Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.26.1-10.26.9

壁画中描绘的特洛伊俘虏与希腊诸将

第 447 段,共 465 段 · 希腊语

内容简介

帕萨尼阿斯解释了波吕格诺托斯画作中各种特洛伊战争人物(如克吕墨涅、克瑞乌萨、埃裴奥斯、埃阿斯、涅俄普托勒摩斯和拉奥狄刻等)的布局,并详细说明了与他们相关的神话传说。

§10.26.1τῶν δὲ γυναικῶν τῶν μεταξὺ τῆς τε Αἴθρας καὶ Νέστορος, εἰσὶν ἄνωθεν τούτων αἰχμάλωτοι καὶ αὗται Κλυμένη τε καὶ Κρέουσα καὶ Ἀριστομάχη καὶ Ξενοδίκη.
在埃特拉和内斯特之间的妇女中,在这些人上方,同样作为俘虏的有克吕墨涅、克瑞乌萨、阿里斯托马科和克塞诺迪科。
Κλυμένην μὲν οὖν Στησίχορος ἐν Ἰλίου πέρσιδι κατηρίθμηκεν ἐν ταῖς αἰχμαλώτοις· ὡσαύτως δὲ καὶ Ἀριστομάχην ἐποίησεν ἐν Νόστοις θυγατέρα μὲν Πριάμου, Κριτολάου δὲ γυναῖκα εἶναι τοῦ Ἱκετάονος·
斯特西科罗斯在《伊利奥斯的毁灭》中已将克吕墨涅列入俘虏之中;同样,《归国记》的作者也把阿里斯托马科写成是普里阿摩斯的女儿,以及希케타온(希케타온的音译:伊克타온/希케타온)之子克里托拉오斯(克里托拉乌斯)的妻子。
Ξενοδίκης δὲ μνημονεύσαντα οὐκ οἶδα οὔτε ποιητὴν οὔτε ὅσοι λόγων συνθέται.
至于克塞诺迪科,我不知道有任何诗人或散文作家曾提到过她。
ἐπὶ δὲ τῇ Κρεούσῃ λέγουσιν ὡς ἡ θεῶν μήτηρ καὶ Ἀφροδίτη δουλείας ἀπὸ Ἑλλήνων αὐτὴν ἐρρύσαντο, εἶναι γὰρ δὴ καὶ Αἰνείου τὴν Κρέουσαν γυναῖκα· Λέσχεως δὲ καὶ ἔπη τὰ Κύπρια διδόασιν Εὐρυδίκην γυναῖκα Αἰνείᾳ.
关于克瑞乌萨,人们说众神之母和阿佛洛狄忒将她从希腊人的奴役中解救出来,因为克瑞乌萨确实是埃涅阿斯的妻子;但莱斯赫斯和叙事诗《塞浦路斯领地》则把欧律狄刻作为埃涅阿斯的妻子。
§10.26.2γεγραμμέναι δὲ ἐπὶ κλίνης ὑπὲρ ταύτας Δηινόμη τε καὶ Μητιόχη καὶ Πεῖσίς ἐστι καὶ Κλεοδίκη· τούτων ἐν Ἰλιάδι καλουμένῃ μικρᾷ μόνης ἐστὶ τὸ ὄνομα τῆς Δηινόμης, τῶν δʼ ἄλλων ἐμοὶ δοκεῖν συνέθηκε τὰ ὀνόματα ὁ Πολύγνωτος.
在她们上方的长榻上画着底诺墨、墨提오赫(墨提奥刻)、佩西斯和克勒奥迪刻;在这些人中,只有底诺墨的名字出现在所谓的《小伊利亚特》中,而其余人的名字,依我之见,是波吕格诺托斯自己杜撰的。
γέγραπται δὲ καὶ Ἐπειὸς γυμνὸς καταβάλλων ἐς ἔδαφος τῶν Τρώων τὸ τεῖχος· ἀνέχει δὲ ὑπὲρ αὐτὸ κεφαλὴ τοῦ ἵππου μόνη τοῦ δουρείου.
还画着裸体的埃裴奥斯正在将特洛伊人的城壁推倒在地上;在其上方,只露出了木马的头部。
Πολυποίτης δὲ ὁ Πειρίθου δεδεμένος τὴν κεφαλὴν ταινίᾳ καὶ παρʼ αὐτὸν Ἀκάμας ἐστὶν ὁ Θησέως ἐπικείμενος τῇ κεφαλῇ κράνος· §10.26.3λόφος δὲ ἐπὶ τῷ κράνει πεποίηται.
庇里托奥斯之子波吕波伊特斯的头上系着发带,在他身旁是特修斯之子阿卡마스(阿卡马斯),他的头上戴着头盔;头盔上制有羽饰。
καὶ Ὀδυσσεύς τέ ἐστι καὶ ἐνδέδυκε θώρακα Ὀδυσσεύς.
奥德修斯也在那里,奥德修斯穿着胸甲。
Αἴας δὲ ὁ Οἰλέως ἔχων ἀσπίδα βωμῷ προσέστηκεν, ὀμνύμενος ὑπὲρ τοῦ ἐς Κασσάνδραν τολμήματος· ἡ δὲ κάθηταί τε ἡ Κασσάνδρα χαμαὶ καὶ τὸ ἄγαλμα ἔχει τῆς Ἀθηνᾶς, εἴγε δὴ ἀνέτρεψεν ἐκ βάθρων τὸ ξόανον, ὅτε ἀπὸ τῆς ἱκεσίας αὐτὴν ὁ Αἴας ἀφεῖλκε.
