§10.26.1τῶν δὲ γυναικῶν τῶν μεταξὺ τῆς τε Αἴθρας καὶ Νέστορος, εἰσὶν ἄνωθεν τούτων αἰχμάλωτοι καὶ αὗται Κλυμένη τε καὶ Κρέουσα καὶ Ἀριστομάχη καὶ Ξενοδίκη.
アイトラとネストルの間にいる女性たちのうち、これらの人々のさらに上方には、やはり捕虜であるクリュメネ、クレウサ、アリストマケ、そしてクセノディケが描かれている。
Κλυμένην μὲν οὖν Στησίχορος ἐν Ἰλίου πέρσιδι κατηρίθμηκεν ἐν ταῖς αἰχμαλώτοις·
ステシコロスは『イリオスの破壊』において、クリュメネを捕虜の中に数え上げている。
ὡσαύτως δὲ καὶ Ἀριστομάχην ἐποίησεν ἐν Νόστοις θυγατέρα μὲν Πριάμου, Κριτολάου δὲ γυναῖκα εἶναι τοῦ Ἱκετάονος·
同様に『帰国譚』の作者も、アリストマケをプリアモスの娘であり、ヒケタオンの子クリトラオスの妻であるとした。
Ξενοδίκης δὲ μνημονεύσαντα οὐκ οἶδα οὔτε ποιητὴν οὔτε ὅσοι λόγων συνθέται.
クセノディケについては、詩人でも、あるいは散文の記録者であっても、言及した者を知らない。
ἐπὶ δὲ τῇ Κρεούσῃ λέγουσιν ὡς ἡ θεῶν μήτηρ καὶ Ἀφροδίτη δουλείας ἀπὸ Ἑλλήνων αὐτὴν ἐρρύσαντο, εἶναι γὰρ δὴ καὶ Αἰνείου τὴν Κρέουσαν γυναῖκα·
クレウサについては、神々の母とアプロディテが彼女をギリシア人による奴隷の身から救い出したと言われている。 というのも、クレウサは実にアイネイアスの妻だったからである。
Λέσχεως δὲ καὶ ἔπη τὰ Κύπρια διδόασιν Εὐρυδίκην γυναῖκα Αἰνείᾳ.
しかしレスケスおよび叙事詩『キュプリア』は、エウリュディケをアイネイアスの妻としている。
§10.26.2γεγραμμέναι δὲ ἐπὶ κλίνης ὑπὲρ ταύτας Δηινόμη τε καὶ Μητιόχη καὶ Πεῖσίς ἐστι καὶ Κλεοδίκη·
彼女らの上方の寝台の上に描かれているのは、デイノメ、メティオケ、ペイシス、そしてクレオディケである。
τούτων ἐν Ἰλιάδι καλουμένῃ μικρᾷ μόνης ἐστὶ τὸ ὄνομα τῆς Δηινόμης, τῶν δʼ ἄλλων ἐμοὶ δοκεῖν συνέθηκε τὰ ὀνόματα ὁ Πολύγνωτος.
これらのうち、いわゆる『小イリアス』に名前があるのはデイノメだけであり、他の者たちの名前は、私の思うに、ポリュグノトスが創作したものである。
γέγραπται δὲ καὶ Ἐπειὸς γυμνὸς καταβάλλων ἐς ἔδαφος τῶν Τρώων τὸ τεῖχος·
また、裸のエペイオスが、トロイアの城壁を地面に打ち壊しているのも描かれている。
ἀνέχει δὲ ὑπὲρ αὐτὸ κεφαλὴ τοῦ ἵππου μόνη τοῦ δουρείου.
その上には、木馬の頭だけが突き出ている。
Πολυποίτης δὲ ὁ Πειρίθου δεδεμένος τὴν κεφαλὴν ταινίᾳ καὶ παρʼ αὐτὸν Ἀκάμας ἐστὶν ὁ Θησέως ἐπικείμενος τῇ κεφαλῇ κράνος·
ペイリトオスの子ポリュポイテスは頭に鉢巻きを締めており、その傍らにはテセウスの子アカマスが頭に兜をかぶっている。
§10.26.3λόφος δὲ ἐπὶ τῷ κράνει πεποίηται.
