§10.4.1τούτοις μὲν δὴ τοιαῦτα ὑπῆρχεν ἐς μνήμην·
これらについては、記憶されるべきそのようなことが存在していた。
στάδια δὲ ἐκ Χαιρωνείας εἴκοσιν ἐς Πανοπέας ἐστὶ πόλιν Φωκέων, εἴγε ὀνομάσαι τις πόλιν καὶ τούτους οἷς γε οὐκ ἀρχεῖα οὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν, οὐχ ὕδωρ κατερχόμενον ἐς κρήνην, ἀλλὰ ἐν στέγαις κοίλαις κατὰ τὰς καλύβας μάλιστα τὰς ἐν τοῖς ὄρεσιν, ἐνταῦθα οἰκοῦσιν ἐπὶ χαράδρᾳ.
カイロネイアからフォキス人の都市パノペウスまでは二十スタディオンである。 もし彼らを都市と呼ぶことができるならばであるが――彼らには役所も体育場もなく、劇場も広場も持たず、泉に流れ落ちる水もなく、むしろ、山の中の小屋にきわめてよく似た、渓谷のそばの窪んだ家々に暮らしているのであるから。
ὅμως δὲ ὅροι γε τῆς χώρας εἰσὶν αὐτοῖς ἐς τοὺς ὁμόρους, καὶ ἐς τὸν σύλλογον συνέδρους καὶ οὗτοι πέμπουσι τὸν Φωκικόν.
しかしながら、隣接する人々との土地の境界は彼らにも存在し、彼らもまたフォキスの評議会に代表を派遣している。
καὶ γενέσθαι μὲν τῇ πόλει τὸ ὄνομα λέγουσιν ἀπὸ τοῦ Ἐπειοῦ πατρός, αὐτοὶ δὲ οὐ Φωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς καὶ ἐς τὴν γῆν διαφυγεῖν φασι τὴν Φωκίδα ἐκ τῆς Ὀρχομενίας.
そして、この都市の名はエペイオスの父に由来すると彼らは言い、自分たち自身はフォキス人ではなく、元々はプレギュアス人であり、オルコメノスの地からフォキスの土地へと逃れてきたのだと主張している。
§10.4.2Πανοπέων δὲ τὸν ἀρχαῖον θεώμενοι περίβολον ἑπτὰ εἶναι σταδίων μάλιστα εἰκάζομεν·
パノペウスの古代の城壁を観察すると、私たちはそれがほぼ七スタディオンであると推測する。
ὑπῄει τε ἐπῶν ἡμᾶς τῶν Ὁμήρου μνήμη ὧν ἐποίησεν ἐς Τιτυόν, καλλίχορον τῶν Πανοπέων ὀνομάσας τὴν πόλιν, καὶ ὡς ἐν τῇ μάχῃ τῇ ἐπὶ τῷ Πατρόκλου νεκρῷ καὶ Σχεδίον τὸν Ἰφίτου βασιλεύοντα Φωκέων καὶ ἀποθανόντα ὑφʼ Ἕκτορος κατοικεῖν εἶπεν ἐν τῷ Πανοπεῖ.
そして、ホメロスがティテュオスについて作った詩の記憶が私たちに呼び起こされた。 彼はその詩の中でパノペウスの都市を「美しき舞踏の」と呼び、また、パトロクロスの遺体をめぐる戦いにおいて、イピトスの子でフォキス人を支配しヘクトルによって殺されたスケディオスが、パノペウスに居住していたと述べた。
τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν, φόβῳ τῶν Βοιωτῶν —κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴ ῥᾴστη—ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον·
このことについては、ボイオティア人への恐れのために――というのも、このあたりがボイオティアからフォキスへの最も容易な侵入路だからである――王がパノペウスを要塞として用い、そこに居住していたという理由があると、私たちには思われた。
§10.4.3τὸ ἕτερον δὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον, ἐφʼ ὅτῳ καλλίχορον τὸν Πανοπέα εἴρηκε, πρὶν ἢ ἐδιδάχθην ὑπὸ τῶν παρʼ Ἀθηναίοις καλουμένων Θυιάδων.
しかし、もう一つのこと、すなわちどのような理由で彼がパノペウスを「美しき舞踏の」と呼んだのかについては、私はアテナイでシュイアデスと呼ばれる女性たちに教えられるまでは、推測することができなかった。
αἱ δὲ Θυιάδες γυναῖκες μέν εἰσιν Ἀττικαί, φοιτῶσαι δὲ ἐς τὸν Παρνασσὸν παρὰ ἔτος αὐταί τε καὶ αἱ γυναῖκες Δελφῶν ἄγουσιν ὄργια Διονύσῳ.
シュイアデスとはアッティカの女性たちであり、彼女たち自身とデルポイの女性たちとは、一年おきにパルナッソス山へと赴き、ディオニュソスのための密儀を執り行う。
ταύταις ταῖς Θυιάσι κατὰ τὴν ἐξ Ἀθηνῶν ὁδὸν καὶ ἀλλαχοῦ χοροὺς ἱστάναι καὶ παρὰ τοῖς Πανοπεῦσι καθέστηκε·
これらのシュイアデスにとって、アテナイからの道中で、他の場所と同様にパノペウスの人々のところでも合唱舞踊を執り行うことが慣行となっている。
καὶ ἡ ἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν.
そして、ホメロスによるパノペウスへのあの形容は、シュイアデスたちの舞踊を暗示しているように思われる。
§10.4.4Πανοπεῦσι δέ ἐστιν ἐπὶ τῇ ὁδῷ πλίνθου τε ὠμῆς οἴκημα οὐ μέγα καὶ ἐν αὐτῷ λίθου τοῦ Πεντελῆσιν ἄγαλμα, ὃν Ἀσκληπιόν, οἱ δὲ Προμηθέα εἶναί φασι·
パノペウスの人々にとっては、道沿いに未焼成の煉瓦でできた大きくない建物があり、その中にはペンテリコン産の石でできた像がある。 それをある者はアスクレピオスであると言い、他の者はプロメテウスであると言う。
καὶ παρέχονταί γε τοῦ λόγου μαρτύρια.
そして彼らはその主張の証拠を提示している。
λίθοι κεῖνταί σφισιν ἐπὶ τῇ χαράδρᾳ, μέγεθος μὲν ἑκάτερος ὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι, χρῶμα δέ ἐστι πηλοῦ σφισιν, οὐ γεώδους ἀλλʼ οἷος ἂν χαράδρας γένοιτο ἢ χειμάρρου ψαμμώδους, παρέχονται δὲ καὶ ὀσμὴν ἐγγύτατα χρωτὶ ἀνθρώπου·
峡谷のそばに彼らにとっていくつかの石が横たわっており、それら一つひとつの大きさは荷車の積載量に十分見合うほどであり、それらの色は粘土のようであって、土のようではなく砂の多い峡谷や急流のそれのようであるが、人間の皮膚にきわめて近い臭いをも放っている。
ταῦτα ἔτι λείπεσθαι τοῦ πηλοῦ λέγουσιν ἐξ οὗ καὶ ἅπαν ὑπὸ τοῦ Προμηθέως τὸ γένος πλασθῆναι τῶν ἀνθρώπων.
これらは、プロメテウスによって全人類の種族が形作られたあの粘土の、今なお残された遺物であると彼らは言っている。