§10.25.6γέγραπται δὲ καὶ Λυκομήδης παρὰ τὸν Μέγητα ὁ Κρέοντος, ἔχων τραῦμα ἐπὶ τῷ καρπῷ·
メゲスの傍らにはクレオンの子リュコメデスも描かれており、手首に傷を負っている。
Λέσχεως δʼ οὕτω φησὶν αὐτὸν ὑπὸ Ἀγήνορος τρωθῆναι.
レスケスは、彼がアゲノルによってそのように傷つけられたと言っている。
δῆλα οὖν ὡς ἄλλως γε οὐκ ἂν ὁ Πολύγνωτος ἔγραψεν οὕτω τὰ ἕλκη σφίσιν, εἰ μὴ ἐπελέξατο τὴν ποίησιν τοῦ Λέσχεω·
したがって、ポリュグノトスがレスケスの詩を読んでいなかったなら、彼らの傷をこのように描くことは他になかったであろうことは明らかである。
προσεπέθηκε μέντοι καὶ σφυροῦ τῷ Λυκομήδει καὶ τρίτον τραῦμα ἐν τῇ κεφαλῇ.
しかし、彼はリュコメデスに対して、足首の傷と、さらに三つ目の傷として頭部の傷を描き加えている。
τέτρωται δὲ καὶ Εὐρύαλος ὁ Μηκιστέως κεφαλήν τε καὶ ἐπὶ τῇ χειρὶ τὸν καρπόν.
メキステウスの子エウリュアロスもまた、頭部と手の上の手首に傷を負っている。
§10.25.7οὗτοι μὲν δὴ ἀνωτέρω τῆς Ἑλένης εἰσὶν ἐν τῇ γραφῇ·
これらの人々は、絵画の中でヘレネより高い位置にいる。
ἐφεξῆς δὲ τῇ Ἑλένῃ μήτηρ τε ἡ Θησέως ἐν χρῷ κεκαρμένη καὶ παίδων τῶν Θησέως Δημοφῶν ἐστι φροντίζων, ὅσα γε ἀπὸ τοῦ σχήματος, εἰ ἀνασώσασθαί οἱ τὴν Αἴθραν ἐνέσται.
ヘレネのすぐ隣には、地肌まで髪を刈り上げたテセウスの母(アイトラ)がおり、テセウスの息子たちの一人であるデモポンが、その姿勢から判断する限りにおいて、アイトラを救い出すことが自分にできるかどうかを気にかけている。
Ἀργεῖοι δὲ καὶ ἐκ τῆς Σίνιδος θυγατρὸς γενέσθαι Θησεῖ Μελάνιππον λέγουσι, καὶ ὡς ἀνέλοιτο ὁ Μελάνιππος δρόμου νίκην, ὅτε οἱ Ἐπίγονοι καλούμενοι Νέμεια δεύτεροι οὗτοι ἔθεσαν μετὰ Ἄδραστον.
アルゴス人たちは、テセウスにシニスの娘からメラニッポスが生まれ、のちにエピゴノイと呼ばれる人々が、アドラストスの後に二回目となるネメアの祭典を催したときに、このメラニッポスが徒競走で勝利を収めたと言っている。
§10.25.8Λέσχεως δὲ ἐς τὴν Αἴθραν ἐποίησεν, ἡνίκα ἡλίσκετο Ἴλιον, ὑπεξελθοῦσαν ἐς τὸ στρατόπεδον αὐτὴν ἀφικέσθαι τὸ Ἑλλήνων καὶ ὑπὸ τῶν παίδων γνωρισθῆναι τῶν Θησέως, καὶ ὡς παρʼ Ἀγαμέμνονος αἰτήσαι Δημοφῶν αὐτήν·
レスケスはアイトラについて、イリオスが陥落したとき、彼女が密かに逃げ出してギリシア人の陣営に到着し、テセウス的息子たちによって見出されたこと、そしてデモポンがアガメムノンに彼女のことを求めたことを詩に描いた。
ὁ δὲ ἐκείνῳ μὲν ἐθέλειν χαρίζεσθαι, ποιήσειν δὲ οὐ πρότερον ἔφη πρὶν Ἑλένην πεῖσαι·
アガメムノンはデモポンの願いを聞き入れたいと思ったが、ヘレネを説得する前にはそうしないだろうと言った。
ἀποστείλαντι δὲ αὐτῷ κήρυκα ἔδωκεν Ἑλένη τὴν χάριν.
