§10.19.7ἐπὶ μὲν οὖν Θρᾷκας καὶ τὸ ἔθνος τὸ Τριβαλλῶν ἔμελλε Κερέθριος ἡγήσεσθαι·
したがって、ケレトリオスはトラキア人とトリバッロイ人の部族に対して率いることになっていた。
τοῖς δὲ ἐς Παιονίαν ἰοῦσι Βρέννος ἦσαν καὶ Ἀκιχώριος ἄρχοντες·
パイオニアへと進む者たちに対しては、ブレンノスとアキコリオスが指揮官であった。
Βόλγιος δὲ ἐπὶ Μακεδόνας τε καὶ Ἰλλυριοὺς ἤλασε, καὶ ἐς ἀγῶνα πρὸς Πτολεμαῖον κατέστη τότε ἔχοντα τὴν Μακεδόνων βασιλείαν.
ボルギオスはマケドニア人とイリュリア人に向かって進軍し、当時マケドニアの王位を有していたプトレマイオスとの戦いに臨んだ。
Πτολεμαῖος δὲ ἦν οὗτος ὃς Σέλευκόν τε ἐδολοφόνησε τὸν Ἀντιόχου, καταπεφευγὼς ὅμως ἱκέτης ὡς αὐτόν, καὶ εἶχεν ἐπίκλησιν Κεραυνὸς διὰ τὸ ἄγαν τολμηρόν.
このプトレマイオスとは、アンティオコスの息子セレウコスを、彼のもとに嘆願者として逃れて身を寄せていたにもかかわらず謀殺した者であり、そのあまりの向こう見ずさゆえに「ケラウノス」という異名を持っていた。
καὶ ὁ μὲν αὐτός τε ὁ Πτολεμαῖος ἀπέθανεν ἐν τῇ μάχῃ καὶ τῶν Μακεδόνων ἐγένετο οὐκ ἐλαχίστη φθορά·
そして、そのプトレマイオス自身が戦闘で死亡し、マケドニア人には少なからぬ壊滅的打撃が生じた。
προελθεῖν δὲ ὡς ἐπὶ τὴν Ἑλλάδα οὐδὲ τότε ἐθάρσησαν οἱ Κελτοί, καὶ ὁ δεύτερος οὕτω στόλος ἐπανῆλθεν ἐς τὴν οἰκείαν.
しかし、ケルト人はその時でもギリシアに向かって前進する勇気を持たず、こうして第二の遠征軍も本国へ帰還した。
§10.19.8ἔνθα δὴ ὁ Βρέννος πολὺς μὲν ἐν συλλόγοις τοῖς κοινοῖς, πολὺς δὲ καθʼ ἕκαστον ἦν τῶν ἐν τέλει Γαλατῶν ἐπὶ τὴν Ἑλλάδα ἐπαίρων στρατεύεσθαι, ἀσθένειάν τε Ἑλλήνων τὴν ἐν τῷ παρόντι διηγούμενος καὶ ὡς χρήματα πολλὰ μὲν ἐν τῷ κοινῷ, πλείονα δὲ ἐν ἱεροῖς τά τε ἀναθήματα καὶ ἄργυρος καὶ χρυσός ἐστιν ἐπίσημος·
そこでブレンノスは、民会においてはひっきりなしに、また権力者たちの各人に対しても個別に、ギリシアへの遠征をせきたて、ギリシア人の現在の弱さを説き、また共同の財産が多大であるだけでなく、神殿には奉納物や銀、さらに鋳造された金といった形で、それ以上の財宝が存在することを詳しく説明した。
ἀνέπεισέ τε δὴ τοὺς Γαλάτας ἐλαύνειν ἐπὶ τὴν Ἑλλάδα, καὶ αὑτῷ συνάρχοντας ἄλλους τε προσείλετο τῶν ἐν τέλει καὶ τὸν Ἀκιχώριον.
そして、彼はついにガラティア人たちをギリシアへ進軍させるよう説得し、自分自身の共同指揮官として、他の権力者たちと、アキコリオスを選んだ。
§10.19.9ὁ δὲ ἀθροισθεὶς στρατὸς πεζοὶ μὲν μυριάδες ἐγένοντο πεντεκαίδεκα προσόντων σφίσι δισχιλίων, οἱ δὲ ἱππεύοντες τετρακόσιοι καὶ δισμύριοι.
集結した軍勢は、歩兵が 15万2000人であり、騎兵は2万4000人であった。
τοσοῦτοι μὲν ἦσαν τῶν ἱππέων τὸ ἀεὶ ἐνεργόν, ἀριθμὸς δὲ αὐτῶν ὁ ἀληθὴς διακόσιοί τε καὶ χίλιοι καὶ ἓξ μυριάδες·
この数は常に戦闘に従事する騎兵の数であり、彼らの本当の総数は6万1200人であった。
δύο γὰρ οἰκέται περὶ ἕκαστον τῶν ἱππευόντων ἦσαν, ἀγαθοὶ καὶ αὐτοὶ τὰ ἱππικὰ καὶ ἵππους ὁμοίως ἔχοντες.