兜の上には前立てが作られている。
καὶ Ὀδυσσεύς τέ ἐστι καὶ ἐνδέδυκε θώρακα Ὀδυσσεύς.
そしてオデュッセウスも描かれており、オデュッセウスは甲冑を身につけている。
Αἴας δὲ ὁ Οἰλέως ἔχων ἀσπίδα βωμῷ προσέστηκεν, ὀμνύμενος ὑπὲρ τοῦ ἐς Κασσάνδραν τολμήματος·
オイレウスの子アイアスは盾を持って祭壇の傍らに立っており、カッサンドラに対する暴挙について身の潔白を誓っている。
ἡ δὲ κάθηταί τε ἡ Κασσάνδρα χαμαὶ καὶ τὸ ἄγαλμα ἔχει τῆς Ἀθηνᾶς, εἴγε δὴ ἀνέτρεψεν ἐκ βάθρων τὸ ξόανον, ὅτε ἀπὸ τῆς ἱκεσίας αὐτὴν ὁ Αἴας ἀφεῖλκε.
一方、カッサンドラは地面に座り込んでおり、アテナの神像を抱えている。 アイアスが哀願する彼女を神像から引き離そうとしたときに、彼女が木像を台座からひっくり返してしまったからである。
γεγραμμένοι δὲ καὶ οἱ παῖδές εἰσιν οἱ Ἀτρέως, ἐπικείμενοι καὶ οὗτοι κράνη, Μενελάῳ δὲ ἀσπίδα ἔχοντι δράκων ἐπὶ τῇ ἀσπίδι ἐστὶν εἰργασμένος τοῦ ἐν Αὐλίδι φανέντος ἐπὶ τοῖς ἱερείοις τέρατος ἕνεκα.
またアトレウスの息子たちも描かれており、彼らもやはり兜をかぶっている。 盾を持っているメネラオスの盾の上には、アウリスにおいて犠牲獣の上に現れた兆候にちなんで、蛇が象られている。
ὑπὸ τούτοις τοῖς τὸν Αἴαντα ἐξορκοῦσιν, κατʼ εὐθὺ δὲ τοῦ ἵππου τοῦ §10.26.4παρὰ τῷ Νέστορι Νεοπτόλεμος ἀπεκτονώς ἐστιν Ἔλασον, ὅστις δὴ ὁ Ἔλασος.
アイアスに誓いを立てさせているこれらの人々の下方に、かつ、ネストルの傍らにある(木)馬の正面に、ネオプトレモスがエラソス(このエラソスが何者であるにせよ)を殺した姿がある。
οὗτος μὲν δὴ ὀλίγον ἐμπνέοντι ἔτι εἴκασται·
この者はまだかすかに息があるように見える。
Ἀστύνοον δέ, οὗ δὴ ἐποιήσατο καὶ Λέσχεως μνήμην, πεπτωκότα ἐς γόνυ ὁ Νεοπτόλεμος ξίφει παίει.
そしてネオプトレモスは、レスケスも言及しているアストゥノオスが膝をついて倒れているところを、剣で突いている。
Νεοπτόλεμον δὲ μόνον τοῦ Ἑλληνικοῦ φονεύοντα ἔτι τοὺς Τρῶας ἐποίησεν ὁ Πολύγνωτος, ὅτι ὑπὲρ τοῦ Νεοπτολέμου τὸν τάφον ἡ γραφὴ πᾶσα ἔμελλεν αὐτῷ γενήσεσθαι.
