§10.20.1πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας.
しかし、望む者があれば誰であれ、クセルクセス王に対してテルモピュライに集まった者たちと、今回ガラティア人に立ち向かうために集結した者たちとを、比較して数え上げることも可能である。
ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων·
まずメディア人に対しては、ギリシア人のうちこれだけの者たちが到着した。
Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι·
レオニダスに伴われたラケダイモン人は300名を超えず、テゲア人が500名、そしてマンティネイアからも同数が、アルカディアのオルコメノス人からは120名が、アルカディアの他の諸都市から1000名が、ミュケナイから80名、フリウスから200名、そしてこれらの2倍のコリントス人が到着した。
παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι.
さらにボイオティア人からも、テスピアイから700名、テバイから400名が馳せ参じた。
χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.
そしてフォキス人のうち1000名がオイテ山の山道を警備していたが、この数もギリシア全軍に加算されるべきである。
§10.20.2Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχ ὑπήγαγεν ἐς ἀριθμόν, ἀλλʼ ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων·
クネミス山麓のロクロス人については、ヘロドトスは数値を示さず、彼らのすべての都市から到着したとだけ述べている。
τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς·
しかし、彼らの数も真実にきわめて近いところまで推測することが可能である。
ἐς Μαραθῶνα γὰρ Ἀθηναῖοι σὺν ἡλικίᾳ τε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸ οὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίη τις.
なぜなら、マラトンにおいては、アテナイ人は軍役に適さない年齢の者や奴隷を含めても 9000人を超えずに到着したからである。 したがって、テルモピュライに来たロクロス人の戦闘員を、6000人を超えると算定する者はいまい。
οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι.
このようにすれば、軍の総数は1万1200人となるであろう。
φαίνονται δὲ οὐδὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες·
しかし、彼らもまた、テルモピュライの警備に全期間留まり続けたわけではないようである。
πλὴν γὰρ Λακεδαιμονίων τε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆς μάχης οἱ λοιποί.
というのも、ラケダイモン人自身とテスピアイ人、そしてミュケナイ人を除いて、残りの者たちは戦いの結末の前に撤退したからである。
§10.20.3ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλας ἀφίκοντο Ἕλληνες·
他方、大洋から来た野蛮人に対しては、これだけのギリシア人がテルモピュライに到着した。
ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν· ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος.
ボイオティア人からは重装歩兵1万名と騎兵500名であり、ボイオタルケスを務めていたのはケフィソドトス、テアリダス、ディオゲネス、リュサンドロスであった。
ἐκ δὲ Φωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν· στρατηγοὶ δὲ Φωκέων Κριτόβουλός τε ἦν καὶ Ἀντίοχος.
フォキス人からは騎兵500名と、歩兵の数は3000名に達し、フォキス人の将軍はクリトブロスとアンティオコスであった。
§10.20.4Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίας ἦγεν·
アタランテ島に臨むロクロス人たちはメイディアスが率いていた。
ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν.
彼らの数は700名であり、彼らには騎兵は伴っていなかった。
παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι·
メガラ人からは重装歩兵400名が到着した。
τούτων ἦγε τὸ †ἱππικὸν Μεγαρεύς.
これらの者を率いていたのは、†ヒッピコン・メガレウスであった。
Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες·
アイトリア人の軍勢は最も多く、あらゆる戦闘形態に対応していた。 騎兵の数は彼らは述べていないが、軽装兵は790名、重装歩兵として従軍した者はその数において7000名を超えていた。
Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρων τε καὶ Λακράτης.
アイトリア人を率いたのは、ポリアルコス、ポリュフロン、そしてラクラテスであった。
§10.20.5Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰ ἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρεις τε αἱ πλώιμοι πᾶσαι, πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς·
アテナイ人の将軍は、私がこの記述の以前の部分でも明らかにしたように、モイロクレスの息子カリッポスであった。 その軍事力は、航行可能なすべての三段櫂船、騎兵500名、そして歩兵として1000名が配備されていた。
καὶ ἡγεμονίαν οὗτοι κατʼ ἀξίωμα εἶχον τὸ ἀρχαῖον.
そして彼らはその古代の威信に従って指揮権を保持していた。
βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν·
王たちからの傭兵部隊としては、マケドニアから500名、アジアからも同数の者が彼らのもとに到着した。
ἄρχοντες δὲ τῶν μὲν παρʼ Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.
アンティゴノスから送られた者たちの指揮官は、マケドニア人のアリストデモスであり、アンティオコスから、およびアジアから送られた者たちの指揮官は、オロンテス川沿いのシリア人であるテレサルコスであった。