Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.2.1-10.2.7

第三次神聖戦争とフォキス人指導者たちの末路

413 / 465 箇所 · ギリシア語

要旨

第三次神聖戦争におけるフォキス人たちの指導者(フィロメロス、オノマルコス、パウロス、パライコス)の変遷と、彼らがいかに神聖戦争を戦い、それぞれ悲劇的な最期を遂げたかが記述される。

§10.2.1ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι.
ペルシアの軍勢がヨーロッパに渡ったとき、フォキス人たちはやむを得ず王の味方をしたと言われているが、メディア人から離反して、プラタイアイでの戦いの際にギリシア側の陣形に整列したと言われている。
χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων·
しかし後になって、彼らがアンピクテュオニア会から罰金を科されるという事態が彼らを襲った。
οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες.
私は、彼らが実際に不正を働いたためにこれが科されたのか、あるいはテッサリア人が古くからの憎しみゆえにフォキス人たちにこの罰金が科されるよう仕組んだ張本人であったのか、その真相を突き止めることができない。
§10.2.2ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος—πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων—οὗτος οὖν ὁ Φιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων.
その罰金のあまりの大きさに彼らが落胆していたとき、テオティモスの息子フィロメロス――彼は名声においていかなるフォキス人にも劣っていなかった。 彼の故郷はフォキスの諸都市の一つレドンであった――このフィロメロスが彼らを励まして、罰金の支払いは彼らにとって不可能であると示し、デルポイの神殿を占拠するよう説得した。 そして彼は、他の魅力的な言葉に加えて、アテナイ人やラケダイモンからの好意的な支援が当初から彼らにとって存在していること、また、テーバイ人や、もし他に誰かが彼らに対して戦争を仕掛けてきたとしても、勇気においても資金の投入においても自分たちが勝るであろうということを語った。
§10.2.3ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι.
フィロメロスがこのように語ると、それはフォキスの大衆の意に沿わないことにはならなかった。 それは、神が彼らの理性を狂わせていたためか、あるいは彼ら自身、もともと敬神よりも利益を優先する性質であったためである。
τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον.
フォキス人がデルポイを占拠したのは、デルポイでヘラクレイデスが執政官を務め、アテナイでアガトクレスがアルコンであった年であり、キュレネのプロロスがスタディオン走で優勝した第105回オリンピアードの第4年のことであった。
§10.2.4καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες.
彼らが神殿を占拠すると、ギリシア人の中で最も強力な傭兵部隊がただちに集められ、かねてより彼らと対立していたテーバイ人たちが公然と彼らに対して戦争に立ち上がった。
χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρʼ αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα·
彼らが戦った期間は10年連続に及び、これほど長期の戦争において、しばしばフォキス人と彼らの抱える傭兵部隊が勝利を収め、またしばしばテーバイ人の側が優勢となった。
γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν·
しかし、ネオンという町の近くで衝突が起こったとき、フォキス人たちは敗走し、フィロメロスは敗走の最中に自ら高い険しい崖から身を投げ、そのようにして息を引き取った。
ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη.
なお、神殿を略奪する者に対しては、アンピクテュオニア同盟によっても、もともとこのような刑罰が定められていた。
§10.2.5μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου·
フィロメロスが死んだ後、フォキス人たちはオノマルコスに指導権を与え、アミュンタスの子フィリッポスはテーバイ人の同盟側に加わった。
καὶ —ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς—φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας.
そして――フィリッポスがその戦闘で勝利したため――オノマルコスは逃走して海辺に達したが、そこで味方の兵士たちによって投げ槍で突き殺された。 彼の臆病さと将軍としての未熟さのために、自分たちに敗北がもたらされたとみなされたからである。
§10.2.6Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον.
神はオノマルコスの生涯にこのような最期をもたらし、フォキス人たちはオノマルコスの兄弟であるパウロスを満場一致の将軍に選んだ。
λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε.
人々が言うには、このパウロスがフォキス人の支配権を握って間もない頃、次のような夢の光景を見たという。
ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα·
アポロンの奉納品の中に、老いた男の青銅の像があり、すでに肉が削ぎ落ちて骨だけが残っているものであった。
ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ.
これはデルポイの人々によって、医師ヒポクラテスの奉納品であると言われていた。
τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος·
パウロスはこの奉納品に自分が似ていると思った。
αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν.
すると、ただちに肺結核が彼を襲い、その夢の予言を成就させたのである。
§10.2.7Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία·
パウロスが死ぬと、フォキス人における支配権は彼の息子パライコスに移った。
καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς.
そしてパライコスは、神殿の聖なる資金を私物化したという疑いをかけられたため、支配権を解かれた。
διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος— οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι— τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.
彼は、彼の方針を選んだフォキス人たちおよび傭兵部隊の一部と共に船でクレタ島に渡り、クドニアを包囲していた際――彼らが、要求する彼にお金を与えることを拒んだためである――軍勢の大部分を失い、彼自身も滅び去った。

語釈・文法注

  1. 10.2.1γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν — 不定詞 `γενέσθαι` は、先行する `ἦσαν οἱ πράξαντες`(「画策した張本人であった」)の動詞 `πράσσω`(ここでは「(政治的に)働きかける、画策する」の意)の目的あるいは結果を補足する。直訳すると「フォキス人に対して罰金が発生するように画策した」となる。
  2. 10.2.2Φιλόμηλος ... οὗτος οὖν ὁ Φιλόμηλος — 固有名詞 `Φιλόμηλος` で始まった主語が、同位語的な挿入節(`ὁ Θεοτίμου...`)および親族・故郷に関する独立文(`πατρὶς δὲ...`)によって文頭から離れたため、`οὗτος οὖν ὁ Φιλόμηλος` として指示代名詞を伴って冗長に再提示されている。これは長文における典型的な文体の乱れ(アナコルトン)の一種である。
  3. 10.2.5ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν — 接続詞 `ὡς` に分詞 `συμβᾶσαν`(女性単数対格)が結合し、主観的理由(「〜であるとして、〜という理由で」)を表している。この対格は、先行する受動態動詞 `κατηκοντίσθη` の意味上の主語ではなく、間接目的語たる兵士たち `σφίσιν` に関連する状況を表す。あるいは、`συμβαίνει` の非人称的な対格独立構文の形が、主観的理由を表す `ὡς` と結びついたものと解釈される。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.2.1-10.2.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.2.1-10.2.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。