ポリュグノトスは、ギリシア軍の中でネオプトレモスだけを、今なおトロイア軍を殺戮している姿として描いた。 なぜなら、絵画全体がネオプトレモスの墓の上方に制作される予定であったからである。
τοῦ δὲ Ἀχιλλέως τῷ παιδὶ Ὅμηρος μὲν Νεοπτόλεμον ὄνομα ἐν ἁπάσῃ οἱ τίθεται τῇ ποιήσει·
アキレウスの息子に対して、ホメロスは自身のすべての詩の中でネオプトレモスという名前を与えている。
τὰ δὲ Κύπρια ἔπη φησὶν ὑπὸ Λυκομήδους μὲν Πύρρον, Νεοπτόλεμον δὲ ὄνομα ὑπὸ Φοίνικος αὐτῷ τεθῆναι, ὅτι Ἀχιλλεὺς ἡλικίᾳ ἔτι νέος πολεμεῖν ἤρξατο.
しかし叙事詩『キュプリア』は、リュコメデスからはピュロス、フェニックスからはネオプトレモスという名前を与えられたと述べている。 なぜならアキレウスがまだ若い年齢で戦争を始めたからである。
§10.26.5γέγραπται δὲ βωμός τε καὶ ὑπὸ δείματος παῖς μικρὸς ἐχόμενος τοῦ βωμοῦ·
また、祭壇と、恐怖のために祭壇にしがみついている小さな子供が描かれている。
κεῖται δὲ καὶ θώραξ ἐπὶ τῷ βωμῷ χαλκοῦς.
祭壇の上には青銅の甲冑も置かれている。
κατὰ δὴ ἐμὲ σπάνιον τῶν θωράκων τὸ σχῆμα ἦν τούτων, τὸ δὲ ἀρχαῖον ἔφερον αὐτούς.
私の時代には、これらの甲冑の形状は稀なものであったが、古代には人々はそれを着用していた。
δύο ἦν χαλκᾶ ποιήματα, τὸ μὲν στέρνῳ καὶ τοῖς ἀμφὶ τὴν γαστέρα ἁρμόζον, τὸ δὲ ὡς νώτου σκέπην εἶναι —γύαλα ἐκαλοῦντο—· τὸ μὲν ἔμπροσθεν τὸ δὲ ὄπισθεν προσῆγον, ἔπειτα περόναι συνῆπτον πρὸς ἄλληλα.
それは二つの青銅の工作物からなり、一つは胸と腹の周りに適合し、もう一つは背中の覆いとなるもので――これらはグアラと呼ばれていた――、前側のものと後ろ側のものを合わせ、それからピンで互いにつなぎ合わせた。
§10.26.6ἀσφάλειαν δὲ ἀποχρῶσαν ἐδόκει παρέχεσθαι καὶ ἀσπίδος χωρίς·
それは盾がなくても十分な安全を提供すると思われていた。
ἐπὶ τούτῳ καὶ Ὅμηρος Φόρκυνα τὸν Φρύγα οὐκ ἔχοντα ἀσπίδα ἐποίησεν, ὅτι αὐτῷ γυαλοθώραξ ἦν.
このため、ホメロスも、フリュギア人のポルキュスが盾を持っていないように描いたのである。 彼が板甲冑を身につけていたからである。
ἐγὼ δὲ γραφῇ μεμιμημένον τοῦτον ἐθεασάμην ὑπὸ τοῦ Πολυγνώτου, καὶ ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας Καλλιφῶν ὁ Σάμιος Πατρόκλῳ τοῦ θώρακος τὰ γύαλα ἁρμοζούσας ἔγραψε γυναῖκας.
私はポリュグノトスが絵画の中でこれを描いているのを見たことがあるし、エフェソスのアルテミス神殿では、サモス人のカリポンが、パトロクロスの甲冑の板を合わせている女性たちを描いている。
§10.26.7τοῦ βωμοῦ δὲ ἐπέκεινα Λαοδίκην ἔγραψεν ἑστῶσαν.