奥伊琉斯之子大埃阿斯拿着盾牌站在祭坛旁,正为对卡珊德拉所犯下的暴行宣誓自白;而她,卡珊德拉,则坐在地上,抱着雅典娜的神像,因为当埃阿斯将她从祈求庇护处拉开时,她确实把木雕神像从底座上拉倒了。
γεγραμμένοι δὲ καὶ οἱ παῖδές εἰσιν οἱ Ἀτρέως, ἐπικείμενοι καὶ οὗτοι κράνη, Μενελάῳ δὲ ἀσπίδα ἔχοντι δράκων ἐπὶ τῇ ἀσπίδι ἐστὶν εἰργασμένος τοῦ ἐν Αὐλίδι φανέντος ἐπὶ τοῖς ἱερείοις τέρατος ἕνεκα.
阿特柔斯之子们也画在其中,他们同样戴着头盔;拿盾牌的墨涅拉俄斯,其盾上雕刻着一条龙,这是因为在奥利斯祭祀时显现的异兆。
ὑπὸ τούτοις τοῖς τὸν Αἴαντα ἐξορκοῦσιν, κατʼ εὐθὺ δὲ τοῦ ἵππου τοῦ §10.26.4παρὰ τῷ Νέστορι Νεοπτόλεμος ἀπεκτονώς ἐστιν Ἔλασον, ὅστις δὴ ὁ Ἔλασος.
在这些让埃阿斯宣誓的人下方,正对着那匹在内斯特身旁的马的正面,涅俄普托勒摩斯已经杀死了埃拉索斯,不管这个埃拉索斯到底是谁。
οὗτος μὲν δὴ ὀλίγον ἐμπνέοντι ἔτι εἴκασται· Ἀστύνοον δέ, οὗ δὴ ἐποιήσατο καὶ Λέσχεως μνήμην, πεπτωκότα ἐς γόνυ ὁ Νεοπτόλεμος ξίφει παίει.
这个人确实被描绘成尚存一丝气息的样子;而对于已经跪倒在地的阿斯τυ노오스——莱斯赫斯也提到了他——涅俄普托勒摩斯正用剑刺他。
Νεοπτόλεμον δὲ μόνον τοῦ Ἑλληνικοῦ φονεύοντα ἔτι τοὺς Τρῶας ἐποίησεν ὁ Πολύγνωτος, ὅτι ὑπὲρ τοῦ Νεοπτολέμου τὸν τάφον ἡ γραφὴ πᾶσα ἔμελλεν αὐτῷ γενήσεσθαι.
波吕诺托斯把涅俄普托勒摩斯塑造成希腊军队中唯一仍在屠杀特洛伊人的人,因为整幅画作是要由他创作在涅俄普托勒摩斯的墓上方的。
τοῦ δὲ Ἀχιλλέως τῷ παιδὶ Ὅμηρος μὲν Νεοπτόλεμον ὄνομα ἐν ἁπάσῃ οἱ τίθεται τῇ ποιήσει· τὰ δὲ Κύπρια ἔπη φησὶν ὑπὸ Λυκομήδους μὲν Πύρρον, Νεοπτόλεμον δὲ ὄνομα ὑπὸ Φοίνικος αὐτῷ τεθῆναι, ὅτι Ἀχιλλεὺς ἡλικίᾳ ἔτι νέος πολεμεῖν ἤρξατο.
荷马在他所有的诗作中都给阿喀琉斯之子起名为涅俄普托勒摩斯;但叙事诗《塞浦路斯领地》则说他被吕科墨得斯起名为皮耳霍斯,被凤凰起名为涅俄普托勒摩斯,因为阿喀琉斯在年纪尚轻时就开始作战了。
§10.26.5γέγραπται δὲ βωμός τε καὶ ὑπὸ δείματος παῖς μικρὸς ἐχόμενος τοῦ βωμοῦ· κεῖται δὲ καὶ θώραξ ἐπὶ τῷ βωμῷ χαλκοῦς.
还画着一个祭坛,以及一个因恐惧而紧抓着祭坛的幼童;祭坛上还放着一副青铜胸甲。
κατὰ δὴ ἐμὲ σπάνιον τῶν θωράκων τὸ σχῆμα ἦν τούτων, τὸ δὲ ἀρχαῖον ἔφερον αὐτούς.
在我所处的时代,这些胸甲的形状已经很罕见,但在古代人们常穿戴它们。
δύο ἦν χαλκᾶ ποιήματα, τὸ μὲν στέρνῳ καὶ τοῖς ἀμφὶ τὴν γαστέρα ἁρμόζον, τὸ δὲ ὡς νώτου σκέπην εἶναι —γύαλα ἐκαλοῦντο—· τὸ μὲν ἔμπροσθεν τὸ δὲ ὄπισθεν προσῆγον, ἔπειτα περόναι συνῆπτον πρὸς ἄλληλα.
它们由两块青铜制品构成,一块贴合胸部 and 腹部周围,另一块用作背部的防护——它们被称为“瓦”——人们将一块置于前、一块置于后,然后用别针将它们互相连接起来。
