§10.3.1δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος.
神殿の占拠から十年後、フィリッポスは、フォキス戦争とも神聖戦争とも呼ばれるこの戦争に終止符を打った。 これは、アテナイでテオピロスがアルコンを務めていた年であり、キュレネのポリュクレスがスタディオン走で優勝した第百八回オリンピアードの第一年のことであった。
καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις·
そして、フォキス人の諸都市は占領されて地平に引き倒された。
ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶ Δαυλίς.
それらの都市とは、リライア、ヒュアンポリス、アンティキュラ、パラポタミオイ、パノペウス、そしてダウリスであった。
τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου·
これらの都市の名は古くから知られており、とりわけホメロスの詩のおかげであった。
§10.3.2τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου·
また、それらの都市のうちいくつかは、クセルクセス率いる軍勢が焼き払ったことで、とりわけホメロスの詩のおかげで、より知られるものとなったが。
τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν.
また、それらの都市のうちのいくつかの都市を、クセルクセス率いる軍勢が焼き払うことで、ギリシア世界においていっそう広く知られるものとしたが、それらはエロコス、ハラドラ、アンピクレイア、ネオネス、テスロニオン、そしてドリュマイアであった。
αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις.
しかし他の都市は、エラテイアを別にすれば、以前は有名ではなかった。 すなわち、フォキスのトラキス、フォキスのメデオン、エケダメイア、アンブロッソス、レドン、さらにプリュゴニオン、そしてスティリスである。
τότε δὲ κατεσκάφησάν τε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι·
その時、リストに挙げられた都市は破壊され、アバイを除く他のすべての都市は村落に再入植させられた。
Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν.
アバイの人々には不敬虔の罪とは無関係であることが確立しており、彼らは神殿の占有にも戦争にも加わっていなかった。
§10.3.3ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες.
またフォキス人たちは、デルポイの神殿に関与すること、およびギリシア全体の会議に参加することを奪われ、彼らの投票権をアンピクテュオニア会はマケドニア人に与えた。
ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια·
しかし、やがてフォキス人のために諸都市は再建され、彼らは村落から祖国へと連れ戻された。 ただし、当初からの弱さとその当時の資金の不足によって、いくつかの都市が再建されるのを妨げられた場合を除いては。
Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι.
そして、彼らを連れ戻したのはアテナイ人とテーバイ人であったが、それはカイロネイアでの敗北がギリシア人に起こる前のことであった。
§10.3.4καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο·
そしてフォキス人はカイロネイアでの戦いに参加し、さらに後にはラミアの周辺やクランノンにおいてアンティパトロスおよびマケドニア人と敵対して戦った。
Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.
またガラティア人とケルト人の軍勢に対しては、ギリシア人の中で最も熱心に防戦した。 それは、デルポイの神を助けるためであり、同時に、私の見るところ、かつての罪に対する弁明のためであった。