§10.20.1πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας.
然而,凡是愿意的人,都可以将当年为对抗薛西斯国王而聚集在温泉关的人,与当时为对抗加拉太人而集结的人进行对比并加以计算。
ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων· Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι· παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι.
因为针对波斯人,抵达的希腊人有如下之多:随同列奥尼达斯的拉刻代蒙人不超过三百人,特革亚人五百人,来自万提内亚的同样人数,来自阿卡迪亚奥尔霍美诺斯的一百二十人,来自阿卡迪亚其他城邦的一千人,来自迈锡尼的八十人,来自弗利乌斯的二百人,以及人数为其两倍的科林斯人;此外,还有七百名来自忒斯皮埃和四百名来自底比斯的波奥蒂亚人到达。
χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.
另有一千名福基斯人防守着俄忒山的小道,这一人数也应当计入全体希腊军队的总数之中。
§10.20.2Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχ ὑπήγαγεν ἐς ἀριθμόν, ἀλλʼ ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων· τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς·
至于克内米斯山下的洛克里斯人,赫罗多德确实未将他们列入具体数目,而是说他们来自他们所有的城邦;但也有可能推测出极接近真实的人数。
ἐς Μαραθῶνα γὰρ Ἀθηναῖοι σὺν ἡλικίᾳ τε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸ οὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίη τις.
因为,雅典人包括不适宜服役的人员和奴隶在内,也不超过九千人抵达了马拉松,因此任何人都不至于将前往温泉关的洛克里斯人的战斗力估算为超过六千人。
οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι.
这样一来,全军总数将是一万一千二百人。
φαίνονται δὲ οὐδὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες· πλὴν γὰρ Λακεδαιμονίων τε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆς μάχης οἱ λοιποί.
然而,这些人似乎也没有在整个期间内都留守温泉关;因为除了拉刻代蒙人自己、忒斯皮埃人和迈锡尼人之外,其余的人都在战斗结束前撤离了。
§10.20.3ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλας ἀφίκοντο Ἕλληνες· ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν· ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος.
而针对来自大洋的蛮族,抵达温泉关的希腊人有如下之多:来自波奥蒂亚的一万名重装步兵和五百名骑兵;担任波奥蒂亚同盟长官的是刻菲索多托斯、忒阿里达斯、迪奥革内斯和吕桑德罗斯。
ἐκ δὲ Φωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν· στρατηγοὶ δὲ Φωκέων Κριτόβουλός τε ἦν καὶ Ἀντίοχος.
来自福基斯的五百名骑兵以及高达三千人的步兵;福基斯人的将军是克里托布洛斯和安条克。
§10.20.4Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίας ἦγεν· ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν.
梅迪亚斯率领着面对阿塔兰特岛的洛克里斯人;他们的人数为七百人,且没有配备骑兵。
παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι· τούτων ἦγε τὸ †ἱππικὸν Μεγαρεύς.
来自麦加拉的四百名重装步兵到达;率领他们的是†希皮孔·麦加拉人。
Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες· Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρων τε καὶ Λακράτης.
埃托利亚人的军队最为庞大,且适应各种战斗形式,其骑兵人数虽未见记载,但轻装兵有七百步九十人,作为重装步兵服役的在数量上超过七千人;率领埃托利亚人的是波利亚霍斯、波柳弗隆和拉克拉特斯。
§10.20.5Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰ ἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρεις τε αἱ πλώιμοι πᾶσαι, πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς· καὶ ἡγεμονίαν οὗτοι κατʼ ἀξίωμα εἶχον τὸ ἀρχαῖον.
雅典人的将军是莫伊罗克莱斯之子卡利波斯,正如我在叙事的前面部分也已指出的,他们的兵力包括所有可航行的三段铎船、五百名骑兵和一千名编入步兵的士兵;他们根据古代的声望享有指挥权。
βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν· ἄρχοντες δὲ τῶν μὲν παρʼ Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.
作为国王们的雇佣军,有五百人来自马其顿,同样数量的人来自亚洲;由安提柯派遣的军队的指挥官是马其顿人阿里斯托德摩斯,而由安条克以及从亚洲派遣的军队的指挥官是奥龙特斯河畔叙利亚人泰莱萨霍斯。