τρία ἐπʼ αὐτὸν στάδια·
チャラドラは20スタディオン先、高い崖の上に位置しており、そこの人々は水に事欠いている。 彼らにとって、飲料水はチャラドロス川であり、そこまで3スタディオンほど下っていかなければならない。
ἐκδίδωσι δὲ ἐς τὸν Κηφισόν, καί μοι τὸ ὄνομα ἀπὸ τοῦ ποταμοῦ φαίνεται τεθῆναι τοῦ Χαράδρου τῇ πόλει.
この川はキピソス川へと流れ込んでおり、私には、その川チャラドロスから都市に名前が付けられたように思われる。
Χαραδραίοις δὲ Ἡρώων καλουμένων εἰσὶν ἐν τῇ ἀγορᾷ βωμοί, καὶ αὐτοὺς οἱ μὲν Διοσκούρων, οἱ δὲ ἐπιχωρίων εἶναί φασιν ἡρώων.
チャラドラの人々には、アゴラに「諸英雄」と呼ばれる者たちの祭壇があり、それらについて、ある人々はディオスクロイの、他の人々は地元の英雄のものであると言っている。

語釈・文法注

  1. 10.33.1τῶν δὲ ἀνθρώπων οἳ οἰκοῦσιν — 属格 τῶν ἀνθρώπων は、比較・起点を示す副詞 ἀνωτέρω(〜より上方に)によって導かれる起点の属格、または比較の属格として解釈される。これにより、「キピソス川沿いに住む人々[の場所]から40スタディオン上方に」という意味になる。
  2. 10.33.2διὰ τὸ ἐς τὰς ἐπιθυμίας Ἑστιαίου πρόχειρον καὶ ἔρωτα — διὰ τὸ ... πρόχειρον καὶ ἔρωτα において、定冠詞 τό は名詞化された形容詞 πρόχειρον(性急さ)と名詞 ἔρωτα(愛着・熱望)に係り、属格の Ἑστιαίου は両方に共通する主体を示す。ἔρωτα の対象として、属格名詞 τῆς ... πόλεως と、二つの不定詞句 εἶναι ... および ἐπανήκειν が並列されて係っている。
  3. 10.33.2ἀναμάξασθαι — 不定詞 ἀναμάξασθαι(拭う、擦り付ける、なすりつける)は、ここでは「フィロメロスが自らの不敬の罪を共同体に拭わせる(引き受けさせる)原因となった」という、共同責任を負わされた文脈を示す使役的あるいは結果的な表現として解釈される。
  4. 10.33.5ὡς τὰ πλείω συμβαίνειν — ὡς τὰ πλείω συμβαίνειν は、絶対不定詞的に機能する慣用表現で、「大部分の場合において(通常は)そうであるように」という意味を表す。定冠詞を伴う中性複数対格 τὰ πλείω が副詞的に用いられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.33.1-10.33.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.33.1-10.33.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。