そしてアガメムノンがヘレネのもとに伝令使を送ると、ヘレネはその願いを聞き入れた。
ἔοικεν οὖν ὁ Εὐρυβάτης ὁ ἐν τῇ γραφῇ ἀφῖχθαί τε ὡς τὴν Ἑλένην τῆς Αἴθρας ἕνεκα καὶ τὰ ἐντεταλμένα ὑπὸ τοῦ Ἀγαμέμνονος ἀπαγγέλλειν.
したがって、絵の中のエウリュバテスは、アイトラのためにヘレネのもとに到着し、アガメムノンから命じられたことを伝えているようである。
§10.25.9γυναῖκες δὲ αἱ Τρῳάδες αἰχμαλώτοις τε ἤδη καὶ ὀδυρομέναις ἐοίκασι.
トロイアの女性たちは、すでに捕虜となって嘆き悲しんでいるように見える。
γέγραπται μὲν Ἀνδρομάχη, καὶ ὁ παῖς οἱ προσέστηκεν ἑλόμενος τοῦ μαστοῦ—τούτῳ Λέσχεως ῥιφθέντι ἀπὸ τοῦ πύργου συμβῆναι λέγει τὴν τελευτήν·
アンドロマケが描かれており、彼女の子供が乳房に手をかけて傍らに立っている。 ――レスケスはこの子供について、塔から投げ落とされて最期を遂げたと述べている。 もっとも、ギリシア人たちの決議によるのではなく、ネオプトレモスが自ら進んで手を下すことを望んだからであるとされる。
οὐ μὴν ὑπὸ δόγματός γε Ἑλλήνων, ἀλλʼ ἰδίᾳ Νεοπτόλεμον αὐτόχειρα ἐθελῆσαι γενέσθαι—, γέγραπται δὲ Μηδεσικάστη, θυγατέρων μὲν Πριάμου καὶ αὕτη τῶν νόθων, ἐξῳκίσθαι δὲ ἐς Πήδαιον πόλιν φησὶν αὐτὴν Ὅμηρος Ἰμβρίῳ Μέντορος παιδὶ ἀνδρὶ συνοικοῦσαν.
――また、メデシカステが描かれており、彼女もプリアモスの庶出の娘たちの一人であるが、ホメロスは、彼女がメントルの子インブリオスを夫として、ペダイオンの街へ嫁いだと述べている。
§10.25.10ἡ μὲν δὴ Ἀνδρομάχη καὶ ἡ Μηδεσικάστη καλύμματά εἰσιν ἐπικείμεναι, Πολυξένη δὲ κατὰ τὰ εἰθισμένα παρθένοις ἀναπέπλεκται τὰς ἐν τῇ κεφαλῇ τρίχας·
アンドロマケとメデシカステはベールを被っており、ポリュクセネは、乙女たちの慣習に従って、頭の髪を編み上げている。
ἀποθανεῖν δὲ αὐτὴν ἐπὶ τῷ Ἀχιλλέως μνήματι ποιηταί τε ᾄδουσι καὶ γραφὰς ἔν τε Ἀθήναις καὶ Περγάμῳ τῇ ὑπὲρ Καΐκου θεασάμενος οἶδα ἐχούσας ἐς τῆς Πολυξένης τὰ παθήματα.
詩人たちは彼女がアキレウスの墓の上で死んだと歌っており、私もアテナイと、カイコス川の上流にあるペルガモンの両方で、ポリュクセネの受難を描いた絵画を見たことがある。
§10.25.11γέγραφε δὲ καὶ Νέστορα τῇ κεφαλῇ τε ἐπικείμενον πῖλον καὶ ἐν τῇ χειρὶ δόρυ ἔχοντα·
彼はネストルをも描いており、ネストルは頭に帽子を被り、手には槍を持っている。
καὶ ἵππος κονίεσθαι μέλλοντος παρέχεται σχῆμα·
また、馬が砂を浴びようとしている姿勢を提示している。
ἄχρι μὲν δὴ τοῦ ἵππου αἰγιαλός τε καὶ ἐν αὐτῷ ψηφῖδες ὑποφαίνονται, τὸ δὲ ἐντεῦθεν οὐκέτι ἔοικεν εἶναι θάλασσα.
馬のところまでは、海岸とその中にある小石がかすかに見えているが、そこから先はもはや海ではないようである。