§10.23.1Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶν τε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο, καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύ τε καὶ ὧν ἴσμεν φανερώτατα.
ブレンノスとその軍勢に対して、デルポイに集結したギリシア人たちが立ち向かい、また神からの予兆が、迅速に、かつ我々が知るもののうちで最も明白な形で、野蛮人たちに対して示された。
ἥ τε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστον ἐσείετο τῆς ἡμέρας, βρονταί τε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο·
というのも、ガラティア人の軍勢が占拠していた全地域で、一日の大半にわたって激しい地震が起こり、連続して雷鳴と雷撃が発生したからである。
§10.23.2καὶ οἱ μὲν ἐξέπληττόν τε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰ δὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺς ὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε.
そしてこれらはケルト人たちを恐怖に陥れ、彼らが耳で命令を聞き取るのを妨げた。 また天からの稲妻は、それが直撃した者だけでなく、近くにいた者たちや彼らの武器をも同様に燃え上がらせた。
τά τε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁ Ὑπέροχος καὶ ὁ Λαόδοκός τε καὶ Πύρρος·
さらにその時、彼らに英雄たちの幻影が現れた。 それはヒュペロコス、ラオドコス、そしてピュロスであった。
οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριον Δελφοῖς ἀπαριθμοῦσιν ἥρωα.
また人々は、デルポイの四番目の地元の英雄としてピュラコスをも数え上げている。
§10.23.3ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέων ἄλλοι τε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνων ἡλικίας τε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατο ἐς τῶν βαρβάρων τὸν φόνον·
そして戦闘そのものにおいて、フォキス人自身の側からも多くの人々、そしてアレキシマコスが戦死した。 彼はこの戦闘において、ギリシア人の中で誰よりも、その若さの全盛期、身体の力、そして気高き魂を野蛮人の殺戮のために惜しみなく発揮して闘い抜いた。
Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοι ἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς.
フォキス人たちはアレキシマコスの像を作り、デルポイのアポロンに捧げた。
§10.23.4τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασί τε καὶ ἐκπλήξει συνείχοντο·
野蛮人たちは一日中、このような災厄と恐怖に悩まされた。
τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι.
しかし、夜にはそれよりはるかに苦しい出来事が彼らを襲うことになっていた。
ῥῖγός τε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραι τε ἀπολισθάνουσαι τοῦ Παρνασσοῦ μεγάλαι καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον, καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷ αὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆς ἐμβολῆς τῶν κρημνῶν.
激しい寒さと、それに伴う雪が降り注ぎ、パルナッソス山から崩れ落ちる巨大な岩や引き裂かれた崖が野蛮人たちを標的とした。 彼らは一人二人ではなく、同じ場所で警備や休息をとっていた三十人あるいはそれ以上の集団ごとに、崖の激突によって一挙に滅ぼされた。
§10.23.5ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκ τῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλον ἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάν τε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦ Παρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόν τε ἐς αὐτοὺς καὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι.
日の出とともに、ギリシア人たちはデルポイから彼らに向かって進撃した。 他の者たちは軍勢への直進の道を進んだが、フォキス人たちは地元の地形に特によく通じていたため、雪の中をパルナッソス山の険しい斜面を伝って下り、ケルト人の背後に密かに回り込んだ。 そして野蛮人たちを恐れることなく、彼らに向かって槍を投げ、矢を放った。
§10.23.6οἱ δὲ ἀρχομένης μὲν τῆς μάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον —οὗτοι δὲ μήκιστοί τε ἦσαν καὶ ἀλκιμώτατοι τῶν Γαλατῶν—τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοί τε πανταχόθεν καὶ οὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες·
戦闘の開始時には、特にブレンノスの周囲にいた者たち――彼らはガラティア人の中で最も長大で勇敢であった――は、戦意によって、また四方から射撃され、寒さ(特に負傷者)に苦しみながらも、なお持ちこたえていた。
ὡς δὲ καὶ ὁ Βρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσιν ἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόν τε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰ τραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν.
しかしブレンノスもまた傷を負い、気絶した彼が戦場から運び出されると、野蛮人たちは四方からギリシア人が迫る中で、不本意ながらも退却し、傷や衰弱のために付いていくことができない自らの仲間を殺害した。
§10.23.7καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθα νὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός·
そして彼らは退却の途中で夜を迎えた場所に陣を張ったが、夜の間にパニック(パンの恐怖)が彼らを襲った。
τὰ γὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι.
というのも、原因のない恐怖はこの神に由来すると言われているからである。
ἐνέπεσε μὲν ἐς τὸ στράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατʼ ἀρχὰς ἐγένοντο οἱ παραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόν τε οὗτοι κτύπου τε ἐπελαυνομένων ἵππων καὶ ἐφόδου πολεμίων αἰσθάνεσθαι· μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια.
混乱は夜更けに軍全体に広がり、最初は正気を失った者は少数であり、彼らは突撃してくる馬の足音や敵の襲撃を感じたと思い込んでいたが、まもなくその錯誤は全員へと伝染した。