§10.26.6ἀσφάλειαν δὲ ἀποχρῶσαν ἐδόκει παρέχεσθαι καὶ ἀσπίδος χωρίς· ἐπὶ τούτῳ καὶ Ὅμηρος Φόρκυνα τὸν Φρύγα οὐκ ἔχοντα ἀσπίδα ἐποίησεν, ὅτι αὐτῷ γυαλοθώραξ ἦν.
即使没有盾牌,它似乎也能提供足够的安全性;为此,荷马也将弗里吉亚人福耳库斯写成没有拿盾牌,因为他拥有一副瓦状胸甲。
ἐγὼ δὲ γραφῇ μεμιμημένον τοῦτον ἐθεασάμην ὑπὸ τοῦ Πολυγνώτου, καὶ ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας Καλλιφῶν ὁ Σάμιος Πατρόκλῳ τοῦ θώρακος τὰ γύαλα ἁρμοζούσας ἔγραψε γυναῖκας.
我曾在波吕格诺托斯的画作中见过这种描绘,而且在艾菲索斯的阿耳忒弥斯神殿中,萨摩斯人卡利丰画了妇女们正在为帕特罗克洛斯合上胸甲的“瓦”。
§10.26.7τοῦ βωμοῦ δὲ ἐπέκεινα Λαοδίκην ἔγραψεν ἑστῶσαν.
在祭坛的另一侧,他画了立着的拉奥狄刻。
ταύτην οὔτε ὑπὸ ποιητοῦ κατειλεγμένην ἐν ταῖς αἰχμαλώτοις ταῖς Τρῳάσιν εὕρισκον οὔτε ἄλλως ἐφαίνετο ἔχειν μοι τὸ εἰκὸς ἢ ἀφεθῆναι τὴν Λαοδίκην ὑπὸ Ἑλλήνων.
我既没有在任何诗人的特洛伊女俘虏名单中找到她,在我看来,除了拉奥狄刻被希腊人放走之外,没有其他合理的解释。
Ὅμηρος μέν γε ἐδήλωσεν ἐν Ἰλιάδι Μενελάου καὶ Ὀδυσσέως ξενίαν παρὰ Ἀντήνορι καὶ ὡς Ἑλικάονι ἡ Λαοδίκη συνοικοίη τῷ Ἀντήνορος· §10.26.8Λέσχεως δὲ τετρωμένον τὸν Ἑλικάονα ἐν τῇ νυκτομαχίᾳ γνωρισθῆναί τε ὑπὸ Ὀδυσσέως καὶ ἐξαχθῆναι ζῶντα ἐκ τῆς μάχης φησίν.
因为荷马至少在《伊利亚特》中表明了墨涅拉俄斯和奥德修斯在安忒诺尔那里的客谊,以及拉奥狄刻是如何与安忒诺尔之子赫利卡翁共同生活的;莱斯赫斯也说,在夜战中受伤的赫利卡翁被奥德修斯认出,并被活着带离了战场。
ἕποιτο ἂν οὖν τῇ Μενελάου καὶ Ὀδυσσέως κηδεμονίᾳ περὶ οἶκον τὸν Ἀντήνορος μηδὲ ἐς τοῦ Ἑλικάονος τὴν γυναῖκα ἔργον δυσμενὲς ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου γενέσθαι· Εὐφορίων δὲ ἀνὴρ Χαλκιδεὺς σὺν οὐδενὶ εἰκότι τὰ ἐς τὴν Λαοδίκην ἐποίησεν.
因此,从墨涅拉俄斯和奥德修斯对安忒诺尔之家的照顾中,自然可以得出,阿伽门农和墨涅拉俄斯也没有对赫利卡翁的妻子做出任何敌对行为;但哈尔基斯人欧福里翁在描写关于拉奥狄刻的事情时,却毫无合理性。
§10.26.9ἐφεξῆς δὲ τῇ Λαοδίκῃ ὑποστάτης τε λίθου καὶ λουτήριόν ἐστιν ἐπὶ τῷ ὑποστάτῃ χαλκοῦν, Μέδουσα δὲ κατέχουσα ταῖς χερσὶν ἀμφοτέραις τὸ ὑπόστατον ἐπὶ τοῦ ἐδάφους κάθηται· ἐν δὲ ταῖς Πριάμου θυγατράσιν ἀριθμήσαι τις ἂν καὶ ταύτην κατὰ τοῦ Ἱμεραίου τὴν ᾠδήν.
在拉奥狄刻旁边是一个石制底座,底座上有一个青铜水盆,美杜莎坐在地上,用双手抓着底座;根据希梅拉人(斯特西科罗斯)的歌谣,人们或许也会把这个女人列入普里阿摩斯的女儿中。
παρὰ δὲ τὴν Μέδουσαν ἐν χρῷ κεκαρμένη πρεσβῦτις ἢ ἄνθρωπός ἐστιν εὐνοῦχος, παιδίον δὲ ἐν τοῖς γόνασιν ἔχει γυμνόν· τὸ δὲ τὴν χεῖρα ὑπὸ δείματος ἐπίπροσθε τῶν ὀφθαλμῶν πεποίηται.
在美杜莎旁边是一个剃光了头发的老妇或阉人,膝上抱一个光身子的幼童;由于害怕,那孩子把手挡在眼睛前面。

