§10.23.8ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόν τε ἀλλήλους καὶ ἀνὰ μέρος ἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτε τῶν θυρεῶν καθορῶντες τὰ σχήματα·
因此,他们拿起武器,分裂为二,开始互相残杀,并轮流被杀。 他们既不理解本地的语言,也认不出彼此的容貌,更辨不清盾牌的形状。
ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆς ἐν τῷ παρόντι ἀγνοίας οἵ τε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶ καὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥ τε ἐκ τοῦ θεοῦ μανία πλεῖστον ἐξειργάσατο ὑπʼ ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον.
相反,由于当前的幻觉,对双方阵营而言,站在对立面的男子以及他们的武器都同样显得像是希腊人,并且在说着希腊语;而来自神明的狂怒在高卢人中间造成了最惨烈的自相残杀。
§10.23.9τῶν δὲ Φωκέων ὅσοι κατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοί τε ᾔσθοντο καὶ ἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους.
在田野中留守看管牲畜的福基斯人最先察觉到了这一情况,并向希腊人报告了夜间降临在蛮族身上的灾难。
ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς· διὰ φυλακῆς τε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆς χώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνει τε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦ στρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά.
福基斯人重新振作起来,更加积极地向凯尔特人发起追击;他们加强了对庄稼和牧舍的防守,不容许他们不战而从该地获取生活必需品,因此高卢人整支军队立刻陷入了粮食及其他一切维持生存之物的严重匮乏之中。
§10.23.10πλῆθος δὲ τὸ ἐν τῇ Φωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δʼ ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντο ὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ.
他们在福基斯地区被消灭的人数如下:在战斗中死去的略少于六千人,而在风暴之夜以及随后在潘神的恐慌中丧生的人数超过了一万,另有同样数量的人死于饥饿。
§10.23.11Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς· τότε δὲ ἐπανήκοντες τά τε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα.
阿特奈人派来侦察的人员抵达了德尔斐;他们随后返回,报告了蛮族的遭遇以及神明降下的灾难。
οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν· οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους.
阿特奈人自己也随即出征,当他们穿过波奥蒂亚时,波奥蒂亚人加入了他们的队伍;于是双方一同追踪蛮族,设下埋伏,不断杀死那些掉在最后面的人。
§10.23.12τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν· βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν.
在前一个夜晚,阿基科里奥斯及其部下也与同布伦诺斯一起逃亡的人汇合了;因为埃托利亚人对他们毫不吝惜地投掷标枪并使用随手可得的其他武器,使得他们的行军变得缓慢,以至于他们中只有很少一部分人逃到了赫拉克利亚附近的营地。
τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς· τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου.
对于布伦诺斯而言,就伤势来看本还有生还的希望;但据说由于对同胞的恐惧,更由于因作为希腊这场灾难的祸首而感到的羞愧,他通过饮用未稀释的纯酒自愿结束了生命。
§10.23.13καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων· ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.
在此之后,蛮族在埃托利亚人的猛烈夹击下,艰难地向斯佩尔海奥斯河撤退;当他们到达斯佩尔海奥斯河时,早已在此埋伏的色萨利人和马里斯人对他们进行了如此贪婪的袭杀,以至于他们中没有一个人能够安全回到家乡。
§10.23.14ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον· τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί.
凯尔特人对希腊的远征及其覆灭,发生在阿纳克西克拉特斯在阿特奈担任执政官的年份,即第一百二十五届奥林匹亚德的第二年,当时爱基翁的拉达斯赢得了短跑比赛;在接下来的年份,即德莫克莱斯在阿特奈担任执政官时,凯尔特人再次渡海前往亚洲。