§10.27.1νεκροὶ δὲ ὁ μὲν γυμνὸς Πῆλις ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένος, ὑπὸ δὲ τὸν Πῆλιν Ἠιονεύς τε κεῖται καὶ Ἄδμητος ἐνδεδυκότες ἔτι τοὺς θώρακας·
死者たちについては、一人はペーリスという名の裸の者で、仰向けに投げ出されており、そのペーリスの下には、いまだ胸甲を身につけたままのエーイオネウスとアドメートスが横たわっている。
καὶ αὐτῶν Λέσχεως Ἠιονέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον.
彼らのうち、レスケースはエーイオネウスがネオプトレモスによって殺され、もう一方のアドメートスはフィロクテーテースによって殺されたと述べている。
ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτός ἐστιν ὁ Πουλυδάμαντος τεθνεὼς ὑπὸ Ὀδυσσέως, ὑπὲρ δὲ Ἠιονέα τε καὶ Ἄδμητον Κόροιβος ὁ Μύγδονος·
これらより上方の他の者たちとしては、水盤の下には、オデュッセウスによって殺されて死んでいる、プーリュダマースの子レオクリトスがおり、エーイオネウスとアドメートスの上には、ミュグドーンの子コロイボスがいる。
τούτου μνῆμά τε ἐπιφανὲς ἐν ὅροις πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶ ἀπʼ αὐτοῦ ποιηταῖς Μύγδονας ὄνομα ἐπὶ τοῖς Φρυξὶ τίθεσθαι καθέστηκεν.
この者の顕著な墓がステクトレーノイ・フリュギア人の境界に作られており、彼にちなんで詩人たちがフリュギア人にミュグドネスという名を与えることが定着している。
ἀφίκετο μὲν δὴ ἐπὶ τὸν Κασσάνδρας ὁ Κόροιβος γάμον, ἀπέθανε δέ, ὡς μὲν ὁ πλείων λόγος, ὑπὸ Νεοπτολέμου, Λέσχεως δὲ ὑπὸ Διομήδους ἐποίησεν.
コロイボスはカッサンドラーとの結婚のためにやって来たが、多数の説によればネオプトレモスによって殺され、レスケースは彼がディオメーデースによって殺されたとした。
§10.27.2εἰσὶ δὲ καὶ ἐπάνω τοῦ Κοροίβου Πρίαμος καὶ Ἀξίων τε καὶ Ἀγήνωρ.
コロイボスのさらに上方には、プリアモス、アクシオーン、そしてアゲーノールがいる。
Πρίαμον δὲ οὐκ ἀποθανεῖν ἔφη Λέσχεως ἐπὶ τῇ ἐσχάρᾳ τοῦ Ἑρκείου, ἀλλὰ ἀποσπασθέντα ἀπὸ τοῦ βωμοῦ πάρεργον τῷ Νεοπτολέμῳ πρὸς ταῖς τῆς οἰκίας γενέσθαι θύραις.
レスケースは、プリアモスがヘルケイオスの祭壇の炉の上で死んだのではなく、祭壇から引き離されて、ネオプトレモスにとってのついでの仕事として、家の戸口のところで殺されたと述べた。
ἐς δὲ Ἑκάβην Στησίχορος ἐν Ἰλίου πέρσιδι ἐποίησεν ἐς Λυκίαν ὑπὸ Ἀπόλλωνος αὐτὴν κομισθῆναι.
またヘカベについては、ステシコロスは『イリオスの破壊』において彼女がアポロンによってリュキアへと運ばれたとした。
Ἀξίονα δὲ παῖδα εἶναι Πριάμου Λέσχεως καὶ ἀποθανεῖν αὐτὸν ὑπὸ Εὐρυπύλου τοῦ Εὐαίμονός φησι·
アクシオーンについては、プリアモスの息子であり、エウアイモンの子エウリュピュロスによって殺されたとレスケースは言っている。
τοῦ Ἀγήνορος δὲ κατὰ τὸν αὐτὸν ποιητὴν Νεοπτόλεμος αὐτόχειρ ἐστί·
アゲーノールに対しては、同じ詩人によればネオプトレモスが自ら手を下した者である。
καὶ οὕτω φαίνοιτο ἂν Ἔχεκλος μὲν φονευθεὶς ὁ Ἀγήνορος ὑπὸ Ἀχιλλέως, Ἀγήνωρ δὲ αὐτὸς ὑπὸ τοῦ Νεοπτολέμου.
したがって、アゲーノールの子エケクロスはアキレウスによって殺され、アゲーノール自身はネオプトレモスによって殺されたということになるであろう。
§10.27.3Λαομέδοντος δὲ τὸν νεκρὸν Σίνων τε ἑταῖρος Ὀδυσσέως καὶ Ἀγχίαλός εἰσιν ἐκκομίζοντες.
ラオメドンの遺体は、オデュッセウスの戦友シノンと、アンキアロスが運び出している。
γέγραπται δὲ καὶ ἄλλος τεθνεώς· ὄνομά οἱ Ἔρεσος·
また、もう一人死者が描かれており、彼の名はエレソスである。
τὰ δὲ ἐς Ἔρεσόν τε καὶ Λαομέδοντα, ὅσα γε ἡμεῖς ἐπιστάμεθα, ᾖσεν οὐδείς.
しかしエレソスとラオメドンに関する出来事については、私の知る限り、誰も歌に作っていない。
ἔστι δὲ οἰκία τε ἡ Ἀντήνορος καὶ παρδάλεως κρεμάμενον δέρμα ὑπὲρ τῆς ἐσόδου, σύνθημα εἶναι τοῖς Ἕλλησιν ἀπέχεσθαι σφᾶς οἴκου τοῦ Ἀντήνορος.
またアンテノルの家があり、入口の上には豹の皮が掛けられているが、これはギリシア人たちに対して、アンテノルの家を襲うのを控えるための合図である。
γέγραπται δὲ Θεανώ τε καὶ οἱ παῖδες, Γλαῦκος μὲν καθήμενος ἐπὶ θώρακι γυάλοις συνηρμοσμένῳ, Εὐρύμαχος δὲ ἐπὶ πέτρᾳ.
テアノとその子供たちも描かれており、グラウコスは板を合わせた胸甲の上に座っており、エウリュマコスは岩の上に座っている。
§10.27.4παρὰ δὲ αὐτὸν ἕστηκεν Ἀντήνωρ καὶ ἐφεξῆς θυγάτηρ Ἀντήνορος Κρινώ·
その傍らにはアンテノルが立っており、その隣にはアンテノルの娘クリノがいる。
παιδίον δὲ ἡ Κρινὼ φέρει νήπιον.
クリノは幼い子供を抱いている。
τῶν προσώπων δὲ ἅπασιν οἷον ἐπὶ συμφορᾷ σχῆμά ἐστι.
登場人物全員に、まるで災難に直面しているかのような表情がある。
κιβωτὸν δὲ ἐπὶ ὄνον καὶ ἄλλα τῶν σκευῶν εἰσιν ἀνατιθέντες οἰκέται· κάθηται δὲ καὶ ἐπὶ τοῦ ὄνου παιδίον μικρόν.
家臣たちがロバの上に箱やその他の道具を載せており、ロバの上には小さな子供も座っている。
κατὰ τοῦτο τῆς γραφῆς καὶ ἐλεγεῖόν ἐστι Σιμωνίδου·
絵画のこの部分に、シモニデスのエレゲイア詩もある。
"
γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
「アグラオポンの子、タソス生まれのポリュグノトスが、滅ぼされゆくイリオスの城郭を描いた。
"
」