というのも、騎兵の各人には2人の従者が付いており、彼ら自身も乗馬に長け、同様に馬を所有していたからである。
§10.19.10Γαλατῶν δὲ τοῖς ἱππεύουσιν ἀγῶνος συνεστηκότος ὑπομένοντες τῆς τάξεως ὄπισθεν οἱ οἰκέται τοσάδε σφίσιν ἐγίνοντο χρήσιμοι·
ガラティア人の騎兵たちが戦闘を行っている際、戦列の後方に控えている従者たちは、次のように彼らにとって有用であった。
τῷ γὰρ ἱππεῖ συμβὰν ἢ τῷ ἵππῳ πεσεῖν, τὸν μὲν ἵππον παρεῖχεν ἀναβῆναι τῷ ἀνδρί, τελευτήσαντος δὲ τοῦ ἀνδρὸς ὁ δοῦλος ἀντὶ τοῦ δεσπότου τὸν ἵππον ἀνέβαινεν·
すなわち、騎兵あるいは馬が倒れる事態が生じた場合、一方の従者は男が乗るために馬を提供し、男が死んだ場合には、その奴隷が主人の代わりに馬に乗った。
εἰ δὲ ἀμφοτέρους ἐπιλάβοι τὸ χρεών, ἐνταῦθα ἕτοιμος ἦν ἱππεύς.
もし両者に死の運命が及んだ場合には、そこでもう一人の騎兵が控えていた。
λαμβανόντων δὲ τραύματα αὐτῶν, ὁ μὲν ὑπεξῆγε τῶν δούλων ἐς τὸ στρατόπεδον τὸν τραυματίαν, ὁ δὲ καθίστατο ἐς τὴν τάξιν ἀντὶ τοῦ ἀπελθόντος.
彼らが負傷したときには、従者のうちの一人が負傷者を陣営へと連れ戻し、もう一人が去った者に代わって戦列に加わった。
§10.19.11ταῦτα ἐμοὶ δοκεῖν ἐνομίσθη τοῖς Γαλάταις ἐς μίμησιν τοῦ ἐν Πέρσαις ἀριθμοῦ τῶν μυρίων, οἳ ἐκαλοῦντο Ἀθάνατοι.
私の考えでは、これらの仕組みはペルシア人の「不死隊」と呼ばれた1万人の数の模倣としてガラティア人に慣習化されたものである。
διάφορα δὲ ἦν, ὅτι κατελέγοντο ἀντὶ τῶν ἀποθνησκόντων ὑπὸ μὲν Περσῶν τῆς μάχης ὕστερον, Γαλάταις δὲ ὑπʼ αὐτὴν τοῦ ἔργου τὴν ἀκμὴν ὁ ἀριθμὸς ἀπεπληροῦτο τῶν ἱππέων.
しかし相違点があり、戦死した者の代わりに補充が登録されるのが、ペルシア人においては戦闘の後であったのに対し、ガラティア人においてはまさに戦闘の最盛期に騎兵の数が満たされた点である。
τοῦτο ὠνόμαζον τὸ σύνταγμα τριμαρκισίαν τῇ ἐπιχωρίῳ φωνῇ·
彼らはこの編成を自国の言葉でトリマルキシアと呼んでいた。
καὶ ἵππῳ τὸ ὄνομα ἴστω τις μάρκαν ὂν τὰ ὑπὸ τῶν Κελτῶν.
ケルト人の間で馬の名前がマルカであることを知っておくべきである。
§10.19.12παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννος ἤλαυνε·
このような大いなる準備とこのような意図を抱いて、ブレンノスはギリシアに向かって進軍した。
τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸν τοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν.
これに対して、ギリシア人たちは闘志がすっかり失せていたものの、恐怖の強さが彼らをギリシアを守るべきだという不可避の決意へと駆り立てた。
ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα·
彼らは、今回の闘いが、かつてのペルシア戦争のときのような自由のためのものではなく、水と土を差し出すことでその後の安全がもたらされるようなものでもないことを見抜いていた。
ἀλλὰ τά τε ἐς Μακεδόνας καὶ Θρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτο ἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο.
むしろ、前回のガラティア人の来襲時にマケドニア人、トラキア人、パイオニア人が被った惨状が今なお彼らの記憶に残っており、現在のテッサリア人に対する彼らの無法な暴挙が伝えられていたからである。
ὡς οὖν ἀπολωλέναι δέον ἢ ἐπικρατεστέρους εἶναι, κατʼ ἄνδρα τε ἰδίᾳ καὶ αἱ πόλεις διέκειντο ἐν κοινῷ.
それゆえ、滅びるか、それとも打ち勝つかのどちらかしかないと、個人としてもまた諸都市も共同で決意していた。