§10.24.1ταῦτα μὲν δὴ οὕτω γενόμενα ἴστω τις·
これらについては、このように起こったこととして知っておくがよい。
ἐν δὲ τῷ προνάῳ τῷ ἐν Δελφοῖς γεγραμμένα ἐστὶν ὠφελήματα ἀνθρώποις ἐς βίον, ἐγράφη δὲ ὑπὸ ἀνδρῶν οὓς γενέσθαι σοφοὺς λέγουσιν Ἕλληνες.
デルポイの神殿の前室(プロナオス)には、人々の生活に有益な数々の言葉が記されているが、それらはギリシア人が賢者となったと言う男たちによって記された。
οὗτοι δὲ ἦσαν ἐκ μὲν Ἰωνίας Θαλῆς τε Μιλήσιος καὶ Πριηνεὺς Βίας, Αἰολέων δὲ τῶν ἐν Λέσβῳ Πιττακὸς Μιτυληναῖος, ἐκ δὲ Δωριέων τῶν ἐν τῇ Ἀσίᾳ Κλεόβουλος Λίνδιος, καὶ Ἀθηναῖός τε Σόλων καὶ Σπαρτιάτης Χίλων·
彼らは、イオニアからはミレトスのタレスとプリエネのビアス、レスボス島のエオリス人からはミティレネのピッタコス、アジアのドリス人からはリンドスのクレオブロス、そしてアテナイのソロンとスパルタのキロンである。
τὸν δὲ ἕβδομον Πλάτων ὁ Ἀρίστωνος ἀντὶ Περιάνδρου τοῦ Κυψέλου Μύσωνα κατείλοχε τὸν Χηνέα·
七人目については、アリストンの子プラトンが、キュプセロスの子ペリアンドロスの代わりに、ケナイのミュソンを数え上げている。
κώμη δὲ ἐν τῇ Οἴτῃ τῷ ὄρει ᾠκοῦντο αἱ Χῆναι.
ケナイとはオイテ山にある、彼らが住んでいた村である。
οὗτοι οὖν οἱ ἄνδρες ἀφικόμενοι ἐς Δελφοὺς ἀνέθεσαν τῷ Ἀπόλλωνι τὰ ᾀδόμενα Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν.
さて、これらの男たちはデルポイにやって来て、世に歌われる「汝自身を知れ」と「度を越すことなかれ」をアポロンに奉納した。
§10.24.2οὗτοι μὲν δὴ ἐνταῦθα ἔγραψαν τὰ εἰρημένα, θεάσαιο δʼ ἂν καὶ εἰκόνα Ὁμήρου χαλκῆν ἐπὶ στήλῃ καὶ ἐπιλέξει τὸ μάντευμα ὃ γενέσθαι τῷ Ὁμήρῳ λέγουσιν·
彼らはまさにこの場所に右記の言葉を記したが、また、円柱の上のホメロスの青銅像を目にすることもでき、ホメロスに下されたと言われる神託を読み取ることもできるだろう。
"
ὄλβιε καὶ δύσδαιμον—ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι—,
πατρίδα δίζηαι.
"幸いにして不運な者よ。 汝は双方のために生まれたのだから。 汝は祖国を求めている。
μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν.
だが汝にあるのは母の国であり、父の国ではない。
ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται.
イオス島が汝の母の祖国であり、死んだ汝を受け入れるだろう。
ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
だが、若い少年たちの謎かけを警戒せよ。
"
δεικνύουσι δὲ οἱ Ἰῆται καὶ Ὁμήρου μνῆμα ἐν τῇ νήσῳ καὶ ἑτέρωθι Κλυμένης, τὴν Κλυμένην μητέρα εἶναι τοῦ Ὁμήρου λέγοντες.
"イオス島の人々は、島内にあるホメロスの墓、および別の場所にあるクリュメネの墓を示し、クリュメネがホメロスの母親であると言っている。
§10.24.3Κύπριοι δὲ—οἰκειοῦνται γὰρ δὴ καὶ οὗτοι Ὅμηρον—Θεμιστώ τε αὐτῷ μητέρα εἶναι τῶν τινα ἐπιχωρίων γυναικῶν λέγουσι καὶ ὑπὸ Εὔκλου προθεσπισθῆναι τὰ ἐς τὴν γένεσιν τὴν Ὁμήρου φασὶν ἐν τοῖσδε·
一方キプロス人は――彼らもまたホメロスを自国のものであると主張しているのだが――その土地の女性の一人であるテミストが彼の母親であると言い、ホメロスの誕生に関する事柄がエウクロスによって以下のように予言されたと主張している。
"
καὶ τότʼ ἐν εἰναλίῃ Κύπρῳ μέγας ἔσσετʼ ἀοιδός,
ὅν τε Θεμιστὼ τέξει ἐπʼ ἀγροῦ δῖα γυναικῶν
νόσφι πολυκτεάνοιο πολύκλειτον Σαλαμῖνος.
"そしてその時、海のキプロスに大いなる歌い手が現れるだろう。 彼を、女たちの中で神々しいテミストが、富裕なサラミスから離れた田野で産むであろう、名高き歌い手を。
Κύπρον δὲ προλιπὼν διερός θʼ ὑπὸ κύμασιν ἀρθείς,
Ἑλλάδος εὐρυχόρου μοῦνος κακὰ πρῶτος ἀείσας
ἔσσεται ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα.
彼はキプロスを去り、海を渡って波の上に現れ、広大なギリシアの苦難を最初に、ただ一人歌い、不滅にして不老のものと永遠になるであろう。
"
ταῦτα ἡμεῖς ἀκούσαντές τε καὶ ἐπιλεξάμενοι τοὺς χρησμοὺς ἰδίᾳ οὐδένα αὐτῶν λόγον οὔτε ἐς πατρίδα οὔτε περὶ ἡλικίας Ὁμήρου γράφομεν.
