§10.23.8ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόν τε ἀλλήλους καὶ ἀνὰ μέρος ἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτε τῶν θυρεῶν καθορῶντες τὰ σχήματα·
したがって彼らは武器を手に取り、二手に分かれて互いを殺し、代わる代わるに殺された。 自国の言葉も理解できず、互いの姿も見分けられず、盾の形も見極めることができなかったからである。
ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆς ἐν τῷ παρόντι ἀγνοίας οἵ τε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶ καὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥ τε ἐκ τοῦ θεοῦ μανία πλεῖστον ἐξειργάσατο ὑπʼ ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον.
むしろ、双方の陣営にとって同様に、現在の混迷のゆえに、立ち向かってくる男たち自身とその武器がギリシア人であるかのように見え、また彼らがギリシア語を話しているように思われたのであり、神からの狂気が、ガラティア人の間で互いによる最大の殺戮を引き起こした。
§10.23.9τῶν δὲ Φωκέων ὅσοι κατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοί τε ᾔσθοντο καὶ ἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους.
フォキス人のうち、家畜の番のために田野に残されていた者たちが、最初にこの事態に気づいて、夜の間に野蛮人を襲った出来事をギリシア人たちに報告した。
ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς·
勇気を得たフォキス人たちは、さらに意欲的にケルト人たちを追撃した。
διὰ φυλακῆς τε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆς χώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνει τε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦ στρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά.
彼らは宿営地をより厳重に警備し、ケルト人がその地から生活必需品を戦わずして手に入れるのを許さなかった。 そのためガラティア人たちの間では、たちまち軍全体にわたって、食糧およびその他の生存に必要な物資の激しい不足が生じた。
§10.23.10πλῆθος δὲ τὸ ἐν τῇ Φωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δʼ ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντο ὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ.
フォキス地方で失われた彼らの数は次の通りである。 戦闘で死んだ者は六千人よりわずかに少なかったが、あの嵐の夜に、またその後のパニックの恐怖の中で滅んだ者は一万人を超え、同数の他の者たちが飢えによっても死亡した。
§10.23.11Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς·
アテナイ人たちは偵察のためにデルポイに到着していた。
τότε δὲ ἐπανήκοντες τά τε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα.
彼らはその時帰還して、野蛮人に何が起こったか、また神からどのような災厄が彼らを襲ったかを報告した。
οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν·
そしてアテナイ人自身が出陣し、ボイオティアを通過する際にボイオティア人が彼らに合流した。
οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους.
このようにして両者は野蛮人の跡を追い、待ち伏せをしては、常に最後尾にいる者たちを殺害した。
§10.23.12τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν·
逃亡するブレンノスのもとに、アキコリオスとその配下たちも前夜のうちに合流した。
βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν.
アイトリア人たちが、彼らに向かって投げ槍を惜しみなく浴びせかけ、また手に入る他の何でも用いたために、彼らの行軍は遅らされ、ヘラクレア近郊の陣営へと逃れることができたのは彼らのうちの少部分にすぎなかった。
τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς·
ブレンノス自身には、傷の程度としてはまだ助かる見込みがあった。
τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου.
しかし、彼は市民たちへの恐れ、そしてギリシアでの惨禍の原因となったことへの恥ずかしさから、薄めていないワインを飲んで自ら命を絶ったと言われている。
§10.23.13καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων·
その後も野蛮人たちは、アイトリア人たちが激しく迫る中、スペルケイオス川に至るまで困難を極めながら退却した。
ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.
彼らがスペルケイオス川に到着すると、そこで待ち伏せていたテッサリア人たちとマリエス人たちが彼らに飽くなき襲撃を加え、彼らのうちの誰一人として故郷に生きて帰ることはできなかった。
§10.23.14ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον·
ケルト人のギリシア遠征とその破滅は、アテナイでアナクシクラテスがアルコンであった年、すなわちアイギオンのラダスがスタディオン競走で優勝した第百二十五回オリンピアードの第二年に起こった。
τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί.
そしてその翌年、アテナイでデモクレスがアルコンであった年に、ケルト人は再びアジアへと渡った。