祭壇の向こう側には、彼はラオディケが立っているのを描いた。
ταύτην οὔτε ὑπὸ ποιητοῦ κατειλεγμένην ἐν ταῖς αἰχμαλώτοις ταῖς Τρῳάσιν εὕρισκον οὔτε ἄλλως ἐφαίνετο ἔχειν μοι τὸ εἰκὸς ἢ ἀφεθῆναι τὴν Λαοδίκην ὑπὸ Ἑλλήνων.
彼女については、詩人たちによってトロイアの捕虜女性の中に数えられているのを私は見出せなかったし、そうでなくても、ラオディケがギリシア人たちによって解放されたと考えるのが私には妥当であると思われた。
Ὅμηρος μέν γε ἐδήλωσεν ἐν Ἰλιάδι Μενελάου καὶ Ὀδυσσέως ξενίαν παρὰ Ἀντήνορι καὶ ὡς Ἑλικάονι ἡ Λαοδίκη συνοικοίη τῷ Ἀντήνορος·
なぜなら、ホメロスは『イリアス』の中で、メネラオスとオデュッセウスがアンテノルに手厚くもてなされたこと、そしてラオディケがアンテノルの子ヘリカオンと結婚して暮らしていたことを明らかにしている。
§10.26.8Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ νυκτομαχίᾳ γνωρισθῆναί τε ὑπὸ Ὀδυσσέως καὶ ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν.
そしてレスケスは、夜戦で負傷したヘリカオンが、オデュッセウスによって認識され、戦闘から生きたまま連れ出されたと述べている。
ἕποιτο ἂν οὖν τῇ Μενελάου καὶ Ὀδυσσέως κηδεμονίᾳ περὶ οἶκον τὸν Ἀντήνορος μηδὲ ἐς τοῦ Ἑλικάονος τὴν γυναῖκα ἔργον δυσμενὲς ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου γενέσθαι·
したがって、メネラオスとオデュッセウスがアンテノルの家に対して払った配慮に続いて、ヘリカオンの妻に対しても、アガメムノンとメネラオスによって敵対的な行為がなされなかったということは理にかなっている。
Εὐφορίων δὲ ἀνὴρ Χαλκιδεὺς σὺν οὐδενὶ εἰκότι τὰ ἐς τὴν Λαοδίκην ἐποίησεν.
しかしカルキス人エウポリオンは、何の妥当性もないままに、ラオディケに関する詩を作った。
§10.26.9ἐφεξῆς δὲ τῇ Λαοδίκῃ ὑποστάτης τε λίθου καὶ λουτήριόν ἐστιν ἐπὶ τῷ ὑποστάτῃ χαλκοῦν, Μέδουσα δὲ κατέχουσα ταῖς χερσὶν ἀμφοτέραις τὸ ὑπόστατον ἐπὶ τοῦ ἐδάφους κάθηται·
ラオディケの隣には、石の台座と、その台座の上に青銅の水盤があり、メドゥサが両手でその台座をつかんで地面に座り込んでいる。
ἐν δὲ ταῖς Πριάμου θυγατράσιν ἀριθμήσαι τις ἂν καὶ ταύτην κατὰ τοῦ Ἱμεραίου τὴν ᾠδήν.
ヒメラ出身の詩人の歌に従えば、この女性もプリアモスの娘たちの中に数えられるかもしれない。
παρὰ δὲ τὴν Μέδουσαν ἐν χρῷ κεκαρμένη πρεσβῦτις ἢ ἄνθρωπός ἐστιν εὐνοῦχος, παιδίον δὲ ἐν τοῖς γόνασιν ἔχει γυμνόν·
メドゥサの傍らには、地肌まで髪を剃り落とした老女か、あるいは去勢された男がおり、膝の上に裸の幼子を抱いている。
τὸ δὲ τὴν χεῖρα ὑπὸ δείματος ἐπίπροσθε τῶν ὀφθαλμῶν πεποίηται.
その子供は恐怖のために手を目の前にかざしている。