词汇与语法注释

  1. §10.26.1τῶν δὲ γυναικῶν τῶν μεταξύ — 此属格短语起部分属格的作用,用以限定后面主语(克吕墨涅等)所属的群体。句子结构为“在……之间的妇女中,在这些人上方有……”。
  2. §10.26.2ἐμοὶ δοκεῖν — 这是一个表示“依我之见”或“在我看来”的独立不定式惯用结构,用于引入作者的主观判断。
  3. §10.26.3εἴγε δὴ ἀνέτρεψεν — 连词 εἴγε 在此处并非表示纯粹的假设,而是提出一个事实性的前提或原因(“既然确实……”),用以解释神像实际上已被拉倒的情景。
  4. §10.26.4ἔμελλεν αὐτῷ γενήσεσθαι — 与格 αὐτῷ 在此处充当施事者与格(指代波吕格诺托斯)。与 ἔμελλεν 及不定式连用,表示意图或预定:“整幅画作注定要由他[在墓上方]创作”。
  5. §10.26.7οὔτε ἄλλως ἐφαίνετο ἔχειν μοι τὸ εἰκὸς ἢ ἀφεθῆναι — 短语 οὔτε ἄλλως ... ἢ ...(字面意为“除……之外,在其他任何方面似乎都不合理”)起强烈的肯定推测作用,意为“似乎只有在……的情况下才算合理”。不定式 ἀφεθῆναι 用以解释 τὸ εἰκός 的具体内容。

引用这一段

保萨尼亚斯, 希腊志 §10.26.1-10.26.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.26.1-10.26.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。