"私はこれらを聞き、また神託を個人的に読んだが、ホメロスの祖国についても年代についても、それらの説を一切記さない。
§10.24.4ἐν δὲ τῷ ναῷ πεποίηται μὲν Ποσειδῶνος βωμός, ὅτι τὸ μαντεῖον τὸ ἀρχαιότατον κτῆμα ἦν καὶ Ποσειδῶνος, ἕστηκε δὲ καὶ ἀγάλματα Μοιρῶν δύο·
神殿の内部には、ポセイドンの祭壇が作られている。 これは、その神託所が極めて古い時代にはポセイドンの所有物でもあったからである。 また、運命の女神たち(モイラたち)の像が二体立っている。
ἀντὶ δὲ αὐτῶν τῆς τρίτης Ζεύς τε Μοιραγέτης καὶ Ἀπόλλων σφίσι παρέστηκε Μοιραγέτης.
彼女たちのうちの三体目の代わりに、「運命を導く者(モイラゲテス)」としてのゼウスと、同じく「運命を導く者(モイラゲテス)」としてのアポロンが彼女たちの傍らに立っている。
θεάσαιο δʼ ἂν ἐνταῦθα καὶ ἑστίαν, ἐφʼ ᾗ Νεοπτόλεμον τὸν Ἀχιλλέως ὁ ἱερεὺς ἀπέκτεινε τοῦ Ἀπόλλωνος·
また、そこでは炉を目にすることもでき、その上でアポロンの神官がアキレウスの子ネオプトレモスを殺害した。
τὰ δὲ ἐς τοῦ Νεοπτολέμου τὴν τελευτήν ἐστιν ἡμῖν ἑτέρωθι εἰρημένα.
ネオプトレモスの最期に関する事柄については、私たちは別の場所で述べておいた。
§10.24.5ἀνάκειται δὲ οὐ πόρρω τῆς ἑστίας θρόνος Πινδάρου·
その炉から遠くないところに、ピンダロスの椅子が奉納されている。
σιδήρου μέν ἐστιν ὁ θρόνος, ἐπὶ δὲ αὐτῷ φασιν, ὁπότε ἀφίκοιτο ἐς Δελφοὺς, καθέζεσθαί τε τὸν Πίνδαρον καὶ ᾄδειν ὁπόσα τῶν ᾀσμάτων ἐς Ἀπόλλωνά ἐστιν.
椅子は鉄製であり、ピンダロスがデルポイに来るたびにその上に座り、アポロンのための賛歌を歌ったと言われている。
ἐς δὲ τοῦ ναοῦ τὸ ἐσωτάτω, παρίασί τε ἐς αὐτὸ ὀλίγοι καὶ χρυσοῦν Ἀπόλλωνος ἕτερον ἄγαλμα ἀνάκειται.
神殿の最も奥深くには――そこに入ることを許される者はごく少数であるが――アポロンのもう一つの黄金の像が奉納されている。
§10.24.6ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐς ἀριστερὰ περίβολός ἐστι καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐν αὐτῷ τάφος·
神殿を出て左に行くと、囲い地(ペリボロス)があり、その中にはアキレウスの子ネオプトレモスの墓がある。
καί οἱ κατὰ ἔτος ἐναγίζουσιν οἱ Δελφοί.
そしてデルポイの人々は彼に対して毎年、死者のための犠牲を捧げている。
ἐπαναβάντι δὲ ἀπὸ τοῦ μνήματος λίθος ἐστὶν οὐ μέγας·
その墓からさらに登ると、大きくない石がある。
τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰ ἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά·
この石に、人々は毎日オリーブ油を注ぎかけ、祝祭のたびに加工されていない羊毛を載せる。
ἔστι δὲ καὶ δόξα ἐς αὐτὸν δοθῆναι Κρόνῳ τὸν λίθον ἀντὶ τοῦ παιδός, καὶ ὡς αὖθις ἤμεσεν αὐτὸν ὁ Κρόνος.
また、この石については、クロノスにその子の代わりに与えられ、のちにクロノスがこれを吐き出したという伝説がある。
§10.24.7ἰοῦσι δὲ ὡς ἐπὶ τὸν ναὸν αὖθις μετὰ τοῦ λίθου τὴν θέαν ἐστὶν ἡ Κασσοτὶς καλουμένη πηγή·
その石を見終わって再び神殿の方へ向かって行く者にとって、カッソティスと呼ばれる泉がある。
τεῖχος δὲ οὐ μέγα ἐπʼ αὐτῇ καὶ ἡ ἄνοδος διὰ τοῦ τείχους ἐστὶν ἐπὶ τὴν πηγήν.
その上には小さな壁があり、壁を通る上り道が泉へと通じている。
ταύτης τῆς Κασσοτίδος δύεσθαί τε κατὰ τῆς γῆς λέγουσι τὸ ὕδωρ καὶ ἐν τῷ ἀδύτῳ τοῦ θεοῦ τὰς γυναῖκας μαντικὰς ποιεῖν·
このカッソティスの水は地中に潜り、神の至聖所(アドュトン)で女性たちに予言の力を与えると言われている。
τὴν δὲ τῇ κρήνῃ δεδωκυῖαν τὸ ὄνομα τῶν περὶ τὸν Παρνασσὸν νυμφῶν φασιν εἶναι.
なお、この泉に名を与えた女性は、パルナッソス山をめぐるニュンペーたちの一人であると言われている。