§10.3.1δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος.
在神殿被占领后的第十年,腓力结束了这场被称为“福基斯战争”和“神圣战争”的冲突。 当时正值塞奥菲洛斯在雅典担任执政官,这也是第一百零八届奥林匹亚运动会的第一年,基雷奈的波吕克勒斯在短跑比赛中获胜。
καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις· ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶ Δαυλίς.
福基斯人的城邦被占领并被彻底夷为平地;它们的名单包括莉莱亚、许安波利斯、安蒂基拉、帕拉波塔米奥伊、帕诺佩乌斯以及达乌利斯。
τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου· §10.3.2τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου· τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν.
这些城邦的名字自古以来就广为人知,尤其是因为荷马的史诗;而其中的一些城市,薛西斯麾下的军队将其烧毁,使其变得更加闻名,这尤其要归功于荷马的史诗;而其中的一些城市,薛西斯麾下的军队将其烧毁,使其在希腊世界中变得更加闻名,它们是埃罗科斯、哈拉德拉、安菲克勒亚、内奥内斯、特斯罗尼翁和德里迈亚。
αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις.
至于其他的城邦,除了埃拉特亚之外,在此前并不出名,它们是福基斯的特拉克斯、福基斯的梅德翁、埃切达美亚、安布罗索斯、莱东,还有弗利戈尼翁和斯蒂里斯。
τότε δὲ κατεσκάφησάν τε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι·
当时,上述列出的城邦均被摧毁,除阿拜外,其余所有城邦的居民都被安置在村落中。
Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν.
阿拜人被公认与不敬虔的行为无关,他们既没有参与神殿的占领,也没有参与这场战争。
§10.3.3ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες.
福基斯人还被剥夺了参与德尔斐神殿事务以及希腊全体会议的权力,近邻同盟将他们的投票权授予了马其顿人。
ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια·
然而,随着时间的推移,福基斯人的城邦得以重建,他们也从村落被接回祖国,除非是由于最初的贫弱和当时的资金匮乏阻碍了某些城邦的重建。
Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι.
将他们接回国的是雅典人和底比斯人,而这发生在喀罗尼亚的惨败降临到希腊人身上之前。
§10.3.4καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο· Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.
福基斯人参加了喀罗尼亚战役,后来又在拉米亚周边和克兰农与安提帕特及马其顿人作战;在抵抗加拉太人和凯尔特军队时,他们在希腊人中表现得最为热忱,这既是为了守护德尔斐的神灵,在我看来,同时也是为了洗刷他们过去的罪名。